- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:505.4-506.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》第七卷第三章153a30,解释了从相反者出发确立整个定义式的规则(选取更为显明的相反定义),并论证了如何逐一从相反者出发确立其组成部分(属和种差)。
" Ληπτέον τῶν ἐναντίων, ὁποίου ἂν μάλιστα φανερὸς ᾖ ὁ ἐναντίος ὅρος." Ἐπὶ τῆς τῶν ἐναντίων συμπλοκῆς, φησίν, ἑκατέρου τῶν ἐναντίων διὰ τῶν ἐναντίων ὁριζομένου ληπτέον ἀπὸ τῶν δύο ὅρων τὸν μᾶλλον φαινόμενον ἐναντίον. οἷον ἔστω ὠφελίμου ὅρος τὸ ποιητικὸν ἀγαθοῦ, τοῦ δὲ βλαβεροῦ τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ· ληπτέον οὖν ἀπὸ τῶν δύο τούτων ὅρων τοῦ βλαβεροῦ τὸν φαινόμενον μάλιστα ἐναντίον τῷ ὅρῳ τοῦ ὠφελίμου. καὶ πάλιν φιλία ἐστὶ περιποιητικὴ τοῦ εὖ, ἔχθρα δὲ περιποιητικὴ τοῦ μὴ εὖ ἢ περιποιητικὴ κακίας· ληφθήτω οὖν καὶ ἐν τούτοις ὁ δοκῶν φανερώτερος. δεῖ γάρ, φησίν, ἀρχόμενον ἀπὸ τοῦ γνωριμωτέρου ποιεῖσθαι τὴν κατασκευήν. ὅλου μὲν οὖν τοῦ λόγου οὕτως ἀπὸ τῶν ἀντικειμένων χρὴ τὴν κατασκευὴν ποιεῖσθαι. ἑξῆς δὲ διδάσκει τίνα τρόπον οἷόν τε κατὰ μέρος τὴν κατασκευὴν ποιεῖσθαι. ἔστι δὲ μέρη τοῦ ὅρου γένος καὶ διαφορά· καὶ πρῶτον οὖν τὸ γένος πῶς κατασκευάσομεν δείκνυσι. καὶ φησί· πρῶτον μὲν οὖν ὅτι τὸ ἀποδοθὲν γένος ὀρθῶς ἀποδέδοται, γνωρίσομέν τε καὶ δείξομεν ἀπὸ τοῦ ἐναντίου τῷ οὗ ὁ ὅρος ἀποδεδομένος.1 εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ ἐστὶ τούτου ἐν ᾧ τὸ προκείμενον ἐτέθη,2 μὴ δύναται δὲ τοῦτο ὑπὸ τὸ γένος εἶναι ἐκεῖνο μηδ’ ἐν ᾧ ἐκεῖνο, δῆλον ὅτι ἐν τούτῳ ἂν εἴη ἐν ᾧ ἀπεδόθη· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ ἐν τοῖς ἐναντίοις γένεσιν. οἷον εἰ ληφθείη ἀρετὴ γένος τῆς δικαιοσύνης, ῥητέον ὅτι καλῶς ἀποδέδοται· εἰ γὰρ τὸ ἐναντίον αὐτῇ, ἡ ἀδικία, ὡς ἐν γένει τῇ κακίᾳ ἀνάγεται, τὸ δὲ προκείμενον, ἡ δικαιοσύνη, μή ἐστιν ὡς ἐν γένει τῇ κακίᾳ, δῆλον ὅτι ἐν τῷ ἐναντίῳ ἀναχθήσεται, ἤγουν τῇ ἀρετῇ· τὰ γὰρ ἐναντία ἢ ἐν τῷ αὐτῷ γένει ἀνάγονται, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ἐν τῷ χρώματι, ἢ ἐν τοῖς ἐναντίοις γένεσιν, ὡς ἡ δικαιοσύνη καὶ ἡ ἀδικία ἐν τῇ ἀρετῇ καὶ τῇ κακίᾳ. οὐκέτι δὲ προσέθηκεν “ἢ αὐτὰ γένη εἶναι”, ὡς ἐν ἄλλοις λέγει, ὅτι μηδὲ χρήσιμον ἦν πρὸς τὸ προκείμενον τοῦτο προστιθέμενον· οὐ γάρ ἐστιν ἡ ζήτησις νῦν εἰ γένος ἐστὶ τὸ προκείμενον, ἀλλ’ ὑπὸ τί γένος. καὶ τῶν διαφορῶν δὲ τὴν ἐπίκρισιν, φησίν, ἐκ τῶν ἐναντίων ποιησόμεθα· εἰ γὰρ τοῦ ἐναντίου τῷ ὁριστῷ αἱ ἐναντίαι διαφοραὶ κατηγοροῦνται, καὶ τοῦ προκειμένου αἱ ἀποδοθεῖσαι ἂν εὐλόγως κατηγοροῖντο. οἷον εἰ τῆς δικαιοσύνης ἀποδοθείη τὸ ‘ἕξις διανεμητικὴ τοῦ ἴσου’, σκεπτέον εἰ τοῦ ἐναντίου, τῆς ἀδικίας, ἡ ἐναντία διαφορά, ἤγουν τὸ διανεμητικὸν τοῦ ἀνίσου, κατηγορεῖται· καὶ τούτου φανέντος, εὐλόγως ἀποδέδοται ἡ ἐναντία διαφορὰ τῇ δικαιοσύνῃ.
