- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:523.22-525.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》卷八第一章(155b35–156a6),阐述必然前提如何通过推论或归纳来设定,以及为了隐瞒结论而拉开距离的有效性。
" Ἢ γὰρ διὰ συλλογισμοῦ ἢ δι’ ἐπαγωγῆς τὰς ἀναγκαίας ληπτέον." Ἐπεὶ αἱ ἀναγκαῖαι καὶ προσεχεῖς τῷ δεικνυμένῳ συμπεράσματι προτάσεις δύο εἰσίν, ὡς ἐν τοῖς Ἀναλυτικοῖς δείκνυται, νῦν ἀξιοῖ, ὅταν μὴ ὦσιν αὐτόθεν αὗται γνώριμοι, ἢ ἀμφοτέρας διὰ συλλογισμοῦ λαμβάνειν, ὡς εἶναι προσυλλογισμούς τινας γινομένους, ἢ ἀμφοτέρας δι’ ἐπαγωγῆς, ἢ τὴν μὲν αὐτῶν διὰ συλλογισμοῦ τὴν δὲ δι’ ἐπαγωγῆς. ταῦτα δὲ ποιητέον ἐπὶ τῶν οὐ γνωρίμων. ὅσαι γάρ, φησί, λίαν προφανεῖς τῶν ἀναγκαίων, χρὴ αὐτὰς προτείνειν· οὐ γὰρ ἀπαναισχυντοῦσιν ἀντιλέγειν πρὸς τὰ ἐναργῆ· οἷον ὅτι πᾶς ἀριθμὸς ἢ ἄρτιος ἢ περιττός· περιίστανται γάρ, κἂν ἀγωνίζωνται, πρὸς τὰ ἐναργῆ δοκοῦντα ἐνίστασθαι,1 φυλαττόμενοι τὴν ἀπὸ τῶν ἀκουόντων ἐπιτίμησιν.
“因为必然的前提必须要么通过推论,要么通过归纳来设定。” 既然对于所要证明的结论而言必然且直接的前提有两个(正如在《分析篇》中所指出的那样),他现在要求,当这些前提不是当下即已知时,要么通过推论设定两者(从而进行某种预先推论),要么通过归纳设定两者,要么通过推论设定其中之一而通过归纳设定另一者。而这些应当在前提不是已知的情况下进行。因为他说,必然前提中凡是极其显而易见的,就必须直接提出;因为人们还不至于无耻到对明显的事实横加辩驳,例如“每一个数要么是偶数要么是奇数”。因为他们即使是在争辩,也会避开对显得明显的事物提出异议,防备着来自听众的斥责。
"Ἀδηλότερον γὰρ ἀεί." Εἰπὼν πῶς δεῖ τὰς ἀναγκαίας λαμβάνειν προτάσεις, ἂν μὴ λίαν ὦσι προφανεῖς, ὅτι διὰ συλλογισμοῦ τὰ ἀνώτερα λαμβάνοντας ἢ δι’ ἐπαγωγῆς, νῦν τὴν αἰτίαν τοῦ δεῖν οὕτως λαμβάνειν2 ἀποδίδωσιν. ἀδηλότερον γάρ, φησί, γίνεται τὸ συμβησόμενόν τε καὶ συναχθησόμενον ἐν τῇ ἀποστάσει, τουτέστιν ἐν τῇ τοῦ καθολικωτέρου λήψει, καὶ ἐν τῇ ἐπαγωγῇ. διά τε οὖν τὸ ἀδηλότερον εἶναι