← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§510.6-512.3

确立定义的适用论题与立论之困难

亚历山大阐释了亚里士多德所列用于确立和反驳定义的最适用论题(更甚与较逊、同源语、最普遍的论题、避免隐喻与同语重复),并根据获得前提的难度解释了确立定义为何比反驳定义更为困难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.22

" Εἰσὶ δὲ καὶ ἐπικαιρότατοι τῶν τόπων οἵ τε νῦν εἰρημένοι." Πρὸς τὸ κατασκευάζειν ὅρον χρησιμώτατοι τῶν τόπων οἵ τε ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ τοῦ ὁμοίως δεικνύντες καὶ οἱ ἐκ τῶν συστοίχων καὶ τῶν πτώσεων· διὸ καὶ προχείρους αὐτοὺς ἔχειν δεῖ. εἰσὶ δὲ ἐπικαιρότατοι καὶ διὰ τὴν σαφήνειαν καὶ ἐνάργειαν.

“而刚才所说的论题也是最适时的。” 为了确立定义,在论题中最为有用的是那些从更甚、较逊以及同样如此来进行论证的论题,以及那些基于同源语和词形变化的论题;因此必须随手备好它们。并且由于其明晰性与显明性,它们也是最适时的。

§7.23

"Καὶ τῶν ἄλλων δὲ τοὺς μάλιστα κοινούς." Δεῖ, φησί, καὶ τῶν ἄλλων τόπων τῶν ὑπ’ αὐτοῦ παραδεδομένων τοὺς μάλιστα κοινούς, τουτέστιν οἷς οἷόν τε πρὸς πλείω γένη προβλημάτων χρῆσθαι, προχείρους ἔχειν· ἐναργέστατοι γὰρ οὗτοι οἱ τόποι καὶ χρησιμώτατοι. τοιοῦτον δὲ λέγει εἶναι τὸν παραδεδομένον ὑπ’ αὐτοῦ ἐν ἀρχῇ τοῦ 〈δευτέρου〉 βιβλίου, δι’ οὗ ἠξίου ἐπιβλέπειν εἰ τὸ λεγόμενόν τινι ὑπάρχειν πᾶσι τοῖς ὑπ’ αὐτὸ ὑπάρχει· καὶ γὰρ ἐπὶ τῆς τῶν ὅρων κατασκευῆς τε καὶ ἀνασκευῆς χρήσιμον τοῦτο. εἰπὼν δὲ τὸ ἐπιβλέπειν ἐπὶ τὰ καθ’ ἕκαστα προσέθηκε καὶ τὸ ἐπὶ τῶν εἰδῶν σκοπεῖν, εἰ μὲν εἶδος εἴη ἢ ἄτομον οὗ ὁ ὅρος ἀποδέδοται, ἐπὶ τὰ καθ’ ἕκαστα μόνον ἐπιβλέπειν, εἰ δὲ γένος, καὶ ἐπὶ τὰ εἴδη τὰ ὑπ’ αὐτό. λέγει δὲ χρήσιμον τὸν τόπον τοῦτον καὶ τὴν τοιαύτην ἐπίβλεψιν εἶναι πρὸς ἀνασκευὴν τῶν ἰδεῶν καὶ εἰδῶν· ὁ γὰρ αὐτὸς λόγος οὐκ ἐφαρμόζει τοῖς τε καθ’ ἕκαστα καὶ τῇ ἰδέᾳ πρὸς ἣν ταῦτα. οὔτε γὰρ ὁ τῆς ἰδέας τούτοις, οὔτε ὁ τούτων ἐκείνῃ· δεῖ δὲ τοῖς εἴδεσι συνώνυμα εἶναι τὰ πρὸς αὐτὰ γινόμενά τε καὶ ὄντα.

