← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§525.24-527.22

通过预先推论隐匿中间结论与一并推导

亚历山大注释亚里士多德《论题篇》第8卷第1章(156a7–156a15),阐明了辩证问答中的“隐瞒”方法,即提问者通过隐去预先推论的中间结论、仅提出前提并在最后一次性推导出最终结论,从而使应答者无法预先察觉论证的走向。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.12

" Κρύπτοντα δὲ προσυλλογίζεσθαι." Πῶς χρηστέον ταῖς κρύψεως χάριν καὶ τοῦ λαθεῖν συμπεραινόμενον ὃ βούλεταί τις λαμβανομέναις προτάσεσι.1 κρύψις δέ ἐστι μέθοδος δι’ ἧς οἷόν τε λανθάνειν συλλογιζόμενον τὸ προκείμενον.

“在隐瞒的同时进行预先推论。” [他谈到]应当如何使用那些为了隐瞒以及为了推导自己所愿之结论而不被察觉而设定的前提。隐瞒乃是一种能够使人在推导既定命题时不被察觉的方法。

§8.13

"Ἔτι τὰ συμπεράσματα μὴ λέγειν ἀλλ’ ὕστερον ἀθρόα συλλογίζεσθαι." Δύναται τὸ ἀθρόα συλλογίζεσθαι εἰρηκέναι, οὐχ ἵνα πάντα τὰ τῶν προσυλλογισμῶν συμπεράσματα ἀθρόα τις λέγῃ, ἀλλ’ ἵνα ἐπὶ πάσαις ταῖς τῶν προσυλλογισμῶν προτάσεσιν ἀθρόον τὸ τελευταῖον ἐπάγῃ συμπέρασμα. ὃ καὶ μᾶλλον ἔοικε λέγεσθαι ἐκ τῶν ὕστερον ἐπιλεγομένων· λέγει γὰρ “μόνου τοῦ ἐσχάτου ῥηθέντος συμπεράσματος”. τῷ μὲν οὖν ἄδηλον εἶναι τὸ δεικνύμενον ὑπὸ τῶν οὕτως ἐρωτωμένων συγχωροῦσι ταῖς προτάσεσι· τῷ δὲ συγχωρηθείσαις αὐταῖς δείκνυσθαι2 διὰ τῆς ἀναλύσεως τοῦ λόγου ἑπόμενα τὰ συνακτικὰ τοῦ προκειμένου οὐκέτι ἀνανεύειν ἔχουσιν.

“此外,不要陈述结论,而要在其后一并进行推论。” 他说“一并进行推论”,可能并非为了让人把预先推论的所有结论一并陈述出来,而是为了让人在预先推论的所有前提之后,一并引入最后的结论。从后文所补述的内容来看,这一点似乎更为确切;因为他说“当仅陈述了最后的结论时”。因此,由于这样被提问的诸项所证明的事物是不明显的,他们便赞同了这些前提;但由于在前提被承认之后,通过对论证的分析,便表明推导既定命题的诸项随之而来,他们就再也无法予以拒绝了。

§8.14

"Καθόλου δὲ εἰπεῖν οὕτω." Καθόλου δεῖ, φησίν, οὕτως ἐρωτᾶν τὸν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἠρωτημένων πασῶν τῶν προτάσεων, δι’ ὧν δείκνυται τὸ προκείμενον, καὶ τοῦ ἐσχάτου ἐπὶ τοῖς ἠρωτημένοις ἑπομένου συμπεράσματος ῥηθέντος ἄδηλον εἶναι πῶς τοῦτο συνάγεται ἐκ τῶν κειμένων καὶ ζητεῖν τὸν ἀποκρινόμενον διὰ τί τοῦτο ἐπιφέρει τοῖς κειμένοις.