“在相反者中,应当选取其相反定义最为显明的那一个。” 他说,在相反者的结合中,当每个相反者都通过相反者来定义时,应当从两个定义中选取看起来更为相反的那一个。例如,设“有益的”的定义为“产生善的”,而“有害的”的定义为“产生恶的”或“毁灭善的”;因此在这两个关于“有害的”的定义中,应当选取看起来对“有益的”的定义最为相反的那一个。又如,友爱是“促成福祉的”,而仇恨是“促成不善的”或“促成恶德的”;因此在这些当中也应当选取显得更为显明的那一个。因为他说,必须从更为可知的事物开始来进行确立。因此,关于整个定义式,应当这样从对立者出发来进行确立。接着,他传授了能够以何种方式逐部分地进行确立。而定义的诸部分是属和种差;因此他首先表明我们将如何确立属。并且他说:首先,所给出的属是正确给出的,我们将从被给出定义的事物的相反者出发来认识并证明这一点。因为,如果相反者处在所提出的项被置入其中的[属]的相反[属]中,而这个[所提出的项]既不可能归在那个属之下,也不可能归在那一个所处的[属]中,那么显而易见,它将处在它被给出归属的那个[属]中;因为相反者要么处在同一个属中,要么处在相反的诸属中。例如,若将美德作为正义的属采纳,就应当说它是恰当给出的;因为,如果正义的相反者非正义如同在属中一样被归入恶德,而所提出的正义并未如同在属中一样处在恶德中,那么显而易见它将被归入其相反者,即美德;因为相反者要么归入同一个属,如白与黑归入颜色,要么归入相反的诸属,如正义与非正义归入美德与恶德。但他并未进一步补充“或者它们自身就是属”,正如他在别处所说的那样,因为补充这一点对于当前所提出的问题毫无用处;因为现在的探究并不是所提出的项是否是一个属,而是它归在何种属之下。他说,对于种差的判定,我们也同样将从相反者出发来进行;因为如果相反的种差被述说于被定义项的相反者,那么所给出的[种差]也将合乎道理地被述说于所提出的项。例如,如果对正义给出“分配平等的品质”,就必须考察对相反者非正义是否述说了相反的种差,即“分配不平等的”;而在这一点显明之后,相反的种差也就是合乎道理地对正义给出的。
- 7.16ἀπὸ τοῦ ἐναντίου τῷ οὗ ὁ ὅρος ἀποδεδομένος
在 τῷ οὗ ὁ ὅρος ἀποδεδομένος 中,关系代词 οὗ 的先行词(指示代词或名词)缩略在与格冠词 τῷ 中(意为“对那个已被给出定义的事物”)。该与格作前面名词 ἐναντίου(……的相反者)的补足语。
- 7.16εἰ γὰρ τὸ ἐναντίον ἐν τῷ ἐναντίῳ ἐστὶ τούτου ἐν ᾧ τὸ προκείμενον ἐτέθη
此处包含语序倒置,属格 τούτου 依赖于前置的介词短语 ἐν τῷ ἐναντίῳ。整体骨架为 τὸ ἐναντίον ἐστὶν ἐν τῷ ἐναντίῳ τούτου [γένους] ἐν ᾧ τὸ προκείμενον ἐτέθη(相反者处在所提出的项被置入其中的那个[属]的相反[属]中)。