τὸ συμβησόμενον ἐκείνως λαμβάνομεν τὰς ἀναγκαίας καὶ διὰ τὸ μὴ κεκωλῦσθαι, εἰ μὴ ἐκείνῃ τῇ ὁδῷ χρωμένοις πρὸς τὴν τῶν ἀναγκαίων λῆψιν συγχωροίη τις, τοῦ αὐτὰς τὰς ἀναγκαίας τε καὶ χρησίμους προτείνοντας ἀξιοῦν λαμβάνειν. [Εἰς τὸ αὐτό. τὸ ἀδηλότερον γὰρ ἀεὶ ἐν τῇ ἀποστάσει κατασκευαστικόν ἐστι τοῦ ἐπάνω, ὅτι δεῖ πρὸς τὸ καθολικώτερον ἀνατρέχειν ἢ χρῆσθαι τῇ ἐπαγωγῇ. ὅσον γὰρ χρῆταί τις τοῖς καθολικωτέροις, καὶ ὅσον ἀφίσταται ἀπὸ τῶν προσεχῶν προτάσεων ἐπὶ τὰ πόρρω, οἷον εἰ ἀντὶ τῶν ἐναντίων λάβοι τὰ ἀντικείμενα, ἢ ἐπαγωγῇ ὅτι τοῦ ἡρμοσμένου καὶ ἀναρμόστου ἡ μουσικὴ ἐπιστήμη, τοσοῦτον ἀδηλότερον γίνεται τὸ συμβησόμενον συμπέρασμα· ληφθέντων γὰρ τῶν καθολικωτέρων ἢ ἐν τῇ ἐπαγωγῇ τῶν μερικῶν οὐκ εὐθὺς ὁ προσδιαλεγόμενος νοεῖ ὃ μέλλει συναχθήσεσθαι ἐκ τῶν ληφθεισῶν προτάσεων συμπέρασμα. εἰ γοῦν συγχωρηθείη ὅτι τῶν ἀντικειμένων ἡ αὐτὴ ἐπιστήμη, ἕτοιμον ἅμα ἐστὶ τὸ προτεῖναι εὐθὺς αὐτὰς τὰς χρησίμους, ἤγουν ὅτι τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη. καίτοι μὴ δυνάμενον ταύτας λαβεῖν,3 διὰ τὸ μὴ δίδοσθαι ταύτας παρὰ τοῦ προσδιαλεγομένου, ἐκείνως, ἤγουν εἰ οὐκ ἀνέδραμεν ὁ ἐρωτῶν εἰς τὸ καθολικώτερον ἢ εἰ μὴ ἐχρήσατο τῇ ἐπαγωγῇ.] " Τὰς δὲ παρὰ ταύτας εἰρημένας ληπτέον μὲν τούτων χάριν." Εἰπὼν περὶ τῶν ἀναγκαίων, πῶς χρὴ ταύτας προτείνειν τε καὶ λαμβάνειν, λέγει καὶ περὶ τῶν οὐκ ἀναγκαίων, αἳ διὰ τέσσαρας τὰς προειρημένας αἰτίας καὶ αὐταὶ ὑπὸ τῶν διαλεκτικῶν παραλαμβάνονται. καὶ φησὶ κοινὸν μὲν καὶ καθόλου περὶ αὐτῶν τὸ δεῖν αὐτὰς τῶν ἀναγκαίων παραλαμβάνειν χάριν, ἰδίᾳ δὲ πῶς ἑκάστῃ χρηστέον, ἑξῆς προστίθησιν.
