- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:506.12-508.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《论题篇》第7卷第3章(153b4–153b25)的评注。亚历山大考察了处于相反属之下的相反者可能共享同一种差的异议,基于相反者的种差必为相同或相反这一原则论述了定义的建构方法,并进而讨论了通过词尾屈折变化和同源派生词确立定义的方式。
" Ἢ οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι." Ἔνστασιν φέρει πρὸς τὰ εἰρημένα, ὅτι οὐκ ἀναγκαῖον τῶν ἐναντίων τὰς ἐναντίας διαφορὰς κατηγορεῖσθαι, ἐὰν μὴ ᾖ τἀναντία ὑπὸ τὸ αὐτὸ γένος. τῶν μὲν γὰρ ὑπὸ τὸ αὐτὸ γένος ὄντων ἀνάγκη τὰς εἰδοποιοὺς διαφορὰς ἐναντίας εἶναι, ἢ πάσας ἢ τινάς, πάσας μέν, ὡς ἐπὶ βαρέος καὶ κούφου (γένος μὲν γὰρ τὸ σῶμα, διαφοραὶ δὲ τοῦ μὲν βαρέος τὸ παχὺ καὶ κάτω φερόμενον, τοῦ δὲ κούφου τὸ λεπτὸν καὶ ἄνω φερόμενον), τινὰς δέ, εἰ λέγοιμεν πάλιν τὸ μὲν βαρὺ κατὰ φύσιν κάτω φερόμενον, τὸ δὲ κοῦφον κατὰ φύσιν ἄνω φερόμενον· τὸ γὰρ κατὰ φύσιν ἐν ἀμφοῖν κοινὴ διαφορά. τῶν δ’ ὑπὸ τὰ ἐναντία γένη οὐκ ἀνάγκη ἐναντίας εἶναι τὰς διαφοράς· δυνατὸν γὰρ κοινήν τινα ἔχειν διαφοράν. καὶ ὅτι τοῦτο οὕτως ἔχει, δείκνυσιν ἐπὶ δικαιοσύνης καὶ ἀδικίας· αὗται γὰρ ὑπὸ ἐναντία οὖσαι γένη (ἡ μὲν γὰρ ὑπὸ τὴν ἀρετήν, ἡ δὲ ὑπὸ τὴν κακίαν) τὴν αὐτὴν διαφορὰν ἔχουσι· τὸ γὰρ ψυχῆς ἀμφοτέρων κοινὴ διαφορά· καὶ γὰρ ἡ δικαιοσύνη ἀρετὴ ψυχῆς καὶ ἡ ἀδικία κακία ψυχῆς. τὸ γὰρ ψυχῆς χωρίζει αὐτὰς τῶν σωματικῶν· πρὸς μὲν γὰρ τὸν ἀπ’ ἀλλήλων χωρισμὸν ἤρκεσεν αὐταῖς τὰ γένη ὄντα ἐναντία, πρὸς δὲ τὰς ἐν τῷ σώματι γινομένας ἡ προειρημένη διαφορά.1 ἐνδέχεται μέντοι καὶ ὑπὸ τὰ ἐναντία τινὰ ὄντα γένη [καὶ] διαφορὰς ἔχειν ἐναντίας, ὡς ὅταν λέγωμεν τὴν δικαιοσύνην ἀρετὴν ἰσότητος ποιητικὴν καὶ τὴν ἀδικίαν κακίαν ἰσότητος φθαρτικήν.