“普遍地说则是如此。” 他说,普遍而言,采用隐瞒方式提问的人应当如此提问:当证明既定命题的所有前提都已被提问,并且随所问前提而来的最后结论也被陈述出来时,这一结论是如何从既定前提中推导出来的乃是不明显的,以至于应答者会追问提问者为何要基于既定前提得出这个结论。

§8.15

"Τοῦτο δὲ ἔσται μάλιστα διὰ τοῦ λεχθέντος ἔμπροσθεν." Τοῦτο δέ φησι μάλιστα ἂν γίνεσθαι, καθάπερ εἴρηται, εἰ χωρὶς τῶν οἰκείων συμπερασμάτων λαβών τις τὰς προτάσεις πάσας, δι’ ὧν δείκνυται τὸ προκείμενον, τὸ ἔσχατον ἐπενέγκῃ συμπέρασμα μόνον. ποιεῖ δὲ αὐτὸ γνώριμον ἡ ἀνάλυσις τοῦ λόγου. [Ἑτέρου. οὕτω γὰρ ἄν. Οὕτω γὰρ ποιῶν καὶ λαμβάνων τὰς προτάσεις τῶν προσυλλογισμῶν καὶ τοὺς προσυλλογισμοὺς τῶν προσυλλογισμῶν καὶ μὴ ἐπάγων τὰ αὐτῶν συμπεράσματα εὐθὺς ἀλλ’ ὕστερον, πόρρω ἀποστήσεις τὸν ἀποκρινόμενον τῆς ἐξ ἀρχῆς θέσεως, ἤτοι τοῦ προβλήματος. καθόλου δή, φησίν, οὕτως δεῖ ἐρωτᾶν τὸν πυνθανόμενον, ἤγουν κρυπτικῶς ἐρωτῶντα, ὥστε ἐρωτηθέντος τοῦ ὅλου λόγου, ἤτοι τοῦ συλλογισμοῦ, καὶ συναχθέντος καὶ τοῦ συμπεράσματος ζητεῖν τὸν προσδιαλεγόμενον τὸ διὰ τί, ἐπειδὴ οὐκ ἐνόησεν ὅθεν συνήχθη τὸ συμπέρασμα. οἷον εἰ κεῖται πρόβλημα τὸ εἰ ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία ἐστίν, εἰπὲ ‘ἆρά γε οὐχ ἡ οὐσία κατὰ πάντων τῶν ὑπ’ αὐτὴν λέγεται’, ἐκείνου δὲ τοῦτο συγχωρήσαντος ‘καὶ λοιπὸν ἄρα ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία’· εἶτα ἐκείνου ἐρωτήσαντος διὰ τί, ὡς μὴ νοήσαντος ὅθεν συνήχθη, εἰπέ, ὅτι ὅτε συνεχώρησας ὡς ἡ οὐσία κατὰ πάντων τῶν ὑπ’ αὐτὴν λέγεται, τότε οἱονεὶ ὡμολόγησας ὅτι ὁ ἄνθρωπος καὶ ὁ ἵππος οὐσία ἐστί. τοῦτο δέ, ἤγουν τὸ καὶ τῶν προτάσεων ὁμολογηθεισῶν, εἶτα ἐπαχθέντος τοῦ συμπεράσματος ἔτι πάλιν ζητεῖν τὸν ἀποκρινόμενον τὸ διὰ τί, γίνεται διὰ τοῦ ῥηθέντος τρόπου τῆς κρύψεως· ἔστι δὲ ὁ τρόπος οὗτος τὸ λέγειν τὰς προτάσεις τῶν προσυλλογισμῶν καὶ μὴ ἐπάγειν καὶ τὰ συμπεράσματα αὐτῶν. μόνου γάρ φησι τοῦ τελευταίου συμπεράσματος ῥηθέντος, 〈πῶς〉 συμβαίνει ἐντεῦθεν, ἄδηλον εἶναι, μὴ διαρθρωθέντων τῶν προσυλλογισμῶν ἐξ ὧν συνήχθη τὸ συμπέρασμα, τουτέστι μὴ καθ’ ἕκαστον τῶν προσυλλογισμῶν τοῦ συμπεράσματος λεγομένου. ἥκιστα δ’ ἄν, φησί, διαρθρωθείη καὶ γνώριμος γένοιτο ὁ συλλογισμός, ποῖός ἐστι τοῦδε τοῦ συναχθέντος συμπεράσματος, ἡμῶν μὴ τιθέντων τὰ λήμματα,3 ἤγουν μὴ λαμβανόντων τὰς ἀναγκαίας προτάσεις, αἵτινές εἰσι συμπεράσματα τῶν προσυλλογισμῶν, ἀλλὰ τὰς τῶν προσυλλογισμῶν προτάσεις, δι’ ὧν γίνεται ὁ συλλογισμός.]

