← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§521.25-523.21

辩证法中附加前提的四种功能

注解亚里士多德《论题篇》卷八第一章(155b19–155b26),结合具体事例剖析了辩证家在两个推论所必需的前提之外所引入的附加前提的四种功能(归纳、增加体量、隐瞒结论与明晰化)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.3

" Ὅσαι ληπτέαι παρὰ τὰς ἀναγκαίας." Διελεῖν δὲ δεῖ, φησί, τὰς προτάσεις, ὅσας ὀφείλομεν λαμβάνειν παρὰ τὰς ἀναγκαίας. ἀναγκαίας δὲ λέγει ταύτας, οὐχ ὅτι ἀναγκαίας εἰσὶν ὕλης, ἀλλ’ ὅτι ἐκ τούτων δύο οὐσῶν τὸ ἐλάχιστον ἀναγκαίως συνάγεται τὸ συμπέρασμα.1 ἀλλ’ οἱ διαλεκτικοὶ καὶ πλείονας τῶν δύο λαμβάνουσιν· αὗται δὲ αἱ πλείονές εἰσι τέσσαρες, τουτέστι κατὰ τέσσαρας τρόπους λαμβάνονται. ἢ γάρ, φησί, χάριν ἐπαγωγῆς· χρῶνται γὰρ τῇ ἐπαγωγῇ, ἵνα λάβωσιν ἐκ τοῦ μερικοῦ τὸ καθόλου, καὶ οὕτως ἐπάγουσι τὴν προσεχῆ. ἢ δι’ ὄγκον λόγου, τουτέστιν ἵνα δόξῃ τοῖς ἀκροαταῖς σοφός, παρενείρει τῷ λόγῳ περιττὰς προτάσεις καὶ εὐμήκη τοῦτον ποιεῖ· οἷον ‘ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν; τί δαί; τὸ φύσει καὶ τὸ φύσις ταὐτόν ἐστιν ἢ ἕτερον; τί δαί; τὸ κατὰ φύσιν οὐχ αἱρετόν ἐστιν; τὸ δὲ αἱρετὸν οὐκ ἀγαθόν; ἡ ἡδονὴ ἄρα ἀγαθόν’. αὗται αἱ ληφθεῖσαι προτάσεις περιτταί εἰσι καὶ οὐ χρήσιμοι πρὸς τὸ συμπέρασμα, ἐλήφθησαν δὲ χάριν τοῦ εὐμεγέθη ποιῆσαι τὸν λόγον. ἢ πρὸς κρύψιν τοῦ συμπεράσματος, ὅταν λαμβάνῃ καὶ τοὺς προσυλλογισμοὺς τῶν ἀναγκαίων προτάσεων· ἀναγκαῖαι 〈δ’ αἱ〉 προτάσεις εἰσὶν αἱ προσεχῶς συνακτικαὶ τοῦ συμπεράσματος. [καὶ] οἷον ἔστω συμπέρασμα ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἀντικείμενα· ἀναγκαῖαι οὖν προτάσεις ὅτι τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία· τὰ ἐναντία ἀντικείμενα· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἄρα ἀντικείμενα. ὁ δὲ διαλεκτικὸς βουλόμενος λαθεῖν τὸν προσδιαλεγόμενον, ἴσως διὰ τὸ μὴ τὴν ἐλάττονα πρότασιν συγχωρεῖν, προσυλλογίζεται ταύτην οὕτως· τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες φθαρτικὰ ἀλλήλων· τὰ ἀλλήλων φθαρτικὰ ἅμα εἶναι ἀδύνατον· ταῦτα δὲ ἐναντία εἰσί· τὰ φθαρτικὰ ἄρα ἐναντία ἀλλήλων εἰσίν. ἢ πρὸς τὸ σαφέστερον ποιῆσαι τὸν λόγον· τίθεται γὰρ παρ’ αὐτῶν πολλάκις πρότασις οὐδὲν πλέον παρὰ τὴν ἄλλην δηλοῦσα ἀλλ’ ἢ μόνον ταύτην σαφηνίζουσα.2 παρὰ δὲ ταύτας ἀδύνατον, φησί, λαβεῖν ἑτέραν πρότασιν περιττήν, ἀλλ’ ἢ διὰ τούτων, ἤγουν δι’ ἑνὸς τῶν ῥηθέντων τεσσάρων τρόπων, αὔξειν ἅμα τὸν λόγον καὶ ἐρωτᾶν διαλεκτικῶς· ἄλλοθεν γὰρ ἀδύνατον λαβεῖν προτάσεις περιττάς.

