← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§518.3-519.20

第八卷的主要论题与论题的编排及运用

作为亚里士多德《论题篇》第八卷的导言,通过两篇序文解释了第八卷所处理的三个主要论题(提问与应答的技艺、论辩的评估、实践性训练)以及在辩证推论中论题的编排与运用的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.0#1

[Ὥσπερ ἐν τῷ πρώτῳ προτεχνολογεῖταί τινα χρήσιμα κατὰ τὴν πραγματείαν, οὕτως καὶ ἐν τῷ ὀγδόῳ ἐπιτεχνολογεῖταί τινα. πρόκειται τοίνυν αὐτῷ περὶ τριῶν εἰπεῖν κεφαλαίων. πρῶτον μὲν περὶ ἐρωτήσεως καὶ ἀποκρίσεως, πότε ὀρθὴ ἑκατέρα καὶ πότε ἡμαρτημένη. παράκειται δὲ τῷ μὲν περὶ ἐρωτήσεως τά τε πρὸς κρύψιν λαμβανόμενα καὶ ὅλως δι’ ὧν ἂν ὁ ἐρωτῶν ἐπάγοιτο τὸν ἀποκρινόμενον τὴν καθόλου πρότασιν αὐτῷ τιθέναι, ἐπειδὴ ἄνευ ταύτης ἀδύνατόν ἐστι συλλογίσασθαι· τῷ δὲ περὶ ἀποκρίσεως λόγῳ παράκειται ὅ τε περὶ διαιρέσεως λόγος τῶν προτάσεων καὶ περὶ τῆς τῶν σημαινομένων ἀμφιβολίας καὶ ὅλως ὁ περὶ ἐνστάσεως· διὸ καὶ περὶ τούτων λέγει. ἐπεὶ δὲ τῶν προβλημάτων ὅσα εὐχερές ἐστι φυλάξαι, ταῦτα δυσχερές ἐστι τὸν θέμενον ἐλέγξαι,1 ἔστι δὲ τοῦ μὲν ἀποκρινομένου τὸ ἣν ἔθετο θέσιν φυλάξαι, τοῦ δὲ ἐρωτῶντος τὸ τὴν θέσιν ἐλέγχειν, κοινὸς ἂν εἴη τῷ ἐρωτῶντι καὶ ἀποκρινομένῳ ὁ περὶ τούτων λόγος· διόπερ καὶ περὶ τούτων λέγει, ὕστερον μὲν τῆς ἐρωτήσεως, πρότερον δὲ τῆς ἀποκρίσεως. τὸ δὴ πρῶτον κεφάλαιον τοῦτο. τὸ δὲ δεύτερον ποσαχῶς ἐστι λόγος ψεκτὸς καὶ ἐπαινετός, ὅτι τριχῶς, ἢ καθ’ αὑτὸν ἢ ὡς πρὸς τὸ πρόβλημα ἢ παρὰ τὸν ἕτερον τῶν διαλεγομένων· ἐνδέχεται γὰρ καὶ τὸν λόγον αὐτὸν καθ’ αὑτὸν ψεκτὸν ἢ ἐπαινετὸν εἶναι, καὶ τούτων ὁποτερονοῦν ὄντα καθ’ αὑτὸν πρὸς τὸ πρόβλημα τὰ ἐναντία εἶναι· ποτὲ δὲ καὶ δυνάμενος καλῶς ἐρωτηθῆναι παρὰ τὴν θατέρου τῶν διαλεγομένων μοχθηρίαν ψεκτὸς ἂν γένοιτο.2 τοῦτο δὲ τὸ δεύτερον κεφάλαιον. τρίτον δὲ πῶς ἂν γυμνασθείημεν πρὶν εἰς τὴν διάλεξιν ἐλθεῖν, καὶ τίς ἡ προκατασκευή.] [ἄλλως.] Ἐν τῷ πρώτῳ τὴν διαίρεσιν ποιησάμενος τῶν διαλεκτικῶν προβλημάτων καὶ δείξας ὅτι τέσσαρά ἐστιν, παραδοὺς δὲ καὶ τοῖς μετ’ ἐκεῖνο βιβλίοις καὶ τοὺς πρὸς ἕκαστον γένος τῶν προβλημάτων τόπους, δι’ ὧν οἷοί τε ἐσόμεθα εὐπορεῖν ἐπιχειρημάτων πρός τε τὰς ἀνασκευὰς τῶν προβλημάτων καὶ πρὸς τὰς κατασκευάς, ἐν τούτῳ ὄντι τελευταίῳ τῆς πραγματείας περὶ τῆς χρήσεως αὐτῶν ποιεῖται τὸν λόγον· οὐ γὰρ αὐτάρκης ἡ τῶν τόπων εὕρεσις τῷ διαλεκτικῷ πρὸς τὸ συλλογίζεσθαι δι’ αὐτῶν τὸ προκείμενον, ἀλλὰ δεῖ αὐτῷ καὶ ποιᾶς τάξεως αὐτῶν καὶ χρήσεως. αἴτιον δὲ τούτου, ὅτι τῷ διαλεκτικῷ πρὸς ἄλλον ὁ λόγος, καὶ ἐξ ἐρωτήσεως λαμβάνει τὰς προτάσεις δι’ ὧν τὸ προκείμενον συλλογίζεται. διὰ τοῦτο γὰρ καὶ ἡ διαλεκτικὴ πρότασις ὡρίσθη ἐρώτησις ἀντιφάσεως εἶναι. δεῖ δὲ αὐτῷ καὶ ποιᾶς τάξεως τῶν ἐρωτωμένων· οὐ γὰρ τὰς αὐτὰς ἀποκρίσεις ἀποκρίνονται περὶ τῶν αὐτῶν οἱ ὁπωσοῦν ἐρωτώμενοι, ἀλλὰ πολλάκις ἃ οὐκ ἂν συγχωρήσειαν ἁπλῶς ἐρωτηθέντες, ταῦτα διδόασι διὰ τὸν τρόπον τῆς ἐρωτήσεως.

