← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§508.11-510.5

从更甚与同样确立定义

关于亚里士多德在《论题篇》第七卷第三章(154a4)中提出的从“更甚”与“同样”确立定义的方法,亚历山大阐明了为何只有将两个谓词/定义与两个主词相比较的论题才能适用于确立定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.21

" Ἔτι ἐκ τοῦ μᾶλλον καὶ τοῦ ὁμοίως [καὶ] ὁσαχῶς ἐνδέχεται." Τὸ ὅμοιον οὐ τὸ αὐτὸ τῷ προειρημένῳ νῦν λαμβάνει· ἐκεῖ μὲν γὰρ ἡ κατὰ ἀναλογίαν ὁμοιότης ἐλαμβάνετο, ἐνταῦθα δὲ ἡ ἁπλῶς καὶ κυρίως λεγομένη. πλείους μὲν οὖν τόποι παρεδόθησαν ὑπ’ αὐτοῦ ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως κατασκευαστικοί τε καὶ ἀνασκευαστικοί, τέσσαρες ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ τρεῖς ἀπὸ τοῦ ὁμοίως. φησὶ δὲ δεῖν ἐκείνων τῶν τόπων χρῆσθαι πρὸς τὴν τοῦ ὅρου κατασκευὴν τούτοις δι’ ὧν οἷόν τε τοῦτο ποιεῖν· ἔστι δὲ διὰ μόνου τοῦ ἐν ᾧ δύο ἦν πρὸς δύο λεγόμενα,1 καὶ ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως. οὔτε γὰρ διὰ τοῦ εἰ ἓν περὶ ἑνὸς λέγοιτο, ὃ σημαίνει ‘〈εἰ〉 τὸ μᾶλλον τῷ μᾶλλον, καὶ τὸ ἁπλῶς τῷ ἁπλῶς’· μᾶλλον γὰρ ὁ αὐτὸς τοῦ αὐτοῦ ὅρος καὶ ἧττον οὐ δύναται εἶναι· οὐ γὰρ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον ὁ ὅρος. ἀλλ’ οὐδὲ διὰ τοῦ εἰ περὶ δύο ἓν λέγοιτο ὡς τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχειν αὐτῶν ἢ ὁμοίως· ἀλλ’ οὐδὲ διὰ τοῦ εἰ περὶ ἑνὸς δύο λέγοιτο ὡς τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ὑπάρχειν αὐτῷ ἢ ὁμοίως· τοιοῦτοι δ’ ἦσαν τόποι ὅ τε λέγων ‘εἰ τόδε τῷδε μᾶλλον ἢ τῷδε ὑπάρχει’ καὶ ὁ λέγων ‘〈εἰ〉 τῷδε τόδε μᾶλλον ἢ τόδε ὑπάρχει’· ὁμοίως καὶ ἀπὸ τοῦ ἧττον· ἀλλὰ καὶ ἀπὸ τοῦ ὁμοίως. τοῖς μὲν οὖν τοιούτοις οὐχ οἷόν τε χρῆσθαι ἐπὶ τῆς τοῦ ὅρου κατασκευῆς· ἀδύνατον γὰρ τὸν αὐτὸν πλειόνων εἶναι ὅρον ἢ τοῦ μὲν μᾶλλον τοῦ δὲ ἧττον ἢ ὁμοίως· ἀμφότεροι γὰρ ἦσαν τόποι λέγοντες ἢ ‘εἰ τῷ μὲν μᾶλλον τῷ δὲ ἧττον ὑπάρχει 〈ἢ ἀμφοῖν ὁμοίως〉’ ἢ ‘εἰ τὸ μὲν μᾶλλον τὸ δὲ ἧττον ὑπάρχει ἢ ἄμφω ὁμοίως’· ἀδύνατον γὰρ διὰ τούτων τὸν ὅρον κατασκευάσαι, ἐπεὶ ἀδύνατον ἑνὸς πλείους ὅρους εἶναι ἢ ὁμοίως ἢ τοῦ μὲν μᾶλλον τοῦ δὲ ἧττον. λείπεται δὲ ὁ τόπος ἐν ᾧ δύο ἦν τὰ ὑποκείμενα καὶ δύο τὰ περὶ αὐτῶν λεγόμενα, εἰ τὸ μὲν μᾶλλον τῷ ἑτέρῳ ὑπάρχει, τὸ δὲ ἧττον τῷ ἑτέρῳ, ἢ ἑκάτερον ἑκατέρῳ ὁμοίως. κατὰ τοῦτον οὖν μόνον ἔστι † κοινὸν τὸν τρόπον ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἀπὸ τοῦ ὁμοίως κατασκευάζειν ὅρον. [Ἡ δὲ συνάφεια τοῦ ῥητοῦ ἔχει οὕτως. ἔτι, φησίν, ὁσαχῶς ἐνδέχεται κατασκευάσαι ἐκ τοῦ μᾶλλον. οἷον εἰ τῆς σωφροσύνης μᾶλλον ὁρισμός ἐστι τὸ σῶα φρονεῖν ἢ τῆς δικαιοσύνης τὸ ἕξις διανεμητικὴ τοῦ ἴσου, καὶ αὖθις ἧττόν ἐστιν ὁρισμὸς τῆς δικαιοσύνης τὸ ἕξις διανεμητικὴ τοῦ ἴσου ἢ τῆς σωφροσύνης τὸ σῶα φρονεῖν. οὐ δυνατὸν δὲ εἰπεῖν, εἰ ὁ μᾶλλον ὁρισμός, ἔσται καὶ ὁ ἧττον, καὶ εἰ ὁ μᾶλλον οὐκ ἔστιν, οὐδὲ ὁ ἧττον, δύο ὅρους λαμβάνοντα καὶ πρὸς δύο ὑποκείμενα συγκρίνοντα.2 ὡσαύτως δὲ καὶ ἐκ τοῦ ὁμοίως· εἰ γὰρ ὁμοίως ὅδε ὁρισμός ἐστι τῆς ἀνδρίας, τὸ ἕξις περὶ τὰ φθαρτικὰ θάρσους περιποιητική, ὁμοίως ὁρισμὸς ἔσται τῆς δικαιοσύνης τὸ ἕξις τοῦ ἴσου διανεμητική· εἰ δὲ ὁ ἕτερος οὐκ ἔστι τοῦ ἑτέρου, οὐδὲ ὁ ἕτερος τοῦ ἑτέρου. εἰ δὲ λάβοις ἕνα ὅρον πρὸς δύο ὑποκείμενα, οὐ χρησιμεύσει σοι ἡ ἐκ τοῦ μᾶλλον ἐπίσκεψις· οὐ γὰρ δυνατὸν εἰπεῖν ‘εἰ ὅδε μᾶλλόν ἐστιν ὁρισμὸς τοῦδε ἢ τοῦδε, ἔστι δὲ τοῦδε ὁρισμός, καὶ τοῦδε ἔσται’· οὐδὲ γὰρ ἐνδέχεται λαβεῖν ἕνα ὅρον δυσὶν ὑποκειμένοις, ἐπεὶ οὐδὲ εἷς ὁρισμὸς δύο ὑποκειμένων μὴ ἀτόμων εὑρίσκεται. ἀλλ’ οὐδὲ δύο ὁρισμοὶ πρὸς ἓν ὑποκείμενον· οὐ γὰρ δυνατὸν εἰπεῖν ‘εἰ ὅδε μᾶλλον ὁρισμός ἐστι τοῦδε ἢ ὅδε, ἔστι δὲ ὁρισμὸς ὅδε τοῦδε, καὶ ὅδε ἂν εἴη’.]

