- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:503.10-505.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
当亚里士多德由定义的驳难转向确立论题时,亚历山大阐明了定义何以只能通过辩证而非证明的方式被推论,并说明驳难论题同样可用于确立以及其他各类辩题(153a6–153a23)。
" Ἀναιρεῖν μὲν οὖν ὅρον οὕτως καὶ διὰ τούτων ἀεὶ πειρατέον." Διὰ τούτων λέγει τῶν τε ἐν τῷ πρὸ τούτου βιβλίῳ εἰρημένων τόπων πρὸς ἀνασκευὴν ὅρου καὶ διὰ τῶν ἐν τούτῳ ἀνασκευαστικῶν τοῦ ταὐτοῦ. ἑξῆς δὲ παραδίδωσί τινας τόπους δι’ ὧν κατασκευάζειν οἷοί τε ἐσόμεθα ὅρον. καὶ πρῶτον ὑπομιμνήσκει ἡμᾶς ὅτι οἱ πλεῖστοι τῶν ὁριζομένων τι ὡς ἀρχὴν τὸν ὅρον λαμβάνουσιν ἀλλ’ οὐ δι’ ἀποδείξεως καὶ συλλογισμοῦ, συνιστὰς διὰ τούτων ὅτι μὴ ῥᾴδιον ὅρον κατασκευάσαι καὶ ὅτι οὐκ ἀνάγκη· οἱ γὰρ γεωμέτραι καὶ οἱ κατὰ τὰς ἄλλας ἐπιστήμας ὡς ἀρχαῖς χρῶνται τοῖς ὅροις μὴ ἀποδεικνύντες. δεύτερον δὲ ὅτι ἡ ἀκριβὴς περὶ αὐτῶν πραγματεία οὐ τῆς διαλεκτικῆς ἀλλὰ τῆς πρώτης φιλοσοφίας ἐστίν. ὥστε τοσοῦτον μόνον λεκτέον, ὅτι δυνατὸν γενέσθαι1 ὅρου καὶ τοῦ τί ἦν εἶναι συλλογισμόν, τουτέστι διὰ συλλογισμοῦ δειχθῆναι ὅτι ὁρισμός· καίτοι ὅτι μὴ ἔστιν ὅρου ἀπόδειξις, ἐν τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν ἔδειξεν. ἀποδεῖξαι μὲν οὖν οὐχ οἷόν τε, ὡς ἐκεῖ δέδειχε, διαλεκτικῶς δὲ καὶ πιθανῶς συλλογίζεσθαι ὅρον οἷόν τε, ὡς ἐνταῦθα λέγει. καὶ πῶς οἷόν τε τοῦτο ποιεῖν, ὑπογράφει. πρῶτον μὲν γὰρ δῆλον ὅτι δεῖ δείκνυσθαι τὸ δυνατὸν εἶναι διὰ συλλογισμοῦ κατασκευάζειν ὅρον, εἶτα τοὺς τόπους, δι’ ὧν τις δυνήσεται τοῦτο ποιεῖν, παραδίδοσθαι. εἰ γάρ, φησίν, ὁ ὅρος οὐδὲν ἕτερόν ἐστιν ἢ λόγος δηλωτικὸς τοῦ τί ἦν εἶναι τοῦ ὁριζομένου, καὶ διὰ τοῦτο δεῖ τὰ ἐν τῷ ὅρῳ κατηγορούμενα ἐν τῷ τί ἐστι κατηγορεῖσθαι τοῦ πράγματος, κατηγορεῖται δ’ ἐν τῷ τί ἐστι τὰ γένη καὶ αἱ διαφοραί (κἂν γὰρ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορῶνται αἱ διαφοραί, ἀλλ’ οὖν ἐν τῷ ὅρῳ τὸ τί ἐστι σημαίνουσι τοῦ πράγματος),2 φανερὸν ὡς εἴ τις συνθείη λόγον ἐκ γένους καὶ διαφορᾶς τὸ τί ἦν εἶναι δηλούντων τοῦ πράγματος, ὅρον ἐποίησεν, ὅτι οὐκ ἐνδέχεται ἄλλον ὅρον γενέσθαι, μὴ ὄντος ἄλλου γένους μηδὲ διαφορῶν τὸ τί ἦν εἶναι τοῦ πράγματος δηλούντων. εἶτά φησιν ὅτι μὲν οὖν ἐγχωρεῖ συλλογισμὸν ὅρου γενέσθαι, δηλονότι διαλεκτικὸν ἀλλ’ οὐκ ἀποδεικτικόν, διώρισται μὲν ἐν ἑτέροις ἀκριβέστερον, ἔν τε τῷ δευτέρῳ τῶν Ὑστέρων ἀναλυτικῶν καὶ ἐν τῷ ἑβδόμῳ τῶν Μετὰ τὰ φυσικά.