[正如在第一卷中针对本论著预先作了某些有用的技术性阐述,同样在第八卷中也补充了某些技术性内容。因此,他的目的是论述三个主要题目。第一是关于提问与应答,二者各自何时正确、何时有误。附属于关于提问之论述的,既有为了隐匿而选取的命题,也有总的来说提问者借以诱导应答者为他确立全称命题的手段,因为没有全称命题便不可能进行推论。而附属于关于应答之论述的,则是关于划分命题的论述、关于意义含混性的论述以及总的来说关于反驳的论述;因此他也论及这些内容。既然在诸问题中,凡是容易防守的,反驳提出该主张的人便是困难的,而防守所提出的命题是应答者的任务,反驳该命题是提问者的任务,那么关于这些的论述对于提问者和应答者而言当是共通的;因此他也论及这些,排在提问之后、应答之前。这便是第一个主要题目。第二个是论辩在几种方式上是受谴责的和受称赞的,即在三种方式上:或者依其自身,或者相对于问题,或者归咎于对话者的某一方;因为论辩本身依其自身既可能是受谴责的或受称赞的,并且依其自身无论处于哪一种状态,相对于问题都可能是完全相反的;有时甚至原本能够在提问中被妥当地提出,却由于对话者某一方的不良表现而变得受谴责。这便是第二个主要题目。第三个则是我们在进入对话之前当如何练习,以及预先准备是什么。][另一序言:]在第一卷中作出了辩证问题的划分并指明其有四种,且在紧随其后的诸卷中传授了针对每一类问题的论题,通过这些论题我们将能够拥有充裕的论据来反驳和确立诸问题,而在作为本论著最后一卷的本卷中,他展开了关于它们之运用的论述;因为论题的发现对于辩证家而言,并不足以借此推论出摆在面前的论题,他还需要论题的一定编排与运用。造成这种情况的原因是,辩证家的言说针对的是他人,并且他是从提问中获得借以推论出摆在面前之论题的前提的。正因为此,辩证前提才被定义为矛盾之提问。而且他还需要对所提问之事项有某种编排;因为随意被提问的人对于相同的事情并不会给出相同的回答,反之,他们往往对于单纯被询问时绝不赞同的事情,会由于提问的方式而加以承认。

语法注2 条
  1. 8.0τῶν προβλημάτων ὅσα εὐχερές ἐστι φυλάξαι, ταῦτα δυσχερές ἐστι τὸν θέμενον ἐλέγξαι

    句首的属格 τῶν προβλημάτων 是从属于 ὅσα 的部分性属格,为突出而提前。在主句 ταῦτα δυσχερές ἐστι τὸν θέμενον ἐλέγξαι 中,ταῦτα 指示前述关系从句,而 τὸν θέμενον(不定过去时中动分词充当名词)是非人称谓语 δυσχερές ἐστι 所带不定词 ἐλέγξαι 的直接宾语,句式骨架为“(对于提问者而言)反驳提出这些主张的人是困难的”。

  2. 8.0ποτὲ δὲ καὶ δυνάμενος καλῶς ἐρωτηθῆναι παρὰ τὴν θατέρου τῶν διαλεγομένων μοχθηρίαν ψεκτὸς ἂν γένοιτο

    分词 δυνάμενος 为阳性主格单数,与前句承继的未明示主语 λόγος 一致,带有让步意味。被动不定词 ἐρωτηθῆναι 指“论辩在提问中被提出”。介词短语 παρὰ τὴν ... μοχθηρίαν 中,παρά 接宾格表示原因,意为“由于对话者某一方的不良表现/缺陷”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:518.3-519.20