“此外,从更甚与同样出发,[并且]依尽可能多的方式。” 他在此处所取的“同样”并不等同于前文所说的那样;因为在那里所取的是依比例的相似,而在这里所取的则是单纯且本义上所说的[同样]。由他所传授的、从更甚与较逊出发以及从同样出发的论题有数个,既有确立性的也有破斥性的:从更甚与较逊出发的有四个,从同样出发的有三个。而他说,在那些论题中,为了确立定义,必须使用那些通过它们能够做到这一点的论题;而这仅仅通过那二者相对于二者被述说的论题才是可能的,无论从更甚与较逊出发还是从同样出发均是如此。因为既不可能通过那一个谓词述说于一个主词的论题——它意谓着“〈如果〉更甚者[属于]更甚者,单纯者也[属于]单纯者”——[来确立定义];因为同一个定义对于同一事物不可能更甚和较逊;因为定义不容纳更甚与较逊。也不可能通过那一个谓词述说于两个主词、作为对其中一者更甚而对另一者较逊地属于或同样地属于的论题;也不可能通过那两个谓词述说于一个主词、作为一者更甚而另一者较逊地属于它或同样地属于它的论题;而这样的论题正是那断言“如果这一项属于这一项甚于属于那一项”的论题,以及那断言“〈如果〉对于这一项,这一项属于它甚于那一项”的论题;同样地从较逊出发也是如此,而且从同样出发亦是如此。因此,在确立定义时不可能使用这样的论题;因为同一个定义属于多数事物是不可能的,无论是对一者更甚对另一者较逊,还是同样如此;因为两者都是断言“如果它属于一者更甚而属于另一者较逊〈或者同样地属于二者〉”,或者断言“如果一者更甚而另一者较逊地属于,或者二者同样地属于”的论题;因为通过这些来确立定义是不可能的,既然同一个事物存在多数定义是不可能的,无论是同样地还是依一者更甚而另一者较逊的方式。所剩下的唯有主词有两个且关于它们所述说的谓词亦有两个的论题:如果一者属于其中一主词更甚,而另一者属于另一主词较逊,或者各自同样地属于各自。因此,仅仅依这种方式,才可能从更甚与较逊出发以及从同样出发来确立定义。[而这段原文的前后联系如下:此外,他说,依尽可能多的方式从更甚出发来确立。例如,如果心智健全作为节制之定义甚于分配平等的品质作为正义之定义,反过来,分配平等的品质作为正义之定义逊于心智健全作为节制之定义。然而,取两个定义并与两个主词相比较,而断言“如果更甚者是定义,较逊者也将是[定义];如果更甚者不是,较逊者也不是”,这是不可能的。同样地从同样出发亦是如此;因为如果这一个,即关于毁灭性事物产生勇气的品质,同样地是勇敢的定义,那么分配平等的品质也将同样地是正义的定义;而如果一者不是其中一者的[定义],另一者也不是另一者的[定义]。但如果你对于两个主词取一个定义,从更甚出发的考察将对你毫无用处;因为不可能说“如果这作为这的定义甚于作为那的定义,并且它是这的定义,那么它也将是那的定义”;因为对两个主词取一个定义也是不可能的,既然甚至找不到非个体的两个主词的一个定义。而且对于一个主词取两个定义也是不可能的;因为不可能说“如果这作为这的定义甚于那[作为定义],并且这作为这的定义,那么那也将是[定义]”。]

语法注2 条
  1. 7.21ἔστι δὲ διὰ μόνου τοῦ ἐν ᾧ δύο ἦν πρὸς δύο λεγόμενα

    非人称动词 ἔστι(相当于 ἔξεστι,“是可能的”)后接介词短语 διὰ μόνου τοῦ... 作为表语补足成分。单数属格冠词 τοῦ 或承接省略的阳性先行词 τόπου,或作中性使关系从句 ἐν ᾧ δύο ἦν πρὸς δύο λεγόμενα 实词化。

  2. 7.21δύο ὅρους λαμβάνοντα καὶ πρὸς δύο ὑποκείμενα συγκρίνοντα

    阳性宾格单数分词 λαμβάνοντα 和 συγκρίνοντα 与不定式 εἰπεῖν 的逻辑主语(泛指的不定人称,“某人说……”)一致,处于宾格不定式结构中。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:508.11-510.5