- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:520.24-521.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》第八卷第一章155b3–155b7的注解。亚历山大梳理了提问者的三个步骤(发现论题、构思编排提问、实际提问),并对比了证明者与辩证家的同异:两者在发现论题上相同,但辩证家独有对提问的编排,且需使用遥远的前提隐蔽意图以获得对方的承认。
" Δεῖ δὲ πρῶτον μὲν ἐρωτᾶν μέλλοντα." Δεῖ, φησί, τὸν μέλλοντα ἐρωτᾶν διαλεκτικῶς πρῶτον μὲν ἐφευρίσκειν καθ’ ἑαυτὸν σκοποῦντα τὸν τόπον ὅθεν ὀφείλει ἐπιχειρεῖν καὶ διαλέγεσθαι, δεύτερον δὲ σχηματίζειν καθ’ ἑαυτὸν τὴν ἐρώτησιν, πῶς ἂν προτείνοι αὐτὴν διαλεκτικῶς,1 τουτέστιν ἀντιφατικῶς, οἷον ἆρα ἡ ψυχὴ ἀθάνατός ἐστιν ἢ οὔ, καὶ σὺν τούτῳ τάξαι καθ’ ἑαυτὸν τὰ καθ’ ἕκαστον τῶν εὑρεθέντων ἐπιχειρημάτων, ποῖον δεῖ πρῶτον ἐπενεγκεῖν καὶ ποῖον μετὰ ταῦτα καὶ ἐφεξῆς, καὶ τρίτον προενεγκεῖν τὴν ἐρώτησιν.
“首先,将要提问的人必须。” 他说,将要进行辩证提问的人,首先必须独自考察并发现他应当据以进行论证和探讨的论题;其次必须独自构建提问的形式,即如何能够辩证地(也就是说按照矛盾)提出这个问题(例如“灵魂是不朽的还是不是?”),并随之独自编排所发现的每个论据,应当首先提出哪一个,在其后提出哪一个,以及依序如何;第三则是提出该问题。
"Μέχρι μὲν οὖν τοῦ εὑρεῖν τὸν τόπον." Ἀπὸ τῶν αὐτῶν μέν, φησί, τόπων ἀφ’ ὧν ἐπιχειρεῖ ὁ διαλεκτικὸς κατασκευάζειν ἢ ἀνασκευάζειν, ἀπὸ τῶν αὐτῶν ἐπιχειρεῖ καὶ ὁ ἀποδεικτικός· καὶ μέχρι τοῦ εὐπορῆσαι τῶν τοιούτων ἐπιχειρημάτων καὶ ἀμφοτέροις ἡ αὐτὴ σκέψις. ἴδιον δὲ τοῦ διαλεκτικοῦ τὸ τοὺς εὑρεθέντας τόπους τάττειν καθ’ ἑαυτὸν καὶ ποιεῖν ὡς προείπομεν· ποιεῖ δὲ ταῦτα ὁ διαλεκτικὸς εἰκότως, διότι πρὸς ἕτερον προτείνει τὰ εὑρεθέντα. ὁ δὲ ἀποδεικτικὸς καθ’ ἑαυτὸν ζητῶν τὸ ἀληθὲς οὐ φροντίζει, ἂν ἀληθῆ καὶ γνώριμον λάβῃ πρότασιν·2 οὐ γὰρ ἔχει ἀνάγκην ὁμολογηθῆναι ταύτην παρὰ τοῦ ἀποκρινομένου· οὐ γὰρ ἐρωτᾷ, ἀλλὰ λαμβάνει καθ’ ἑαυτόν. ποιεῖ δὲ ταῦτα ὁ ἀποδεικτικὸς διὰ τὸ σύνεγγυς εἶναι τὰς ληφθείσας προτάσεις τῷ ἐξ ἀρχῆς τεθέντι προβλήματι, καὶ ὅτι εὐθὺς ἐκ τῶν σύνεγγυς προτάσεων προορᾷ τὸ συμβησόμενον συμπέρασμα. λαμβάνει γὰρ φέρε εἰπεῖν ὅτι ἡ ψυχὴ αὐτοκίνητος, ἥτις πρότασις ἀληθής ἐστι καὶ γνώριμος καὶ προσεχῶς συνακτικὴ τοῦ ὅτι ἡ ψυχὴ ἀθάνατος· κἂν γὰρ ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ οὐ συγχωρήσῃ ταύτην3 διὰ τὸ συνορᾶν τὸ ἐκ τούτου συμπέρασμα, ἀλλ’ οὖν ἐκεῖνος λαμβάνει ταύτην. καὶ διὰ τοῦτο μάλιστα σπουδάζει, καθόσον πέφυκε γνωριμώτατα καὶ ἐγγύτατα εἶναι τοῦ συμπεράσματος καὶ πρῶτα καὶ ἄμεσα, τὰ λαμβανόμενα ἀξιώματα,4 ἤγουν τὰς προτάσεις· ἐκ γὰρ τούτων γίνονται οἱ ἀποδεικτικοὶ συλλογισμοί. ὁ δὲ διαλεκτικὸς οὐ λαμβάνει ταῦτα οὕτως (οὐδὲ γὰρ συγχωρήσειεν ἄν ταῦτα ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ διὰ τὸ προορᾶν ἐκ τῶν σύνεγγυς τὸ συμβησόμενον), ἀλλὰ φροντίζει ὅπως ἂν λάθῃ τὸν προσδιαλεγόμενον, ὥστε ὁμολογῆσαι ὃ βούλεται. οἷον ἐρωτᾷ ‘ἕτερόν ἐστι τὸ κινοῦν τὴν ψυχήν, ἢ αὐτὴ ἑαυτὴν κινεῖ;’· τοῦ δὲ ὁμολογήσαντος ὅτι ἑαυτὴν κινεῖ, ἐπάγει ‘πᾶν δὲ τὸ κινοῦν αὐτὸ ἑαυτὸ αὐτοκίνητόν ἐστι· τοῦτο δὲ ἀθάνατον· καὶ ἡ ψυχὴ ἄρα ἀθάνατος’. ἔλαβεν οὖν τὴν πόρρω, ἵνα λάθῃ τὸν ἀποκρινόμενον καὶ ὁμολογήσῃ ἐκ ταύτης τὴν προσεχῆ καὶ οὕτως συνάξῃ τὸ συμπέρασμα.