“因为这总是较不明显的。” 在说明了当必然前提并非极其显而易见时应当如何设定它们(即通过推论设定上位前提,或通过归纳)之后,他现在给出了必须如此设定的原因。因为他说,在拉开距离(即设定更普遍的前提)以及归纳之中,将要产生和推导出来的结论变得较不明显。因此,既由于将要产生的结论较不明显,我们才以那种方式设定必然前提,又由于即便有人对于使用那条道路以设定必然前提的人不予认同,人们直接提出必然且有用的前提本身并要求予以设定也未尝受阻。 [针对同一段文字。“在拉开距离中总是较不明显的”确证了上面的论点,即应当回溯到更普遍的事物或使用归纳。因为一个人越是使用更普遍的前提,越是从直接的前提拉开距离进至较远的事物(例如,若是取“对立者”代替“相反者”,或者通过归纳提出音乐是关于协调者与不协调者的知识),将要产生的结论就越是不明显;因为一旦设定了更普遍的前提,或在归纳中设定了个别前提,对话者就不会立即明白从所设定的前提中将要推导出的究竟是何种结论。无论如何,若是对方承认了“对立者的知识是相同的”,那么随时都可以直接提出那些有用的前提本身,即“相反者的知识是相同的”。尽管以那种方式——也就是如果提问者没有回溯到更普遍的事物或没有使用归纳——由于对话者不予认同,他是无法设定这些前提的。]“在这些之外所提到的前提,应当为了这些前提而设定。” 在谈论了关于必然前提应当如何提出和设定之后,他也谈到了非必然的前提,这些前提本身也出于上述四种原因而被辩证家们采用。他说,关于这些前提共通且普遍的一点是必须为了必然前提而采用它们,接着他逐一补充说明应当如何使用其中的每一种。
"Ἐπάγοντα μὲν ἀπὸ τῶν καθ’ ἕκαστον ἐπὶ τὰ καθόλου καὶ τὰ ἑξῆς." Ἀπὸ γὰρ τῶν καθ’ ἕκαστα καὶ γνωρίμων ἐπὶ τὰ καθόλου καὶ ἄγνωστα δεῖ προϊέναι, τουτέστι χρῆσθαι τοῖς καθ’ ἕκαστα καὶ γνωρίμοις πρὸς τὴν δεῖξιν τῶν καθόλου τε καὶ ἀγνώστων.
“从个别向普遍归纳,等等。” 因为应当从个别的和已知的事物进至普遍的和未知的事物,也就是说,使用个别的和已知的事物来证明普遍的和未知的事物。
"Γνώριμα δὲ μᾶλλον τὰ κατὰ τὴν αἴσθησιν ἢ ἁπλῶς καὶ τὰ ἑξῆς." Ἐνδέχεται γάρ τινα τοῖς σοφοῖς γνωριμώτερα τῶν αἰσθητῶν εἶναι τῷ δι’ ἀποδείξεως αὐτὰ εἰδέναι.4
“依据感觉的事物更为已知,要么单纯而言,等等。” 因为对于智者而言,某些事物完全可能由于他们通过论证认识了它们,从而比感觉对象更为已知。
- 8.7περιίστανται γάρ, κἂν ἀγωνίζωνται, πρὸς τὰ ἐναργῆ δοκοῦντα ἐνίστασθαι
动词 περιίσταμαι 在此与不定词 ἐνίστασθαι 连用,意为“避开做某事”。κἂν ἀγωνίζωνται 为让步插入从句(“即使争辩”)。
- 8.8διὰ τὸ μὴ κεκωλῦσθαι, εἰ μὴ ἐκείνῃ τῇ ὁδῷ χρωμένοις πρὸς τὴν τῶν ἀναγκαίων λῆψιν συγχωροίη τις, τοῦ αὐτὰς τὰς ἀναγκαίας τε καὶ χρησίμους προτείνοντας ἀξιοῦν λαμβάνειν
句子的骨架为 διὰ τὸ μὴ κεκωλῦσθαι ... τοῦ ... ἀξιοῦν λαμβάνειν,其中动词 κωλύω 支配属格不定词(τοῦ ἀξιοῦν),表示“由于……并未受阻”。分词 προτείνοντας 充当不定词 ἀξιοῦν 的逻辑主语(宾格)。中间的 εἰ μὴ ... τις 是一个条件/让步从句(“即使有人不予同意”)。
- 8.8καίτοι μὴ δυνάμενον ταύτας λαβεῖν
宾格分词 μὴ δυνάμενον 充当非人称的宾格绝对分词,或修饰语境中假定的提问者(宾格)。与连词 καίτοι(“然而”、“尽管”)连用,对前文的结论提出了事实上的让步或限制说明。
- 8.11τῷ δι’ ἀποδείξεως αὐτὰ εἰδέναι
带有中性单数与格定冠词 τῷ 的不定词 εἰδέναι,在此充当表示原因或手段的与格(“由于/通过论证认识了它们”)。