“或者,相反的种差述说于相反者并不是必然的。” 他对前面所说的话提出了一个异议,即:相反的种差述说于相反者并不是必然的,除非相反者处于同一个属之下。因为对于处于同一个属之下的事物而言,构成种的种差必须是相反的,要么全部相反,要么部分相反。全部相反者,正如在重与轻的场合(因为属是物体,而重的种差是浓密且向下运动,轻的种差是稀薄且向上运动);部分相反者,正如我们若再次说重是依本性向下运动的,轻是依本性向上运动的;因为“依本性”在二者中是共同的种差。但对于处于相反的诸属之下的事物而言,种差并不是必然相反的;因为它们可能拥有某种共同的种差。并且他在正义与非正义的例子上证明了情况确实如此;因为这二者虽然处于相反的诸属之下(一者处于美德之下,另一者处于恶德之下),却拥有相同的种差;因为“灵魂的”是二者共同的种差;因为正义是灵魂的美德,非正义也是灵魂的恶德。因为“灵魂的”把它们与身体性的事物区分开来;因为对于它们彼此之间的区分,属的相反对于它们来说就已经足够了,而对于在身体中产生的[品质],前述的种差[就已经足够了]。然而,某些处于相反的诸属之下的事物拥有相反的种差也是可能的,正如当我们说正义是产生平等的美德、非正义是毁灭平等的恶德时那样。
"Ἀλλὰ τοῦτό γε ἀληθές, ὅτι τῶν ἐναντίων ἢ ἐναντίαι ἢ αἱ αὐταὶ διαφοραί εἰσιν." Εἰπὼν τὴν ἔνστασιν ἐπήνεγκεν ἀληθὲς εἶναι καθόλου τὸ τῶν ἐναντίων ἢ τὰς αὐτὰς ἢ ἐναντίας εἶναι διαφορὰς ὥσπερ καὶ γένη· καὶ γὰρ τὸ γένος ἢ ταὐτὸν ἢ ἐναντίον. ὥστε, εἰ εἴη τις διαφορὰ τοῦ ἐναντίου τῷ προκειμένῳ, μὴ εἴη δὲ καὶ τοῦτο ὑπὸ τὴν αὐτὴν διαφορὰν δυνάμενον εἶναι, εἴη ἂν ὑπὸ τὴν ἐναντίαν ἐκείνῃ.
“但这至少是真的:相反者的种差要么是相反的,要么是相同的。” 在提出了异议之后,他附加上:相反者的种差要么相同要么相反,正如属那样,这在普遍意义上是真的;因为属也是要么相同要么相反。因此,如果存在属于所提出的项的相反者的某种种差,而这个[所提出的项]又不可能处于相同的种差之下,那么它就将处于与那一种差相反的种差之下。
"Καθόλου δὲ εἰπεῖν, ἐπεὶ ὁρισμός ἐστιν ἐκ γένους." Ἐὰν ᾖ γνώριμος ὁ τοῦ ἐναντίου τῷ προκειμένῳ ὅρος, γνώριμος ἔσται καὶ ὁ τούτου. ἐπεὶ γὰρ τὸ ἐναντίον ἢ ἐν τῷ αὐτῷ γένει ἢ ἐν τῷ ἐναντίῳ, ὁμοίως δὲ καὶ αἱ διαφοραὶ τῶν ἐναντίων ἢ ἐναντίαι ἢ αἱ αὐταί, δῆλον ὅτι τὸ προκείμενον ἢ ὑπὸ ταὐτὸ γένος ἐστὶ τῷ ἐναντίῳ· καὶ εἰ τοῦτο, ἕξει πάντως τὰς διαφορὰς πάσας ἢ τινὰς ἐναντίας ταῖς ἐκείνου, τὰς δὲ λοιπὰς τὰς αὐτάς· οὐκέτι δὲ οἷόν τε πάσας ἔχειν τὰς αὐτὰς διαφορὰς ἔχοντα καὶ τὸ γένος ταὐτόν·2 οὕτως γὰρ ἂν οὐκέτι εἴη ἐναντία ἀλλὰ ταὐτά, εἴ γε ὧν ὁ αὐτὸς ὅρος, ταῦτα ταὐτά, ὁ αὐτὸς δὲ ὅρος ἐν ᾧ καὶ τὸ γένος ταὐτὸ καὶ αἱ διαφοραὶ αἱ αὐταί. εἰ δὲ μὴ ὑπὸ ταὐτὸν γένος εἴη τὸ προκείμενον τῷ ἐναντίῳ αὐτοῦ, ἔσται ὑπὸ τὸ ἐναντίον τῷ γένει ἐν ᾧ ἐκεῖνό ἐστι, καὶ ἕξει πάλιν τὰς διαφορὰς ἤτοι τὰς αὐτὰς ἃς ἐκεῖνο ἢ ἐναντίας ταῖς ἐκείνου.
