- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:527.23-529.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论题篇》第八卷第一章156a23–156b10,阐释辩证提问者用以隐瞒意图的诸种策略:不连续排列前提、定义同位概念、伪装提问目的、利用选择疑问掩饰意图,以及通过类似性进行过渡。
" Χρήσιμον δὲ καὶ τὸ μὴ συνεχῆ τὰ ἀξιώματα λαμβάνειν." Χρήσιμον εἶναί φησι πρὸς κρύψιν καὶ τὸ μὴ τὰς ἐφεξῆς ἀλλήλαις προτάσεις ἐν τῇ τάξει λαμβάνειν ἀλλ’ ὑπερβαίνοντα καὶ ἐναλλάσσοντα καὶ ἐφεξῆς ἀλλήλαις τιθέντα1 τὰς πρὸς ἕτερον καὶ ἕτερον συμπέρασμα συντελούσας ἀλλὰ μὴ πρὸς τὸ αὐτό· τῶν γὰρ οἰκείων καὶ πρὸς τὸ αὐτὸ συντελουσῶν συμπέρασμα προτάσεων ἐφεξῆς τιθεμένων ῥᾷον συνορῶσιν οἱ ἀποκρινόμενοι τὸ συμβησόμενον. σημειωτέον δὲ ὅτι κοινῶς τοῖς ἀξιώμασιν ἀντὶ τῶν προτάσεων κέχρηται.
“不连续地设定公理也是有用的。” 他说,为了隐瞒,在次序上不按先后相承的方式设定互为承接的前提,而是通过跳跃和交错,将有助于不同结论而非有助于同一结论的前提依次并列,这也是有用的。因为当属于同一结论且有助于同一结论的前提被相继并列时,应答者便更容易看清将要产生的结果。应当指出,他通称性地用“公理”代替了“前提”。
"Χρὴ δὲ καὶ ὁρισμὸν λαμβάνειν." Δεῖ, φησί, καὶ ὁρισμὸν πειρᾶσθαι λαμβάνειν, ἐφ’ ὧν ἐνδέχεται δι’ ὁρισμοῦ λαβεῖν τὴν καθόλου πρότασιν, ὁριζόμενον μέντοι μὴ αὐτὸ τὸ προκείμενον ὁρίζεσθαι ἀλλά τι τῶν συστοίχων αὐτῷ· λαβόντας γὰρ ἐπ’ ἐκείνου δι’ ὁρισμοῦ ὃ βουλόμεθα, ῥᾴδιον καὶ ἐπὶ τὸ προκείμενον σύστοιχον ὂν ἐκείνῳ μεταφέρειν τὸ ληφθέν. ἃ γὰρ ἐπ’ αὐτῶν τῶν προκειμένων οὐ διδόασιν οἱ ἀποκρινόμενοι τῷ ὁρᾶν τὸ συμβησόμενον, ταῦτα ἐπὶ τῶν συστοίχων τῷ προκειμένῳ διδόασι· τούτου δὲ δοθέντος καὶ τὸ προκείμενον δοθήσεται διὰ τὸ ἀληθῆ εἶναι τὸν τῶν συστοίχων τόπον. τὸ δ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου λαμβανόμενον2 ἔχει ἔνστασίν τινα οὐκ ἀληθῆ μὲν ἴσως πιθανὴν μέντοι πρὸς τὸ μὴ δοκεῖν ἀλόγως ἀνανεύειν πρὸς τὸ προτεινόμενον. οὐκέτι δὲ ὁμοίως εὔπορον τῷ ἐπὶ τοῦ συστοίχου ὁριζομένῳ ἐνστῆναι.
“也应当设定定义。” 他说,在那些能够通过定义设定全称前提的事情上,也应当试图设定定义,然而在定义时,不要去定义既定命题本身,而要去定义与它同位的某种事物。因为一旦我们在同位事物上通过定义设定了我们所愿的事物,将所设定的内容转移到与它同位的既定命题上也是容易的。因为应答者由于看清将要产生的结果而在既定命题本身上不予认可的事物,他们却在既定命题的同位事物上予以认可;而一旦这一点被认可,由于同位事物的论题是真实的,既定命题也将被认可。而在既定命题本身上设定的事物则容有某种反驳——虽然未必真实,但在避免显得无理拒绝所提之事的方面却具有说服力。然而,对同位事物上被定义之事进行反驳,便不再同样容易了。
"Ἔτι τὸ προτείνειν μὴ ὡς δι’ αὐτὸ ἀλλ’ ἄλλου χάριν." Κρυπτικὸν καὶ τὸ τὰ χρήσιμα πρὸς τὴν τοῦ προκειμένου δεῖξιν προτείνειν τε καὶ ἐρωτᾶν ὡς ἄλλου χάριν ἀλλὰ μὴ τοῦ προκειμένου λαβεῖν ἀξιοῦντας· ὑποπτεύουσι γὰρ τὰ τῆς θέσεως χάριν καὶ τοῦ προκειμένου προβλήματος ἐρωτώμενα οἱ ἀποκρινόμενοι, καὶ διὰ τοῦτο οὐ ῥᾳδίως διδόασιν.
“此外,提出前提仿佛不是为了其自身,而是为了别的事物。” 提出并询问有助于证明既定命题的前提,仿佛要求设定它们是为着别的事物而非为着既定命题,这也属于隐瞒之法。因为应答者会对为了论题和既定课题而询问的事物抱有戒心,因此不轻易予以认可。
"Ἁπλῶς δὲ εἰπεῖν ὅτι μάλιστα ποιεῖν ἄδηλον." Γίνεται μέν, ὡς προείρηται, καὶ παρὰ τὸ τὸ ἐρωτώμενον ἄδηλον εἶναι ἄγνοια τοῦ ποτέρα τῶν ἀποκρίσεων χρήσιμός ἐστι πρὸς τὸ προκείμενον· γίνεται δὲ τοῦτο καὶ παρὰ τὸν τῆς ἐρωτήσεως τρόπον, ὃ νῦν ἀξιοῖ ποιεῖν. ἂν γὰρ τῇ ἐρωτήσει μὴ διασημαίνωμεν, ὃ βουλόμεθα λαβεῖν, ἢ τῷ μόνον αὐτὸ τιθέναι ἢ τῷ δείκνυσθαι ἄτοπον τὸ ἀντικείμενον λέγειν, ἄδηλον ποιοῦμεν πότερον ὡς χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον λαβεῖν βουλόμεθα. ἂν μὲν γὰρ θέλοντες δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαβεῖν βουλώμεθα ὅτι ἡ ψυχὴ αὐτοκίνητος3 * * * *, ὑποσημαίνομεν διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως ὅτι τοῦτο βουλόμεθα λαβεῖν· ἐὰν δὲ εἴπωμεν οὕτως ‘ἆρά σοι δοκεῖ ἡ ψυχὴ ἣν κινεῖται κίνησιν ὑπ’ ἄλλου κινεῖσθαι ἢ οὔ;’, οὐκέτι ἐνδεικνύμεθα διὰ τῆς ἐρωτήσεως πότερον ὃ προετείναμεν βουλόμεθα λαβεῖν ἢ τὴν ἀπόφασιν αὐτοῦ.