“以及在其他论题中那些最普遍的。” 他说,在他所传授的其他论题中,也必须随手备好那些最普遍的,即那些可以用于更多类问题的论题;因为这些论题最为显明且最为有用。他说,这种论题就是他在第二卷开端所传授的那个,通过它,他要求考察被说成属于某物的事态是否属于其下的所有事物;因为这无论对于确立定义还是对于反驳定义都是有用的。而在谈及考察个别事例之后,他又加上了对种的考察:如果给出的定义所属的事物是一个种或不可分割的个体,则仅考察个别事例,但如果是一个属,则还要考察其下的诸种。他说,这一论题与此类考察对于反驳相(理念)与诸种也是有用的;因为同一个定义式并不能既适合于各个个别事例,又适合于它们所关联的相。因为相的定义式既不适合于这些事物,这些事物的定义式也不适合于那个相;然而,相对于相生成且存在的事物,必须与相是同名同义的。

§7.24

"Ἔτι εἰ μεταφέρων εἴρηκε τοὔνομα." Εἰπὼν τίνες εἰσὶ τῶν τόπων χρήσιμοι πρὸς τὴν τῶν ὅρων κατασκευήν, μνημονεύσας δὲ καί τινων δι’ ὧν οἷόν τε οὐ μόνον κατασκευάζειν ἀλλὰ καὶ ἀνασκευάζειν ὅρον, προστίθησι καὶ τοὺς τῶν ἀνασκευαστικῶν τόπων κοινούς, ἀξιῶν καὶ τούτους προχείρους ἔχειν ὡς μάλιστα χρησίμους ὄντας. εἰσὶ δὲ ὅ τε ἀπὸ τοῦ μεταφορικῶς τῷ ὀνόματι χρῆσθαι ἢ ὅλως τροπικῶς καὶ μὴ κυρίως (ὁ γὰρ οὕτως ὁριζόμενος οὐ καλῶς ὁρίζεται), καὶ ὁ αὐτὸ αὐτοῦ κατηγορήσας ὡς ἕτερον ἐν τῇ τοῦ ὅρου ἀποδόσει οὐχ ὁρίζεται.1 καὶ μεταφορικῷ μὲν ὀνόματι χρῆται ὁ εἰπὼν ‘σωφροσύνη ἐστὶ συμφωνία ψυχῆς’· τὸ γὰρ ‘συμφωνία’ κυρίως ἐπὶ τῶν χορδῶν λέγεται. αὐτὸ δὲ αὑτοῦ κατηγορεῖ ὁ εἰπὼν ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν ἄνθρωπος’.

“此外,如果他是以隐喻的方式使用了名称。” 在讲明了哪些论题对于确立定义是有用的,并且提及了通过哪些论题不仅可以确立而且可以反驳定义之后,他又补充了反驳性论题中的普遍论题,要求将这些论题也随手备好,因为它们极为有用。这些论题是:基于以隐喻方式或总括而言以借喻而非本义方式使用名称的论题(因为这样下定义的人并没有很好地下定义),以及在给出定义时把它自身当作另一个事物述谓它自身的人并没有下定义这一论题。使用隐喻名称的是说“节制是灵魂的和谐”的人;因为“和谐”本义上是就琴弦而言的。而把它自身述谓它自身的人则是说“人是理性的会死的动物人”的人。

