- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:512.4-514.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大依循亚里士多德的论述(154a32–154b14),从前提数量、全称肯定命题与否定命题的推导以及换位等角度,注疏并阐明了为何反驳定义、固有属性与属要比确立它们更为容易。
" Δῆλον δὲ καὶ ἐκ τῶνδε· ῥᾷον γὰρ ἓν συμπεράνασθαι ἢ πολλά." Ὅτι ῥᾷον ἀνασκευάσαι ἢ κατασκευάσαι ὅρον.1 δεῖ γὰρ πρὸς μὲν τὸ κατασκευάσαι ὅρον πάντα συλλογίσασθαι καὶ δεῖξαι ὑπάρχοντα τῷ προκειμένῳ τὰ ἐν τῷ ὅρῳ παρειλημμένα· εἰ γὰρ μὴ πάντα ὑπάρχει, οὐχ ὅρος. πρὸς δὲ τὸ ἀνασκευάσαι καὶ δεῖξαι ὅτι μὴ ὅρος ὁ ἀποδεδομένος λόγος ἀρκεῖ καὶ ἓν ἀποδεῖξαι τῶν ἐν τῷ λόγῳ μὴ ὑπάρχον τῷ ὁριστῷ· ἑνὸς γὰρ διαβληθέντος ὁ πᾶς ὅρος ἀνῄρηται· ῥᾷον δὲ τὸ ἓν κατασκευάσαι ἢ πολλά. ἔτι τὸν κατασκευάζοντα ὅρον ἀνάγκη καθόλου καὶ καταφατικῶς συμπεραίνεσθαι ὅτι τὰ ἐν τῷ ὅρῳ κατὰ παντὸς τοῦ ὁριστοῦ κατηγορεῖται, καὶ ὅτι ἀντιστρέφει καὶ καθ’ οὗ ὁ λόγος καὶ τοὔνομα, εἴπερ ἐστὶν ὁ ἀποδεδομένος λόγος ἴδιος τοῦ πράγματος. ἀνασκευάζοντα δὲ οὐκ ἀνάγκη τὸ καθόλου συνάγειν· οὐ γὰρ μόνον ἀναιρεῖται, ἂν μηδενὶ τῶν ὑπὸ τοὔνομα ὑπάρχων ὁ λόγος δειχθῇ, ἀλλ’ ἱκανὸν πρὸς ἀνασκευὴν τὸ τινὶ τῶν ὑπ’ αὐτὸ δειχθῆναι αὐτὸν μὴ ὑπάρχοντα.
“而从以下之点来看也是清楚的:因为推导出一个结论比推导出多个结论更容易。” 反驳一个定义比确立一个定义更容易[从这一点来看也是清楚的]。因为为了确立定义,必须推论并证明包含在定义中的所有项目都属于所设定的对象;因为若非全都属于,它就不是定义。而为了反驳并证明所给出的定义式不是定义,只要证明该式中的项目中哪怕有一个不属于被定义的对象就足够了;因为只要有一个被驳倒,整个定义就被取消了;而确立一个项目比确立多个项目更容易。此外,确立定义的人必须全称地且肯定地推导出:定义中的项目述谓被定义对象的全部,并且它们是可换位的,即凡是该式所述谓的对象,名称也同样被述谓,如果给出的定义式确实是该事物的固有属性的话。但反驳定义的人不必推导出全称命题;因为不仅当该式被证明不属于名称之下的任何事物时定义会被取消,而且只要证明它不属于其下的某一个事物,这对于反驳来说就足够了。
"Ἀπόχρη γὰρ ἀνασκευάζοντα καθόλου τὸ δεῖξαι." Ἀπόχρη, φησίν, ἀνασκευάζοντα καθόλου τὸ δεῖξαι ὅτι μηδενὶ ὑπάρχει ὁ ἀποδεδομένος λόγος τῶν ὑπὸ τοὔνομα. οὐκέτι δὲ αὐτὸ χρὴ καὶ κατ’ ἀντιστροφὴν δεῖξαι, ἥτις ἐστὶ τὸ ‘καθ’ ὧν ὁ λόγος κατηγορεῖται, κατ’ οὐδενὸς τούτων τοὔνομα κατηγορεῖται’· οὐ γὰρ χρήσιμον πρὸς ἀνασκευὴν τοῦ ὁριστοῦ τοῦτο· ἱκανὸν γὰρ τὸ δεῖξαι τὸ καθ’ ὧν τοὔνομα, κατ’ οὐδενὸς τούτων ὁ λόγος. δοκεῖ μέντοι αὐτὸς μὴ ἀποφατικῶς ἐπενηνοχέναι τὸ ἀντιστρέφον τῷ πρώτῳ ἀλλὰ τὸ αὐτό· τὰ αὐτὰ γὰρ τό τε ‘κατ’ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται’ καὶ τὸ καθ’ ὧν ὁ λόγος μὴ κατηγορεῖται, τοὔνομα κατηγορεῖσθαι· ἔστι γὰρ τὸ ἀντιστρέφον τῷ προειρημένῳ τὸ ‘κατ’ οὐδενὸς ὧν ὁ ὅρος κατηγορεῖται, τοὔνομα κατηγορεῖται’. ἴσον μέντοι καὶ τοῦτο ἐκείνῳ δύναται. ἢ 〈οὐκ〉 ἀντιστρέφειν εἶπε τῷ ὅτι κατ’ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται, τὸ ὅτι καθ’ ὧν ὁ λόγος μὴ κατηγορεῖται, τοὔνομα κατηγορεῖται· ἀλλ’ ἔστιν ἴσον τὸ εἰρημένον τῷ ‘οὐδὲν συντελεῖ πρὸς τὸ δεῖξαι ὅτι κατ’ οὐδενὸς ὧν τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος κατηγορεῖται, τὸ αὐτὴν ταύτην τὴν πρότασιν ἀντιστρέψαι’. ἴσως δὲ καὶ τῷ ‘οὐκ ἀνάγκη καὶ τὴν ἀντιστροφὴν δεικνύναι τὸν ἀνασκευάζοντα καθόλου, ὅτι τὸ καθόλου ἀποφατικὸν ἀντιστρέφει καὶ οὐ δεῖται δείξεως’. Ὅσῳ οὖν χαλεπώτερον τὸ πλείω δεῖξαι τοῦ ἓν καὶ τὸ ἓν καθόλου καταφατικὸν καὶ τοῦτο ἀντιστρέφον τοῦ τὸ ἐπὶ μέρους ἀποφατικὸν συναγαγεῖν ἢ καὶ τὸ καθόλου ἀποφατικόν, τοσούτῳ χαλεπώτερον ὅρον κατασκευάσαι ἢ ἀνασκευάσαι.2
“因为对于全称地反驳的人而言,表明[…]就足够了。” 他说,对于全称地反驳的人而言,表明所给出的定义式不属于名称之下的任何事物就足够了。而没有必要再通过换位来证明这一点本身,换位即是“凡是定义式被述谓的对象,名称在这些对象中的任何一个之上都不被述谓”;因为这对于反驳被定义对象并无用处;因为只要表明“凡是名称被述谓的对象,定义式在这些对象中的任何一个之上都不被述谓”就足够了。然而,他自己似乎并非否定性地将与第一命题换位的命题添加进来,而是将其作为相同的事情添加进来的;因为“凡是名称被述谓的对象,定义式在这些对象中的任何一个之上都不被述谓”与“凡是定义式不被述谓的对象,名称都被述谓”是同一回事;因为与前述命题换位的命题其实是“凡是定义被述谓的对象,名称在这些对象中的任何一个之上都不被述谓”。不过,这也具有与那一个命题相同的效力。或者,他是说“凡是定义式不被述谓的对象,名称都被述谓”与“凡是名称被述谓的对象,定义式在这些对象中的任何一个之上都不被述谓”并〈不〉换位;但所说的话等同于“为了表明凡是名称被述谓的对象定义式在其中任何一个之上都不被述谓,将这个前提本身进行换位毫无助益”。或许也等同于“全称反驳者没有必要也去证明换位命题,因为全称否定命题本身就可以换位而不需要证明”。因此,证明多个项目比证明一个项目更难,推导出一个全称肯定命题且此命题可换位,比推导出一个特称否定命题乃至全称否定命题更难,在这同一程度上,确立定义就比反驳定义更难。
"Περὶ μὲν οὖν τοῦ ἰδίου φανερὸν ἐκ τῶν εἰρημένων." Ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ ἐν συμπλοκῇ τὸ ἴδιον λέγεται (εἶπε γὰρ ἐν τοῖς περὶ τοῦ ἰδίου λόγοις ὅτι δεῖ μετὰ τοῦ γένους τὴν ἀπόδοσιν τοῦ ἰδίου ποιεῖσθαι. ὡς ἐπὶ τὸ πολὺ δὲ εἶπεν, ἐπειδὴ ἀποδίδοταί ποτε καὶ διὰ τοῦ ὀνόματος μόνου, ὡς ὅταν λέγωμεν ἴδιον εἶναι τοῦ καλοῦ τὸ πρέπον καὶ εὐδαιμονίας τὸ ἀνενδεές. μάλιστα δὲ οὕτως ἀποδίδοται τὰ ἴδια ἐπὶ τῶν πρώτων γενῶν τῷ μὴ δύνασθαι μετὰ τοῦ γένους αὐτὰ συμπλέκεσθαι· οὕτως οὐσίας ἴδιον τὸ μὴ ἐν ὑποκειμένῳ εἶναι), εἰ τοίνυν καὶ τὸ ἴδιον ἐν συμπλοκῇ λέγεται, δεῖ καὶ πάντα ὑπάρχοντα τῷ προκειμένῳ δειχθῆναι3 καὶ καθόλου καὶ ὅτι ἀντιστρέφει· μόνον γὰρ τῷ ἰδίῳ ἐνδεῖ παρὰ τὸν ὅρον τὸ 〈τὸ〉 τί ἦν εἶναι σημαίνειν. πρὸς δὲ τὸ ἀνασκευάσαι τὸ ἴδιον αὔταρκες καὶ τὸ ἕν τι δεῖξαι τῶν ἐν τῇ ἀποδόσει τοῦ ἰδίου μὴ ὑπάρχον τῷ προκειμένῳ καὶ τὸ ἑνί τινι τῶν ὑπὸ τὸ προκείμενον μὴ ὑπάρχον τὸ ἴδιον τὸ ἀποδεδομένον· ἀλλὰ καὶ εἰ παντὶ μὲν ὑπάρχει, μὴ μόνῳ δέ, ἀνῄρηται. Δείκνυσι δὲ καὶ ἐπὶ τοῦ γένους ὅτι τὸ ἀνασκευάζειν ῥᾷον ἢ κατασκευάζειν· κατασκευάζεται μὲν γὰρ τὸ γένος μοναχῶς, οἷον διὰ τοῦ καθόλου καταφατικοῦ, ἀνασκευάζεται δὲ διχῶς, διά τε γὰρ τοῦ καθόλου καὶ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ.
“那么,关于固有属性,从所说的话中也是显而易见的。” 由于固有属性多半是在结合中被表述的(因为他在关于固有属性的讨论中说过,必须连同属一起来给出固有属性的陈述;而他说‘多半’,是因为有时仅通过名称就能给出固有属性,比如当我们说美之固有属性是恰当、幸福之固有属性是无所匮乏时;固有属性以这种方式给出最常见于最高属的情形,因为它们无法与属结合;因此实体的固有属性就是不在基体中存在),因此,如果固有属性也是在结合中被表述的,就必须证明所有项目都属于所设定的对象,并且是全称的且可换位的;因为固有属性相比于定义所欠缺的仅仅是指明本质所是。而为了反驳固有属性,只要表明固有属性陈述中的某一个项目不属于所设定的对象,或者表明所给出的固有属性不属于所设定对象之下的某一个项目,这都是足够充分的;不仅如此,即便它属于全部对象,但若非仅仅属于它,该属性也同样被取消了。并且他还在属的情形中证明了反驳比确立更容易;因为属只能以一种方式被确立,即通过全称肯定命题,但属却可以以两种方式被反驳,即既可以通过全称否定命题,也可以通过特称否定命题被反驳。
- 7.26Ὅτι ῥᾷον ἀνασκευάσαι ἢ κατασκευάσαι ὅρον.
承接前一条引文(154a32)中主句“Δῆλον δὲ καὶ ἐκ τῶνδε”(从以下之点来看也是清楚的)的名词性从句(或标题式概括),此处省略了支配它的主节谓语。
- 7.27Ὅσῳ οὖν χαλεπώτερον τὸ πλείω δεῖξαι τοῦ ἓν καὶ τὸ ἓν καθόλου καταφατικὸν καὶ τοῦτο ἀντιστρέφον τοῦ τὸ ἐπὶ μέρους ἀποφατικὸν συναγαγεῖν ἢ καὶ τὸ καθόλου ἀποφατικόν, τοσούτῳ χαλεπώτερον ὅρον κατασκευάσαι ἢ ἀνασκευάσαι.
相关句式“ὅσῳ ... τοσούτῳ”(在何种程度上……在同等程度上……)的结构骨架。从属分句中比较级“χαλεπώτερον”支配了表示比较的属格“τοῦ ἓν”以及“τοῦ ... συναγαγεῖν”,而主句中的比较级则对比了不定式“κατασκευάσαι”与“ἀνασκευάσαι”。
- 7.28Ἐπειδὴ ὡς ἐπὶ τὸ πολὺ ἐν συμπλοκῇ τὸ ἴδιον λέγεται (...) εἰ τοίνυν καὶ τὸ ἴδιον ἐν συμπλοκῇ λέγεται, δεῖ καὶ πάντα ὑπάρχοντα τῷ προκειμένῳ δειχθῆναι
由于句首由“Ἐπειδή”引导的从句被括号内关于固有属性陈述方式的冗长插入成分所打断,后文通过条件从句“εἰ τοίνυν καὶ τὸ ἴδιον ἐν συμπλοκῇ λέγεται”对最初的前提进行了重新拾取(resumptio),进而引出主句“δεῖ...”。
