- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:519.20-520.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明辩证家与演说家相似,不仅需要发现论题,还需要论据的编排与提问的技艺,同时应答的技艺亦必不可少;他还引用了另一则序言,概述了论据的编排以及依据矛盾进行提问的重要性。
δεῖ οὖν καὶ περὶ τὸ ἐρωτᾶν ἐμπειρίαν τινὰ καὶ τέχνην ἔχειν τὸν διαλεκτικόν, ὡς διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως δύνασθαι λαμβάνειν1 τὰ πρὸς τὸν προκείμενον αὐτῷ συλλογισμὸν χρήσιμα. καὶ ἔστι κατὰ τοῦτο ὁμοιότης τῇ τε ῥητορικῇ καὶ τῇ διαλεκτικῇ· ὡς γὰρ τῷ ῥήτορι καὶ αὐτῷ πρὸς ἄλλον ποιουμένῳ τοὺς λόγους (ἢ γὰρ πρὸς δῆμον ἢ πρὸς θεωρὸν ἢ πρὸς δικαστήν) δεῖ μετὰ τὴν εὕρεσιν τῶν ῥηθησομένων οἰκονομίας τε τούτων,2 ἥτις ἐστὶ τάξις τῶν εὑρημένων, καὶ ποιᾶς ἑρμηνείας τε καὶ φράσεως, οὕτως καὶ τῷ διαλεκτικῷ μετὰ τὴν τῶν τόπων ἀφ’ ὧν αἱ δείξεις τῶν προκειμένων εὕρεσιν δεῖ τῆς τῶν εὑρημένων ποιᾶς τάξεως καὶ παρασκευῆς πρὸς τὴν ἐρώτησιν, καὶ ἐπὶ τούτοις αὐτῆς τῆς ἐρωτήσεως, ἥτις ἐστὶν ἀνάλογος τῇ τοῦ ῥήτορος φράσει. ἐπεὶ δὲ οὐ μόνον ἐστὶ τοῦ διαλεκτικοῦ τὸ ἐρωτᾶν ἀλλὰ καὶ τὸ ἀποκρίνεσθαι, ὡς εἶπε καὶ αὐτὸς ἀρχόμενος τῆς πραγματείας (εἶπε γὰρ “καὶ αὐτοὶ λόγον ὑπέχοντες μηδὲν ἐροῦμεν ὑπεναντίον”), διὰ τοῦτο οὐ περὶ ἐρωτήσεως μόνης ἀλλὰ καὶ περὶ ἀποκρίσεως ποιήσεται τὸν λόγον. ὥσπερ γὰρ τοῦ ἐρωτῶντός ἐστι τὸ καλῶς ἐρωτᾶν (τοῦτο δέ ἐστι πρὸς τὸ λαβεῖν χρησίμως ὃ βούλεται), οὕτως καὶ τοῦ ἀποκρινομένου τὸ καλῶς ἀποκρίνεσθαι, ὅπερ ἐστὶν ἐν τῷ μηδὲν ὑπεναντίον διδόναι οἷς ἔθετο τὴν ἀρχήν. διὰ τοῦτο δὲ καὶ ἀξιοῦσί τινες ἐπιγράφειν τὸ βιβλίον τοῦτο Περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, ἄλλοι δὲ Περὶ τάξεως καὶ ἀποκρίσεως, ἐπεὶ καὶ αὐτὸς περὶ τούτων εἰπεῖν ἀρχόμενος προτίθεται. [ἄλλως. ἑτέρου. Διδάξας ἐν ἀρχαῖς τῆς παρούσης πραγματείας ὅτι τέσσαρα γένη προβλημάτων εἰσί, τά τε κατὰ συμβεβηκός, τὰ γενικά, τὰ ἰδικὰ καὶ τὰ ὁρικά, καὶ ἐφεξῆς ἑκάστου τοὺς οἰκείους παραδοὺς τόπους τούς τε ἀνασκευαστικοὺς καὶ τοὺς κατασκευαστικούς, ὕστερον δὲ καὶ περὶ τοῦ ταὐτοῦ μικρόν τι διαλεχθεὶς ὡς πρὸς τὰ ὁρικὰ προβλήματα χρησιμεύοντος, παραδοὺς οὖν ἐν τούτοις πᾶσι,3 πόθεν ὀφείλομεν λαμβάνειν τὰ ἐπιχειρήματα τοῦ κατασκευάζειν ἢ ἀνασκευάζειν ἕκαστον αὐτῶν, νῦν προτίθεται διδάξαι καὶ περὶ τῆς τάξεως αὐτῶν, ὡς ἂν μὴ ἀτάκτως καὶ ὡς ἔτυχεν αὐτὰ προφέρωμεν (ἀρίστη γὰρ οἰκονομία τὸ εἰδέναι τίνα πρῶτον δεῖ προφέρειν, τίνα δ’ ὕστερον) καὶ μὴ ὥσπερ οἱ ῥήτορες· ἐκεῖνοι γὰρ οὐχ ὡς ἔχουσι φύσεως καὶ τάξεως τὰ κεφάλαια τιθέασιν, ἀλλ’ ὡς ὁ καιρὸς ἀπαιτεῖ. διδάσκει οὖν ποῖα τῶν ἄλλων ὀφείλομεν προτάττειν, τὰ ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων τῶν ἀπὸ τῶν ἐναντίων ἢ ταῦτα ἐκείνων,4 εἴ γε πολλῶν τοιούτων εὐποροῦμεν, ἀλλὰ δὴ καὶ περὶ τοῦ πῶς δεῖ ἐρωτᾶν, ἤτοι κατὰ ἀντίφασιν· τοῦτο γὰρ ἡ διαλεκτικὴ μέθοδος ἀπαιτεῖ.]