§7.25

"Ὅτι δὲ χαλεπώτερον κατασκευάζειν ἢ ἀνασκευάζειν ὅρον." Ἐκ τῶν ῥηθησομένων φανερόν, φησίν, ἔσται 〈ὅτι χαλεπώτερον κατασκευάζειν ἢ ἀνασκευάζειν ὅρον〉· καὶ γὰρ χαλεπὸν λαβεῖν ἀπὸ τοῦ ἀποκρινομένου τοιαύτας προτάσεις, δι’ ὧν δειχθήσεται ὁ εἰρημένος λόγος ὅρος ὤν. δεῖ γὰρ λαβεῖν, εἰ μέλλει τις δείξειν ὅτι ὅρος τοῦτο, ὅτι τῶν ἐν τῷ λόγῳ ἀποδοθέντων τὸ μὲν γένος τὸ δὲ διαφορά,2 καὶ ὅτι ἐν τῷ τί ἐστι μόνα κατηγορεῖται. ταῦτα δὲ οὐ ῥᾴδιον· οὐ γὰρ παντὸς τὸ τοῖς τοιούτοις παρακολουθεῖν· χωρὶς δὲ τοῦ ταῦτα συγχωρηθῆναι ἀδύνατόν ἐστιν δειχθῆναι ὅτι ὅρος ὁ ἀποδεδομένος λόγος. εἰ γὰρ εἴη καὶ ἄλλα τινὰ ἐν τῷ τί ἐστι κατηγορούμενα τοῦ προκειμένου καὶ μὴ μόνα τό τε γένος καὶ ἡ διαφορά, ἃ ἐν τῷ ἀποδεδομένῳ λόγῳ παρείληπται, οὐδέπω γνώριμον εἴτε οὗτος ὅρος ἐστὶ τοῦ προκειμένου εἴτε καὶ ἄλλος τις, ἐπειδὴ ὅρος ἐστὶν ὁ τὸ τί ἦν εἶναι σημαίνων, ὁ δὲ τοῦ προκειμένου λόγος ἓν τῶν ἐν τῷ τί ἐστι κατηγορουμένων.

“至于确立定义比反驳定义更为困难。” 他说,从下文所说的内容中可以清楚看到,〈确立定义比反驳定义更为困难〉;因为要从应答者那里获取能够借以证明所言定义式确为定义的那种前提是困难的。因为如果有人打算证明这是定义,就必须获取:在定义式中所给出的项目中,一个是属,另一个是种差,并且只有它们是在“是什么”(本质)中被述谓的。但这并不容易;因为理解并跟上这些事情并非任何人都能做到的;而若不承认这些,要证明所给出的定义式是定义就是不可能的。因为如果除了在给出的定义式中采纳的属和种差之外,在所设定对象的是什么中还有其他某些项目被述谓,那么这究竟是该设定对象的定义还是有其他别的定义,就尚不得而知,因为定义是指明本质所是的东西,而该设定对象的定义式只是在是什么中被述谓的项目之一。

语法注2 条
  1. 7.24καὶ ὁ αὐτὸ αὐτοῦ κατηγορήσας ὡς ἕτερον ἐν τῇ τοῦ ὅρου ἀποδόσει οὐχ ὁρίζεται

    此处引出承接主句 εἰσὶ δὲ ὅ τε ἀπὸ τοῦ... 的第二个论题,但并未采用与之平行的名词短语(如 καὶ ὁ ἀπὸ τοῦ...),而是直接用连词 καί 连接了一个完整的独立句(ὁ ... κατηγορήσας ... οὐχ ὁρίζεται)。这属于句法上的破格(破式倒装/句式脱节),应当理解为直接给出了该论题本身的命题内容(“以及[……的人并没有下定义这一论题]”)。

  2. 7.25δεῖ γὰρ λαβεῖν, εἰ μέλλει τις δείξειν ὅτι ὅρος τοῦτο, ὅτι τῶν ἐν τῷ λόγῳ ἀποδοθέντων τὸ μὲν γένος τὸ δὲ διαφορά

    该句的基本结构是 δεῖ γὰρ λαβεῖν ... ὅτι τῶν ἐν τῷ λόγῳ...,其中并列的两个 ὅτι 从句(ὅτι τῶν ... 与 καὶ ὅτι ἐν τῷ τί ἐστι...)充当不定词 λαβεῖν 的宾语。插入其间的条件从句 εἰ μέλλει τις δείξειν 的宾语则是紧随其后的 ὅτι ὅρος τοῦτο。虽然 ὅτι 相继出现,但层级不同:前者依附于条件从句中的 δείξειν,后者则依附于主节的 λαβεῖν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:510.6-512.3