“在必然的前提之外,应当设定的前提有多少。” 他说,我们应当区分在必然的前提之外必须设定多少前提。而他称这些前提为必然的,并非因为它们由必然的质料构成,而是因为从至少有两个的这些前提中,结论必然被推导出来。但辩证家们所设定的甚至多于两个;这些额外的设定有四种,也就是说是以四种方式设定的。他说,要么是为了归纳;因为他们利用归纳,以便从个别中把握普遍,并由此引出切近的前提。要么是为了论证的体量,也就是说,为了在听众面前显得博学,他在论证中穿插多余的前提并使其冗长;例如:“快乐符合自然吗?那么怎样呢?出于自然与自然是同一的还是不同的?那么怎样呢?符合自然的不是值得选择的吗?而值得选择的不是善吗?因此快乐是善。”这些被设定的前提是多余的,对于结论并无用处,但被设定是为了使论证显得宏大。要么是为了隐瞒结论,此时人们还会设定必然前提的预先推论;而必然前提就是那些直接推导出结论的前提。例如,假定结论是“健康者与患病者是对立的”;因此必然的前提是“健康者与患病者是相反的”“相反者是对立的” “因此健康者与患病者是对立的”。但辩证家想要瞒过对话者(也许是因为对方不承认小前提),便如下预先推论这一小前提:“健康者与患病者是互相破坏的”“互相破坏的事物不可能同时存在”“而这些是相反者”“因此互相破坏的事物是互为相反的”。要么是为了使论证更加明晰;因为他们常常提出一个除澄清另一前提外绝不表示更多内容的前提。他说,在这些之外不可能再设定别的多余前提,而只能通过这些(也就是通过所说的四种方式之一)来同时扩充论证并进行辩证提问;因为从其他地方不可能设定多余的前提。

§8.4

"Παρὰ δὲ ταύτας οὐδεμίαν." Προσυπακουστέον τὰς ἀναγκαίας·3 πρόδηλον γὰρ ὅτι πρώτας ἐκείνας δεῖ λαμβάνειν.

“在这些之外绝不可[设定]任何一个。” 必须补入理解“必然的前提”;因为显然必须首先设定那些前提。

§8.5

"Ἀλλὰ διὰ τούτων αὔξειν καὶ ἐρωτηματίζειν πειρατέον." Τουτέστιν ‘ἀλλὰ ταύτας μόνας δεῖ ἔξωθεν προστιθέναι’· τὸ γὰρ αὔξειν τῆς προσθήκης τῶν παρὰ τὰς ἀναγκαίας ἐστὶ δηλωτικόν.

“而应尝试通过这些来扩充并提问。” 也就是说,“而应当仅从外部添加这些”;因为“扩充”正是表明添加必然前提之外的事项。

§8.6

"Εἰσὶ δὲ αἱ πρὸς κρύψιν ἀγῶνος χάριν." Αἱ εἰς κρύψιν καὶ ἀγωνιστικώτεραί εἰσι· κακοῦργον γὰρ ἐν τῷ λόγῳ καὶ ἡ κρύψις. ἀλλ’ ἐπεὶ τῷ διαλεκτικῷ, εἰ πρὸς ἄλλον ὁ λόγος, ἐνδέχεταί ποτε καὶ φιλονεικότερον ἀνανεύειν καὶ μὴ ἕπεσθαι τῷ εὐλόγῳ τῶν ἐρωτωμένων τε καὶ τιθεμένων, χρήσιμον τῷ διαλεκτικῷ εἰς τὸ προκείμενον χρήσασθαι καὶ τοῖς τοιούτοις. διὸ δεῖ παρεσκευάσθαι καλῶς εἰς τὸ οὕτως ἐρωτᾶν. διὰ τοῦτο γὰρ ἐπήνεγκεν ἀλλ’ ἐπειδὴ πᾶσα ἡ τοιαύτη πραγματεία πρὸς ἕτερόν ἐστι καὶ τὰ ἑξῆς. Τὰς μὲν οὖν ἀναγκαίας οὐκ εὐθὺς προτατέον, ἀλλ’ ἀποστατέον ὅτι ἀνωτάτω, τουτέστιν ἐπὶ τὰ καθολικώτερα καὶ κοινότερα, ἐὰν διὰ συλλογισμοῦ τὴν λῆψιν τῶν ἀναγκαίων ποιώμεθα. ἐὰν δὲ μὴ τιθῇ, δι’ ἐπαγωγῆς ληπτέον, τουτέστιν ἐὰν τὸ καθόλου καὶ ἀνώτερον τῆς ἀναγκαίας προτάσεως βουλώμεθα λαβεῖν, μὴ συγχωρῇ δὲ ὁ ἀποκρινόμενος, πειρατέον δι’ ἐπαγωγῆς λαβεῖν, οὐ τὴν καθόλου καὶ ἀνωτέραν ἀλλὰ τὴν ἀναγκαίαν· ἐργωδέστερον γὰρ τὸ κοινότερον τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπ’ ἐκεῖνο δι’ ἐπαγωγῆς λαβεῖν.4 αὐτὸ δὴ τὸ προκείμενον καὶ ἀναγκαῖον χρὴ πειρᾶσθαι δι’ ἐπαγωγῆς λαμβάνειν. ἦν δὲ τοῦτο 〈τὸ〉 τῶν ἐναντίων εἶναι μίαν ἐπιστήμην· ληψόμεθα δὴ ‘καὶ ἀρτίου καὶ περιττοῦ ἐναντίων ὄντων ἡ αὐτὴ ἐπιστήμη· ἀριθμητικὴ γάρ· καὶ ἡρμοσμένου καὶ ἀναρμόστου· μουσικὴ γάρ· καὶ εὐεκτικοῦ καὶ καχεκτικοῦ· γυμναστικὴ γάρ· καὶ ἀρετῆς καὶ κακίας· ἠθικὴ γὰρ φιλοσοφία· καὶ πλούτου καὶ πενίας· ποριστικὴ γάρ’· καὶ οὕτως ἐπάγοντες ἀξιώσομεν τὸ καὶ πάντων τῶν ἐναντίων τὴν αὐτὴν εἶναι ἐπιστήμην.

