- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:514.22-516.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注疏亚里士多德《论题篇》卷八154b33–155a7,解释了关于偶性的全称命题更易反驳、特称命题更易确立的规律,并阐明在四种问题中,定义由于规则繁多因而是最容易被反驳的,且用于反驳其他三种问题的论题亦可用于反驳定义。
" Ἐπὶ δὲ τοῦ συμβεβηκότος." Ὅτι τὸ συμβεβηκὸς τὸ μὲν καθόλου ῥᾷον ἀνασκευάζειν ἢ κατασκευάζειν, τὸ δὲ μερικὸν ἀνάπαλιν. ὁ μὲν γὰρ κατασκευάζων, ὅτι τόδε τὸ συμβεβηκὸς παντὶ ἀνθρώπῳ ὑπάρχει, οὐκ ἔχει τοῦτο ῥᾷον ποιῆσαι· ἀδύνατον γὰρ ἀληθεῦσαι τὸ λευκὸν ἐπὶ πάντων ἀνθρώπων λεγόμενον· ὁ δὲ ἀνασκευάζων εὐχερῶς δείξει ὅτι τὸ λευκὸν ἑνὶ οὐχ ὑπάρχει, οἷον τῷ Σωκράτει, καὶ οὕτως ἀνατρέπεται τὸ καθόλου πρόβλημα. τὸ δ’ ἐπὶ μέρους, οἷον ὅτι τὸ λευκὸν τινὶ ὑπάρχει, ῥᾷον κατασκευάσαι ἢ ἀνασκευάσαι· ἀρκεῖ γὰρ πρὸς κατασκευὴν τὸ δεῖξαι ὅτι τινὶ ὑπάρχει· ἀνασκευάσαι δὲ δυσχερὲς καὶ δεῖξαι μηδενὶ ὑπάρχειν τὸ λευκόν· ἀδύνατον γὰρ μηδένα ἄνθρωπον εἶναι λευκόν· τὴν γὰρ ‘τις’ ἡ ‘οὐδείς’ ἀναιρεῖ, ἐπεὶ ἡ ‘οὐ πᾶς’ ἔν τισι συναληθεύει.1
“在偶性方面。” 关于偶性,全称[问题]比确立更容易反驳,而特称[问题]则恰好相反。因为确立该偶性属于每一个人的论辩者无法轻易做到这一点;因为白被述及所有的人是不可能为真的;但反驳者却能轻易证明白不属于某一个人,例如苏格拉底,这样全称问题就被推翻了。至于特称问题,例如白属于某个人,确立则比反驳更容易;因为对于确立而言,只要证明它属于某个人就足够了;但要反驳它并证明白不属于任何人则是困难的;因为没有任何人是白的是不可能的;因为“没有任何一个”取消了“某一个”,而“并非每一个”在某些情况下[与“某一个”]可以同真。
"Φανερὸν δὲ καὶ διότι πάντων ῥᾷστον." Φανερὸν οὖν, φησίν, ὅτι τὸ ἀνασκευάσαι τὸν ὅρον εὐχερέστερόν ἐστιν ἁπάντων τῶν προβλημάτων, τῶν τε ἰδικῶν καὶ τῶν γενικῶν καὶ τῶν κατὰ συμβεβηκός. πολλῶν γὰρ εἰρημένων παρατηρημάτων ἐν τῷ ὅρῳ, οἷον τοῦ ἀντιστρέφειν τὸν ὅρον τῷ ὁριστῷ, τοῦ οὐσιώδεις εἶναι τὰς διαφοράς, τοῦ μὴ ὁμωνύμους λαμβάνειν φωνὰς μηδὲ μεταφορικάς, πολλά εἰσι καὶ τὰ παραδεδομένα ἐν αὐτοῖς πρὸς ἀνασκευήν. ἐκ γὰρ τῶν πλειόνων παρατηρημάτων ῥᾷον γίνεται καὶ ὁ συλλογισμὸς ἀνασκευαστικός· ἔνθα γὰρ πολλὰ παρατηρήματα, πολλὰ συμβαίνει γίνεσθαι καὶ τὰ ἁμαρτήματα· ἔνθα δὲ ὀλίγα, φανερὸν ὅτι καὶ τὰ ἁμαρτήματα ὀλίγα. ὁ γὰρ μακροτέραν βαδίζων ὁδόν, ἔτι δὲ καὶ ταχέως βαδίζειν πειρώμενος πλείονα προσπταίει ἤπερ ὁ βραχυτέραν καὶ σχολαιοτέραν· καὶ ἐν οἰκίᾳ δὲ πολλὰς εἰσόδους ἐχούσῃ νύκτωρ ῥᾳδίως εἰσέλθοι τις ἄν ἢ ἐν ἐχούσῃ μίαν.