“普遍地说,由于定义是由属构成的。” 如果所提出的项的相反者的定义是可知的,则这一项的定义也将是可知的。因为由于相反者要么在同一个属中,要么在相反的属中,同样地相反者的种差要么是相反的要么是相同的,所以显而易见,所提出的项要么与相反者处于同一个属之下;如果是这样,它就必定会拥有全部或部分与其相反者的种差相反的种差,而其余的种差则是相同的;但是在拥有相同属的同时拥有全部相同的种差则是不可能的;因为若这样,它们就将不再是相反者而是相同者了,如果凡是定义相同的事物都是相同的事物,且属相同、种差也相同的[定义]即是相同的定义的话。而如果所提出的项与其相反者不处于同一个属之下,它就将处于与那一个所在的属相反的属之下,并且它将反过来拥有要么与那一个相同的种差,要么与那一个的种差相反的种差。
"〈Ἔτι ἐκ τῶν πτώσεων καὶ τῶν συστοίχων.〉 "Ἔτι καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀπὸ τῶν συστοίχων οἷόν τε κατασκευάζειν τὸν ὅρον· ἀνάγκη γὰρ ἀκολουθεῖν ἐπὶ τούτων τὰ γένη τοῖς γένεσι καὶ τοὺς ὅρους τοῖς ὅροις. εἰ γὰρ ἑνός τινος τῶν συστοίχων τὸν ὅρον λάβοιμεν, εἴημεν ἂν εὑρηκότες καὶ τὸν τῶν ἄλλων, [καὶ] ὡς ἐπὶ τῆς γενέσεως λαβὼν τί ποτέ ἐστιν ἡ γένεσις ἔδειξε3 καὶ τοὺς τῶν τῇ γενέσει συστοίχων ὅρους· καθόλου γάρ, ἑνὸς τῶν συστοίχων εἰ〈ὁ〉 ὅρος ὁμολογηθείη, εἴη ἂν δι’ ἐκείνου καὶ ὁ τῶν ἄλλων ὡμολογημένος.
“〈此外,从词尾屈折变化和同源派生词出发。〉”此外,从词尾屈折变化和同源派生词出发也能够确立定义;因为在这些事物上,属必然伴随着属,定义也必然伴随着定义。因为如果我们取得同源派生词中任何一个的定义,我们也就找到了其余诸词的定义,正如在生成的事例中,他在取得了生成究竟是什么之后,也指明了与生成同源派生的诸词的定义那样;因为普遍地说,如果同源派生词中某一个的定义得到公认,通过它其余诸词的[定义]也就得到了公认。
- 7.17πρὸς δὲ τὰς ἐν τῷ σώματι γινομένας ἡ προειρημένη διαφορά
从前半句的 πρὸς μὲν γὰρ τὸν ἀπ’ ἀλλήλων χωρισμὸν ἤρκεσεν αὐταῖς 中承接动词 ἤρκεσεν 省略于句末。此外,阴性复数冠词 τὰς 之后根据上下文承前省略了名词(德性与恶德,或品质/状态),意为“对于在身体中产生的[品质],前述的种差[已足够]”。
- 7.19οὐκέτι δὲ οἷόν τε πάσας ἔχειν τὰς αὐτὰς διαφορὰς ἔχοντα καὶ τὸ γένος ταὐτόν
分词 ἔχοντα 为中性宾格复数,与不定式 ἔχειν 的未明述的复数主语(τὰ ἐναντία 或中性复数 τινά)在性数格上保持一致,结构为“[相反者/诸物]在拥有相同属的同时拥有全部相同的种差,则不再可能”。
- 7.20ὡς ἐπὶ τῆς γενέσεως λαβὼν τί ποτέ ἐστιν ἡ γένεσις ἔδειξε
分词 λαβών 和主要动词 ἔδειξε 的未明述主语均指亚里士多德。ὡς 作为比较连接词(“正如”)引入具体例证,修饰主要动词 ἔδειξε。