“而用于隐瞒的前提是为了争辩。” 用于隐瞒的前提也是更具争辩性的;因为在论证中隐瞒也是一种狡黠。但既然对辩证家而言,如果论证是针对他人的,有时对方可能会相当争强好胜地予以拒绝,而不顺从所提问和确立事项的合情合理之处,因此对辩证家而言,为了当前的目的使用此类手段也是有益的。为此,必须充分准备好以这种方式提问。正是由于这个缘故,他接着说道“但由于所有这类活动都是针对他人的”等等。因此,如果我们通过推论来设定必然的前提,就不应当立即提出必然的前提,而应当尽可能远离至最高处,即进至更为普遍和共通的事物。但如果对方不承认,就必须通过归纳来设定;也就是说,如果我们想要设定比必然前提更为普遍且处于上位的前提,而应答者不予承认,我们就应尝试通过归纳来设定的不是那普遍且上位的前提,而是必然前提本身;因为相比处于其下的较不共通的事物,通过归纳设定更为共通的前提是更为费力的。必须尝试通过归纳设定的正是当前所确立的必然前提本身。而这就是“相反者的知识是单一的”;于是我们将设定:“偶数与奇数作为相反者,有相同的知识,因为它是算术;协调者与不协调者也是如此,因为它是音乐;健康状态与不良状态也是如此,因为它是体操;德性与恶行也是如此,因为它是伦理哲学;财富与贫困也是如此,因为它是获利之术”;以这种方式进行归纳,我们将要求对方承认所有相反者的知识也是相同的。

语法注4 条
  1. 8.3ἐκ τούτων δύο οὐσῶν τὸ ἐλάχιστον ἀναγκαίως συνάγεται τὸ συμπέρασμα

    δύο οὐσῶν 既可视为与由介词 ἐκ 支配的 τούτων 一致的属格分词,亦可视为独立的属格绝对结构;在此作表述性用法,补充限定前提的最低数量(“当它们至少为二时”)。τὸ ἐλάχιστον 为状语性宾格,意为“至少”。

  2. 8.3ἀλλ’ ἢ μόνον ταύτην σαφηνίζουσα

    紧接否定表述 οὐδὲν πλέον παρὰ τὴν ἄλλην δηλοῦσα 之后的 ἀλλ’ ἤ 为惯用连词结构,意为“除了……之外”或“仅仅”。此处的现在分词 σαφηνίζουσα 与 δηλοῦσα 并列修饰主语 πρότασις。

  3. 8.4Προσυπακουστέον τὰς ἀναγκαίας

    由中性单数动形容词 προσυπακουστέον 构成的无人称结构,表示义务或必然(“必须暗中补入理解”),其补足语为宾格 τὰς ἀναγκαίας(省略了 προτάσεις)。

  4. 8.6ἐργωδέστερον γὰρ τὸ κοινότερον τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπ’ ἐκεῖνο δι’ ἐπαγωγῆς λαβεῖν

    句子的主干结构是以不定式短语 τὸ ... λαβεῖν 作主语,以中性比较级形容词 ἐργωδέστερον 作表语(“是更为费力的”)。τὸ κοινότερον 是不定式 λαβεῖν 的直接宾语,而 τῶν ἐλαττόνως κοινῶν ὄντων ὑπ’ ἐκεῖνο 为比较属格短语(“相比处于其下的较不共通者”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:521.25-523.21