因此,辩证家还必须掌握关于提问的某种经验和技艺,以便能够通过提问的方式获得有助于摆在他面前之推论的事项。在这方面,修辞学与辩证术之间存在相似之处;因为正如演说家也是向他人发表演说(因为不是面对民众大会,就是面对旁观者,或是面对审判官),在发现了所要言说的事项之后,需要对这些事项进行经营——即对所发现事项的编排——以及需要某种阐释与文风,同样,辩证家在发现了借以证明摆在面前之事项的诸论题之后,也需要对所发现的事项有某种编排以及针对提问的准备,此外还需要提问本身,这与演说家的文风是相当的。既然提问不仅属于辩证家,应答也同样属于他,正如他自己在开启本论著时所说(因为他说“以便我们在自己承担论辩时也不说出任何自相矛盾之言”),正因如此,他将不仅就提问展开论述,而且就应答展开论述。因为正如妥善提问属于提问者(这在于有成效地获得他所想要的),妥善应答也同样属于应答者,这在于绝不承认任何与他在开端所确立的主张相悖的事项。正因如此,有些人主张将本卷题为《论提问与应答》,而另一些人则题为《论编排与应答》,因为他自己在开始时也提出了要论述这些事项。[另一传本,出自另一人:他在当前论著的开端教授了论题有四种属——偶适的、属的、固有的和定义的——并接连传授了适合于每一类的论题(既有用于反驳的,也有用于确立的),随后又就同一性略作论述,因其有助于定义性论题,因此,在所有这些内容中传授了我们应当从何处获取用于确立或反驳它们中每一项的论据之后,他现在又提出要教授关于它们的编排,以免我们无序且随意地提出它们(因为最卓越的经营便是知晓应当先提出哪些、后提出哪些),并且不致像演说家那样;因为那些人并不是按照各要点在自然和秩序上的状态来确立它们,而是依照时机所要求的来确立。因此他教授了我们应当将哪些置于其他之前,如果我们在许多此类论题上储备充裕的话,究竟是将源自词形屈折和同源词的论题置于源自对立面的论题之前,还是将后者置于前者之前,此外还教授了应当如何提问,即按照矛盾来提问;因为这正是辩证方法所要求的。]
- 8.0ὡς διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως δύνασθαι λαμβάνειν
连词 ὡς 与不定式 δύνασθαι 连用,表示结果或目的(“以便能够……”),从属于前文由 δεῖ ... τὸν διαλεκτικόν 所引导的主句。
- 8.0δεῖ μετὰ τὴν εὕρεσιν τῶν ῥηθησομένων οἰκονομίας τε τούτων
无人称动词 δεῖ 支配人的与格(τῷ ῥήτορι)与所需之物的属格(οἰκονομίας ... καὶ ποιᾶς ἑρμηνείας),意为“某人需要某物”。在后文针对辩证家的平行分句中(οὕτως καὶ τῷ διαλεκτικῷ ... δεῖ τῆς τῶν εὑρημένων ποιᾶς τάξεως...)重复了完全相同的结构。
- 8.0παραδοὺς οὖν ἐν τούτοις πᾶσι
在另一序文(ἄλλως)的开头,先前一系列较长的前置分词从句(Διδάξας ... παραδοὺς ... διαλεχθείς)通过带有复指小词 οὖν 的分词 παραδούς 予以重述和归纳(复指性分词结构),从而平稳引出主句谓语 προτίθεται διδάξαι。
- 8.0τὰ ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων τῶν ἀπὸ τῶν ἐναντίων ἢ ταῦτα ἐκείνων
带有比较属格的结构。名词化的介词短语 τὰ ἀπὸ τῶν πτώσεων καὶ τῶν συστοίχων 作宾格直接宾语,受 προτάττειν 支配,随后的 τῶν ἀπὸ τῶν ἐναντίων 为比较属格(“比源自对立面的论题[更先]”)。后半句 ἢ ταῦτα ἐκείνων 则借助代词将这一比较关系反转(“或者将后者置于前者之前”)。