“而这最主要将通过前文所述的途径来实现。” 并且他说,正如已经说过的那样,如果有人在抽离各自固有结论的情况下设定了证明既定命题的所有前提,并且仅仅引入最后的结论,那么这一点将最能够实现。而对论证的分析使之成为已知。 [另一人的注解。因为若如此行……因为若这样行事,设定预先推论的前提以及预先推论的预先推论,并且不立即引入它们的结论而是置于其后,你就会使应答者远离最初的立场,即论题。因此他说,普遍而言,提问者(即隐瞒提问的人)应当如此提问:当整个论证(即推论)已被提问且结论也被推导出时,对话者会追问其中的原因,因为他未曾理解结论是从何处推导出来的。例如,如果设定的论题是“人与马是否是实体”,你就说:“难道实体不是述说归于其下的所有事物吗?”,而在对方赞同了这一点后,你说:“那么余下的显然是,人与马是实体”;接着,当对方因未能理解结论从何而来而询问为何如此时,你说:“当你承认了实体述说归于其下的所有事物时,那时你就等于已经承认了人与马是实体”。而这一点——即在前提已被承认且结论随后被引入之后,应答者仍然再次追问为何如此——是通过上述隐瞒的方式实现的;而这种方式就是陈述预先推论的前提,而不随之引入它们的结论。因为他说,当仅仅陈述了最后的结论时,如果推导出结论的预先推论未被清晰梳理(即未在每个预先推论中陈述其结论),那么结论〈如何〉由此产生便是不明显的。他说,如果我们不设定前提假定(即不设定作为预先推论结论的必然前提,而是设定产生推论的预先推论的前提),那么这个推论(对于这个所推导出的结论而言它是何种推论)就最不会被清晰梳理并成为已知。]

语法注3 条
  1. 8.12Πῶς χρηστέον ταῖς κρύψεως χάριν καὶ τοῦ λαθεῖν συμπεραινόμενον ὃ βούλεταί τις λαμβανομέναις προτάσεσι.

    句首省略了支配动词(如 λέγει),构成类似小标题的间接疑问句结构。不定式 λαθεῖν 支配宾格单数阳性补充分词 συμπεραινόμενον,形成“在推导自己所愿之结论时不被察觉”的习惯用法。

  2. 8.13τῷ μὲν οὖν ἄδηλον εἶναι τὸ δεικνύμενον ... τῷ δὲ συγχωρηθείσαις αὐταῖς δείκνυσθαι

    带与格定冠词 τῷ 的不定式 εἶναι 与 δείκνυσθαι 构成的表示原因/手段的名词化结构(形成 τῷ μὲν ... τῷ δὲ ... 的对照)。在后一分句中,συγχωρηθείσαις αὐταῖς 受后文分词 ἑπόμενα(“随之而来”)支配而取与格,而非独立属格或宾格。

  3. 8.15ἥκιστα δ’ ἄν, φησί, διαρθρωθείη καὶ γνώριμος γένοιτο ὁ συλλογισμός ... ἡμῶν μὴ τιθέντων τὰ λήμματα

    最高级副词 ἥκιστα(“最不/决不”)与 ἄν 及希求法(διαρθρωθείη, γένοιτο)连用,并配合表示条件的独立属格(ἡμῶν μὴ τιθέντων),构成强烈的否定潜能意义:“如果我们不设定假定,推论就最不会被清晰梳理并为人所知”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:525.24-527.22