- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:516.12-517.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
基于亚里士多德的论题学说,解释了为何针对偶性的论题可以共通适用于所有谓词问题,并分析了定义、固有属性和偶性在确立与反驳上的难易差异:定义的建立最为困难,固有属性因其复合性而反驳容易但确立困难,偶性则确立容易而反驳最难。
" Μόνα γὰρ τὰ πρὸς τὸ συμβεβηκὸς κοινὰ πάντων τῶν εἰρημένων ἐστίν." Ἤγουν οὐ μόνου τοῦ συμβεβηκότος ἐστὶν ἀναιρετικὰ ἀλλὰ καὶ τῶν ἄλλων· καὶ γὰρ τὸ ἐπὶ τοῦ κατὰ συμβεβηκὸς ζητούμενον, εἰ ὑπάρχει μόνον, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ζητεῖται, εἰ τὸ ἴδιον καὶ τὸ γένος1 καὶ ὁ ὅρος ὑπάρχει τῷ πράγματι. εἰ δὲ μὴ ἀντιστρέφει τὸ ὡς γένος ἀποδοθὲν πρὸς τὸ πρᾶγμα, οὐκ ἀνῄρηται ἤδη ὡς μὴ ὂν γένος· καὶ τὸ ἴδιον εἰ μὴ ὡς γένος, ἤγουν οὐσιωδῶς, ἀποδέδοται, 〈οὐκ〉 ἤδη καὶ μὴ εἶναι ἴδιον ἀποδέδεικται.2 ὁμοίως καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκός· οὐ γάρ, 〈εἰ〉 μὴ ὡς γένος, ἤγουν οὐσιωδῶς, ὑπάρχει τῷ πράγματι, ἢ εἰ οὐκ ἀντιστρέφει ὡς ἴδιον, δείκνυται καὶ μὴ συμβεβηκὸς ὄν.
“因为只有针对偶性的论题才是所有上述问题所共有的。” 也就是说,它们不仅能取消偶性,也能取消其他问题;因为在偶性中所探讨的事情,即仅仅是否属于,在其他问题中也同样被探讨,即固有属性、属和定义是否属于该事物。但是,作为属给出的项若不与该事物换位,它并未因此就被取消为不是属;而且固有属性若不是作为属、即本质地给出,它也〈并未〉因此就被证明不是固有属性。在针对偶性的〔问题〕中同样如此;因为并不是说,〈如果〉它不作为属、即本质地属于该事物,或者不作为固有属性而换位,它就因此被证明也不是偶性。
"Καὶ τοῦτο καλῶς δεῖ πεποιηκέναι." Δεῖ δέ, φησίν, καὶ τοῦτο, ἤγουν τὸ συλλογίζεσθαι καὶ δεικνύειν ὅτι ὁ ὅρος τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ, καλῶς ποιεῖν, εἰ μὴ ἀσαφὲς μηδὲ περιττόν τι ἔχει ὁ λόγος,3 πρὸς ἃ πλείους ἡμῖν παραδέδωκε τόπους. διά τε τοῦτο οὖν καὶ τὰ εἰρημένα πάντα χαλεπώτατον κατασκευάζειν τὸν ὅρον. Τῶν δ’ ἄλλων προβλημάτων, ἤγουν τῶν γενικῶν καὶ τῶν πρὸς τὸ συμβεβηκός, μᾶλλον χαλεπώτερον πρὸς κατασκευὴν τὸ ἴδιον, εὐκολώτερον μέντοι παρὰ τὸν ὅρον. ἀνασκευάζειν δὲ τὸ ἴδιον ῥᾷόν ἐστιν ἢ τὰ ἄλλα διὰ τὸ ἐκ πολλῶν εἶναι, ἤτοι μετὰ συμπλοκῆς ὡς ἐπὶ τὸ πολὺ ἀποδίδοσθαι, οἷον ὅτι ζῷον γελαστικόν, ὃ καὶ κυρίως ἴδιόν ἐστιν ὡς μετὰ συμπλοκῆς ἀποδιδόμενον. ὡς ἐπὶ τὸ πλεῖστον δὲ εἶπεν, ὅτι ποτὲ καὶ δι’ ὀνόματος μόνου ἀποδίδοται, οἷον ἴδιον ἀνθρώπου ἐστὶ τὸ γελαστικόν. χαλεπὸν οὖν κατασκευάσαι τὸ μετὰ συμπλοκῆς, ὅτι πολλὰ δεῖ συμβιβάσαι καὶ συλλογίσασθαι, πρῶτον μὲν