“而为何它是所有中最容易的,这也是显而易见的。” 因此他说,显而易见,反驳定义比所有的问题——包括固有属性的问题、属的问题以及偶性的问题——都要更容易。因为在定义中陈述了许多规则,例如定义与被定义者可换位、种差是本质性的、不采用同音异义词或隐喻词,所以在其中为反驳所传授的要点也很多。因为规则越多,反驳性的推论也就越容易产生;因为凡是有许多规则的地方,所产生的错误也会很多;而在规则少的地方,显然错误也少。事实上,走较长的路并且试图快步走的人,比起走较短且较悠闲的路的人,跌倒得更多;而在夜间进入拥有许多入口的房屋,也比进入只有一个入口的房屋要容易得多。
"Ἔτι πρὸς μὲν τὸν ὅρον." Ὁ ἐπιχειρῶν, φησίν, ἀνασκευάζειν ὅρον δύναται ἐπιχειρεῖν, ὅτι οὐκ ἔλαβεν ὁ προσδιαλεγόμενος τὸ προσεχὲς γένος ἐν τῷ ὅρῳ, καὶ ὅτι ἀλλότριόν ἐστι τὸ ληφθὲν γένος, ἢ ὅτι οὐκ ἀντιστρέφει πρὸς τὸ ὁριστόν, ἢ ὅτι ὁμωνύμους ἢ μεταφορικὰς ἔλαβε φωνάς, ἢ ἄλλα ὅσα παρεδόθησαν ἐν τοῖς ἀνασκευαστικοῖς τόποις· ἀνάγκη γὰρ πολλῶν παρατηρημάτων ὄντων ἁμαρτάνειν κατά τι ἢ καὶ κατὰ πλείονα τὸν συντιθέντα τὸν ὅρον. ὁ οὖν ἀνασκευάζων τὸν ὅρον ἐνδέχεται καὶ διὰ τῶν ἄλλων τόπων, δι’ ὧν ἀνασκευάζομεν τὰ ἰδικά, τὰ γενικὰ καὶ τὰ κατὰ συμβεβηκὸς προβλήματα, ἀνασκευάζειν αὐτόν. δι’ ὧν γὰρ τὸ ἴδιον δείκνυται μὴ ἀντιστρέφον πρὸς ὃ ἀποδίδοται, διὰ τούτων καὶ ὁ ὅρος ἀνατραπήσεται ὡς μὴ ἀντιστρέφων πρὸς τὸ ὁριστόν. πάλιν δι’ ὧν τὸ ἀποδοθὲν γένος δείκνυται ἀλλότριον ἢ μὴ προσεχὲς ἢ οὐκ οὐσιωδῶς λεγόμενον, διὰ τῶν αὐτῶν δειχθήσεται καὶ τὸ ληφθὲν ἐν τῷ ὅρῳ γένος ἢ μὴ ὑπάρχειν γένος ἢ μὴ ὑπάρχειν τῷ ὁριστῷ. πάλιν ἐπὶ τῶν ἀπὸ τοῦ συμβεβηκότος προβλημάτων ὥσπερ τυχὸν δείκνυται τὸ λευκὸν μὴ ὑπάρχειν τῷ Σωκράτει, οὕτως, εἰ ἀποδοίη τις ὅρον τοῦ ἀνθρώπου τὸ ‘οὐσία ἔμψυχος ἄλογος’ ἢ ‘θάλαττα ὑγρὸν ποτόν’, ἀνῃρημένου τινὸς μέρους τῶν ἐν τῷ ὅλῳ ὅρῳ καὶ ὅλος ἀναιρεθήσεται. Δι’ ὧν μὲν οὖν ἀνασκευάζεται τἆλλα, καὶ ὁ ὅρος ἀνασκευασθήσεται. οὐ μὴν δι’ ὧν ὁ ὅρος, καὶ τὰ ἄλλα· οὐ γὰρ πάντα τὰ τοῦ ὅρου χρήσιμα πρὸς κατασκευὴν τῶν