“因此,直到发现论题为止。” 他说,辩证家据以尝试确立或反驳的论题,进行证明的人也正是据以尝试的;而且在充裕获得此类论据之前,两者的考察是相同的。但是独自编排所发现的论题并如我们前面所说的那样行事,则是辩证家所特有的;辩证家理所当然这样做,因为他是向他人提出所发现的事项。然而,独自探求真理的证明者只要掌握了真实且为人熟知的命题,就不再顾虑其他;因为他没有必要让这一命题获得应答者的赞同;因为他并不提问,而是独自予以设定。证明者这样做,是因为所获得的诸前提与最初确立的论题极为切近,并且由于他能从切近的前提立刻预见将要得出的结论。因为,例如,他设定“灵魂是自我运动的”,这一命题是真实且为人熟知的,并且能直接推导出“灵魂是不朽的”;因为即使与辩证家对话的人因看透由此得出的结论而不肯承认这一点,然而证明者却直接设定它。正因如此,他尤其致力于使所设定的公理(即诸前提)尽可能自然地最为熟知且离结论最近,并且是第一的与直接的;因为证明性的推论正是由这些构成的。但辩证家并不以这种方式设定它们(因为与辩证家对话的人也会因从切近的前提预见将要发生的结果而不予承认),而是留意如何能瞒过对话者,以便使其承认自己所欲求的事项。例如他提问:“推动灵魂的是别的事物,还是它自身推动自身?”在对方承认是它自身推动自身之后,他便追加道:“凡自身推动自身的都是自我运动的;而这是不朽的;因此灵魂也是不朽的。”因此,他设定了遥远的前提,以便瞒过应答者,并据此使其承认切近的前提,从而推导出结论。
- 8.1πῶς ἂν προτείνοι αὐτὴν διαλεκτικῶς
πῶς ἂν προτείνοι 是带有潜能祈愿语气(ἄν + 祈愿式)的间接疑问从句,具体说明前文不定式 σχηματίζειν(构想形式)所蕴含的内心思虑内容。
- 8.2οὐ φροντίζει, ἂν ἀληθῆ καὶ γνώριμον λάβῃ πρότασιν
ἂν ... λάβῃ 是条件从句(ἐάν + 虚拟式),意为“如果掌握了真实且为人熟知的前提,他便不再顾虑[其他]”。主句否定词 οὐ 直接否定 φροντίζει,后文的 οὐ γὰρ ἔχει ἀνάγκην 说明了无需顾虑的原因。
- 8.2κἂν γὰρ ὁ προσδιαλεγόμενος τῷ διαλεκτικῷ οὐ συγχωρήσῃ ταύτην διὰ τὸ συνορᾶν τὸ ἐκ τούτου συμπέρασμα, ἀλλ’ οὖν ἐκεῖνος λαμβάνει ταύτην
在由 κἂν (καὶ ἐάν) 引导的让步从句中,否定词使用 οὐ 而非 μή,是因为它与动词 συγχωρήσῃ 紧密结合构成词汇性否定(“拒绝/不承认”)。主句中的 ἀλλ' οὖν 则引出针对让步的坚决承接(“纵使……然而还是……”)。
- 8.2καθόσον πέφυκε γνωριμώτατα καὶ ἐγγύτατα εἶναι τοῦ συμπεράσματος καὶ πρῶτα καὶ ἄμεσα, τὰ λαμβανόμενα ἀξιώματα
倒装结构(hyperbaton):πέφυκε 的主语是位于句末的 τὰ λαμβανόμενα ἀξιώματα,而系词 εἶναι 的表语形容词群(γνωριμώτατα καὶ ἐγγύτατα... καὶ πρῶτα καὶ ἄμεσα)被提前以示强调。