“简而言之,尽可能使其不明显。” 正如前文所述,由于所问之事不明显,便会产生不知两种回答中哪一种有助于既定命题的情况;但这种情况也可以通过提问的模式而产生,这正是他现在要求人们去做的。因为如果我们不在提问中指明我们想要设定什么(无论是仅提出该命题,还是表明陈述相反命题是荒谬的),我们就会使人们不清楚在这两者中我们到底想要设定哪一个作为对我们既定命题有用的前提。因为如果我们因想要证明灵魂是不死的,而想要设定灵魂是自我运动的[例如提问“灵魂难道不是自我运动的吗?”],我们就会通过提问的方式预先暗示了我们想要设定这一点;但如果我们这样说:“你认为灵魂所运动的运动是被他物推动的,还是不是?”,我们就再也不会通过提问显露出我们究竟是想要设定我们所提出的主张,还是想要设定它的否定。
"Ἔτι διὰ τῆς ὁμοιότητος πυνθάνεσθαι." Κρυπτικόν φησιν εἶναι τόπον καὶ τὸ μὴ ἐπ’ αὐτοῦ τούτου, ὃ βουλόμεθα λαβεῖν, ποιεῖν γίνεσθαι τοὺς λόγους ἀλλ’ ἐπ’ ἄλλου τινὸς ὁμοίου αὐτῷ. τῷ τε γὰρ μὴ ἐπ’ αὐτοῦ γίνεσθαι τὰς ἐρωτήσεις διδόασιν οἱ ἀποκρινόμενοι ὡς περὶ ἄλλων τινῶν ἀλλ’ οὐ περὶ τῶν προκειμένων ἐρωτώμενοι, καὶ τὰ ἐπὶ τούτων συγχωρηθέντα ῥᾴδιον μεταφέρειν ἐπὶ τὰ προκείμενα διὰ τὴν ὁμοιότητα. ἀξιοῖ οὖν διὰ τῆς τοῦ ὁμοίου τῷ προκειμένῳ παραθέσεως πειρᾶσθαι λαμβάνειν τὸ προκείμενον. λέγει δὲ τοῦτο ὅμοιον εἶναι ἐπαγωγῇ, οὐ μὴν ταὐτόν· ἡ μὲν γὰρ ἐπαγωγὴ διὰ τῆς τῶν καθ’ ἕκαστα ὁμοιότητος τὸ καθόλου λαμβάνει, ἡ δὲ κατὰ τὴν τοῦ ὁμοίου μετάβασιν γινομένη4 ἀπὸ τοῦ ὁμοίου τῷ προκειμένῳ τὸ προκείμενον λαμβάνει, ἀλλ’ οὐκ ἀπὸ τῶν ὑπ’ αὐτὸ τὸ προκείμενον. διὰ δὲ τοῦ εἰπεῖν τὸ καθόλου τὸ προκείμενον ἐσήμανε.
“此外,通过类似性进行询问。” 他说,不就我们想要设定的这件事本身展开论述,而是就与之类似的某种其他事物展开论述,这也是一种隐瞒的论题。因为不仅由于提问不是关于其本身的,应答者便如同被询问某些别的事情而非关于既定命题那样予以认可,而且在这些事情上被赞同的内容,通过类似性转移到既定命题上也是容易的。因此他要求,应当通过并列与既定命题类似之物,试图设定既定命题。他说这与归纳相似,但绝非同一。因为归纳是通过特殊事物的类似性来把握全称,而依据类似性的过渡而产生者,则是从与既定命题类似之物中把握既定命题,而不是从既定命题本身所包含的具体事物中把握它。他通过说“全称”,指明了既定命题。
- 8.16ἀλλ’ ὑπερβαίνοντα καὶ ἐναλλάσσοντα καὶ ἐφεξῆς ἀλλήλαις τιθέντα
宾格分词 ὑπερβαίνοντα、ἐναλλάσσοντα 与 τιθέντα 与不定式短语的逻辑主语(即不特定的提问者,λαμβάνειν 的主语)在格上保持一致,作为不定式的主格代用宾格,而非修饰主句中的任何明确名词。
- 8.17τὸ δ’ ἐπ’ αὐτοῦ τοῦ προκειμένου λαμβανόμενον
带冠词分词短语 τὸ ... λαμβανόμενον 为中性单数主格,作后行动词 ἔχει 的主语,指“在既定命题本身上设定的事物/前提”。随后的介词短语 πρὸς τὸ μὴ δοκεῖν 表示目的(“为了不显得……”),修饰 ἔνστασιν。
- 8.19ὅτι ἡ ψυχὴ αὐτοκίνητος * * * *
底本中以星号标出了文本缺失(lacuna)。根据后文的对比结构(ἐὰν δὲ εἴπωμεν οὕτως ...),此处脱落了直接提出单向命题(如“灵魂难道不是自运的吗?”)的提问范例及条件从句的动词;译文通过补充文义以维持其语法与逻辑对比。
- 8.20ἡ δὲ κατὰ τὴν τοῦ ὁμοίου μετάβασιν γινομένη
此短语与前文的 ἡ μὲν γὰρ ἐπαγωγή 相对置。女性带冠词分词 γινομένη 省略了其所指代的名词(如论证、推论或程序),意为“依据类似性的过渡而产生者[论证/推论]”。