ἄλλων. οὐδὲ γάρ, εἰ δειχθείη ἐν τῷ ὅρῳ τὸ γελαστικὸν μὴ οὐσιωδῶς ὂν τῷ ἀνθρώπῳ, ἤδη ἀνῄρηται καὶ μὴ ἴδιον ὂν τοῦ ἀνθρώπου·2 οὐδέ, εἰ τὸ μὴ προσεχὲς γένος μὴ καλῶς ἀποδεδομένον, ἤδη ἀνῄρηται καὶ μὴ γένος ὄν· ὁμοίως οὐδέ, εἰ τὸ λευκὸν 〈οὐκ〉 οὐσιωδῶς λέγεται κατὰ τοῦ ἀνθρώπου, ἤδη ἀνῄρηται καὶ μὴ συμβεβηκὸς εἶναι. ἀλλ’ οὐδὲ πάλιν δι’ ὧν κατασκευάζεται ἢ ἀνασκευάζεται τόπων τὰ ἄλλα, ἤγουν τὰ γενικὰ καὶ τὰ ἰδικὰ προβλήματα, διὰ 〈τῶν〉 αὐτῶν καὶ πρὸς τὰ ἄλλα πάντα, τὰ κατὰ συμβεβηκὸς δηλονότι, ἐπιχειρήσομεν, ἀλλὰ μᾶλλον διὰ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὰ ἄλλα.
“此外,对于定义而言。” 他说,试图反驳定义的人可以发起攻击,理由是对谈者在定义中没有选取最近的属,所选取的属是相异的,或者它与被定义者不可换位,或者他选取了同音异义词或隐喻词,以及在反驳论题中所传授的其他所有规则;因为由于存在许多规则,构建定义的人必然会在某一点甚至在多点上犯错。因此,反驳定义的人也可以通过我们反驳关于固有属性、属和偶性问题的其他论题来反驳它。因为通过那些证明固有属性并不与其所陈述的对象换位的论题,定义也会因不与被定义者换位而被推翻。再者,通过那些证明所陈述的属是相异的、非最近的或非本质地被述说的论题,定义中所选取的属也将通过同样的论题被证明要么不是属,要么不属于被定义者。再者,在源于偶性的问题中,正如白碰巧被证明不属于苏格拉底一样,如果有人给出人的定义为“有灵魂的无理性实体”,或海的定义为“可饮用的液体”,那么随着整个定义中的某个部分被取消,整个定义也将被取消。因此,通过反驳其他问题的论题,定义也将被反驳。然而,通过反驳定义的论题,其他问题却不会被反驳;因为定义的各个要点并非全都有助于确立其他问题。因为在定义中,即便证明了能笑并不是本质地属于人,人具有能笑这一固有属性也并没有因此就被取消;同样,即便非最近的属没有被妥当地给出,它作为属的地位也并没有因此就被取消;同样,即便白〈并非〉本质地就人而言被述说,它作为偶性也并没有因此就被取消。但反过来,通过确立或反驳其他问题(即属的问题和固有属性的问题)的论题,我们并不会通过同样的论题攻击所有其他问题(即显而易见的偶性问题),而是宁可通过针对偶性的论题来攻击其他问题。
- 7.29τὴν γὰρ ‘τις’ ἡ ‘οὐδείς’ ἀναιρεῖ, ἐπεὶ ἡ ‘οὐ πᾶς’ ἔν τισι συναληθεύει.
说明命题对立关系的因果句。主语“没有任何一个”(ἡ ‘οὐδείς’)取消了特称肯定命题“某一个”(‘τις’),而“并非每一个”(‘οὐ πᾶς’)在某些情况下可以与“某一个”同真(συναληθεύει),因此不足以取消它。
- 7.31ἤδη ἀνῄρηται καὶ μὴ ἴδιον ὂν τοῦ ἀνθρώπου
分词短语 καὶ μὴ ἴδιον ὂν 在否定词 οὐδέ 的统辖下,作为结果或补充成分依附于动词 ἀνῄρηται,意为“并不会因此就被取消其作为人的固有属性的地位”,即证明某项在定义中非本质属性并不等于否定其为固有属性。