ὅτι τὸ προσεχὲς ἐλήφθη γένος, καὶ πρὸς τούτῳ ὅτι μόνῳ ὑπάρχει τῷ ἀνθρώπῳ τὸ ζῷον γελαστικὸν καὶ ὅτι ἀντιστρέφει. Εὐχερέστερον δὲ πάντων τῶν προβλημάτων εἰς τὸ κατασκευάζεσθαι τὸ συμβεβηκός· ἀρκεῖ γὰρ πρὸς κατασκευὴν τὸ δεῖξαι μόνον ὅτι τὸ λευκὸν ὑπάρχει τῷ Σωκράτει, ὃ μόνον ἐν τοῖς ἄλλοις οὐκ αὐταρκές ἐστιν. χαλεπώτατον δέ, φησίν, ἐστὶ καὶ τὸ συμβεβηκὸς πρὸς ἀνασκευήν, ὅτι ἀφ’ ἑνὸς τόπου ὁρμώμεθα δεικνύειν τὸ μὴ ὑπάρχειν τῷ πράγματι τὸ συμβεβηκός· οὐ γὰρ πρὸς τῷ ζητεῖν, εἰ μὴ ὑπάρχει ἢ ὑπάρχει τὸ συμβεβηκὸς τῷ πράγματι, ἔτι δεῖ ζητεῖν καὶ εἰ ὡς γένος ὑπάρχει ἢ ὡς ἴδιον. διὰ τοῦτο τῶν ἄλλων προβλημάτων διχῶς ἀναιρουμένων καὶ διὰ τοῦτο ῥᾳδίας οὔσης τῆς αὐτῶν ἀναιρέσεως, τὰ πρὸς τὸ συμβεβηκὸς προβλήματα μοναχῶς ἀναιρούμενα τῶν ἄλλων χαλεπώτατά εἰσι πρὸς ἀναίρεσιν.
“并且必须妥当地做到这一点。” 他说,如果这一定义表述没有任何不清楚或多余之处,那么妥当地做到这一点——即推论并证明定义揭示了事物之本质——也是必需的,关于这些,他已向我们传授了更多的论题。因此,由于这一点以及所有上述缘由,确立定义是最为困难的。与其余的问题,即属的问题和关于偶性的问题相比,固有属性在确立上相对更加困难,然而比起定义来却更为容易。但反驳固有属性比其他问题更容易,因为它由多个部分构成,也就是说它大多伴随结合而给出,例如“能笑的动物”,这作为伴随结合而给出的项正是严格意义上的固有属性。但他之所以说“大多”,是因为有时它也仅仅通过单一名称给出,例如“能笑是人的固有属性”。因此,确立伴随结合的项是困难的,因为必须协调并推论许多事项:首先是选取了最近的属,此外还有“能笑的动物”唯独属于人,并且它能够换位。而在确立方面,偶性则是所有问题中最容易的;因为对于确立而言,只要证明白属于苏格拉底就足够了,而仅凭这一点在其他问题中是不充分的。但他指出,偶性在反驳方面也是最为困难的,因为我们是从单一论题出发去证明偶性不属于该事物;因为除了探究偶性是否属于或不属于该事物之外,无需进一步探究它是作为属还是作为固有属性而属于。因此,既然其他问题可以通过两种方式被取消,其取消因而容易,那么针对偶性的问题由于只能通过单一方式被取消,反而在所有问题中是最难取消的。
- 7.32οὐ γάρ, 〈εἰ〉 μὴ ὡς γένος
否定词 οὐ 否定以主动词 δείκνυται 为核心的整个命题(“并不是说……就被证明……”)。〈εἰ〉 是为与后文的 ἢ εἰ οὐκ ἀντιστρέφει 形成呼应而由校订者补充的条件连词,整体构成复合条件结构:“即便非本质地属于,或者不换位,也不表明它不是偶性”。
- 7.32〈οὐκ〉 ἤδη καὶ μὴ εἶναι ἴδιον ἀποδέδεικται
手稿中脱落了否定词 οὐκ,但根据与前一句(作为属给出的项不换位并不直接取消其属的地位)的平行对应关系及全文论证逻辑,需采纳校订者补充的否定词 〈οὐκ〉。其含义是:一项属性即便未作为属(即未本质地)陈述,也并不因此就被证明不是固有属性。
- 7.33καὶ τοῦτο, ἤγουν τὸ συλλογίζεσθαι καὶ δεικνύειν ὅτι ὁ ὅρος τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ, καλῶς ποιεῖν, εἰ μὴ ἀσαφὲς μηδὲ περιττόν τι ἔχει ὁ λόγος
句子的核心骨架为 δεῖ ... καὶ τοῦτο ... καλῶς ποιεῖν(“也必须妥当地做到这一点”),其中 καὶ τοῦτο 的同位语为 ἤγουν τὸ συλλογίζεσθαι καὶ δεικνύειν...(“即推论并证明……”),而后续的条件从句 εἰ μὴ ἀσαφὲς μηδὲ περιττόν τι ἔχει ὁ λόγος(“如果该表述不含模糊或多余之处”)则修饰 καλῶς ποιεῖν。