“因此,应当始终这样并通过这些途径来尝试废除定义。” 他所谓的“通过这些途径”,是指既通过前一卷中为驳难定义而陈述的论题,也通过本卷中驳难“相同”的论题。接着,他传授了某些论题,通过这些论题我们将能够确立定义。首先,他提醒我们,大多数下定义的人是将定义作为始基采纳,而不是通过证明和推论获得的,他以此表明确立定义既非易事,亦非必要;因为几何学家以及其他各门科学的从事者都把定义用作始基,而不加证明。其次,他提醒我们,关于定义的精确探讨不属于辩证术,而属于第一哲学。因此只需说明这一点:定义的推论以及关于本质的推论是可能成立的,也就是说,通过推论表明它是定义是可能的;尽管他在《后分析篇》第二卷中表明过定义的证明是不存在的。因此,正如他在那里所表明的,证明是不可能的,但正如他在本处所说的,以辩证的和有说服力的方式推论出定义却是可能的。并且,他简述了如何可能做到这一点。因为首先显然必须表明通过推论确立定义是可能的,然后必须传授人们借以能够做到这一点的诸论题。因为他说,如果定义无非是表示被定义项之本质的定义式,并且为此缘故,在定义中被述说的项必须在本质(何谓)上被述说于该事物,而在本质(何谓)上被述说的是属和种差(因为即便种差是在“如何性质”上被述说的,然而在定义中它们终究指明了事物的何谓),那么显而易见,如果有人由表示该事物本质的属与种差组合成一个定义式,他就制作出了一个定义,因为既然不存在表示该事物本质的其他属或种差,就不可能产生其他的定义。接着他说,能够产生定义的推论——显而易见是辩证的而非证明性的推论——这一点在其他著作中已被更精确地规定了,即在《后分析篇》第二卷和《形而上学》第七卷中。
"Πρὸς δὲ τὴν προκειμένην μέθοδον οἱ αὐτοὶ τόποι χρήσιμοι." Πρὸς κατασκευὴν τῶν ὅρων κατὰ τὴν διαλεκτικὴν μέθοδόν φησι τοὺς αὐτοὺς τόπους εἶναι χρησίμους, ἤτοι τοὺς πρὸς ἀνασκευὴν τῶν ὅρων παραδοθέντας·3 παραδέδωκε γὰρ ἀπὸ τῶν ἀντικειμένων ἐν τῷ πρὸ τούτου τόπους ἀνασκευαστικοὺς τῶν ὅρων, ὁμοίως καὶ ἀπὸ τῶν συστοίχων καὶ ἀπὸ τῶν ἄλλων, ὧν καὶ νῦν μνημονεύσει. εἶεν δ’ ἂν οἱ αὐτοὶ τόποι χρήσιμοι καὶ πρὸς τὴν τῶν ἄλλων προβλημάτων κατασκευήν. καὶ γὰρ τὸ συμβεβηκὸς ἀπὸ τῶν ἐναντίων κατασκευάζειν οἷόν τε καὶ τὸ γένος καὶ τὸ ἴδιον· εἰ γὰρ τὸ ἐναντίον τῷ ἐναντίῳ συμβέβηκε, καὶ τῷ προκειμένῳ· καὶ εἰ τὸ ἐναντίον τοῦ ἐναντίου γένος ἢ ἴδιον, καὶ τοῦ προκειμένου· ὁμοίως καὶ ἐπὶ τῶν 〈ἀπὸ τῶν〉 συστοίχων καὶ τῶν ἄλλων, οὓς παραθήσεται. κοινοὶ γὰρ οἱ ἀπὸ τῶν ἀντικειμένων τόποι πᾶσι τοῖς γένεσι τῶν προβλημάτων καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευήν, ὥσπερ καὶ οἱ ἀπὸ τῶν πτώσεων καὶ οἱ ἀπὸ τῶν συστοίχων καὶ ὧν ἄλλων μνημονεύσει.
“对于所提出的方法,同样的诸论题也是有用的。” 他说,对于按照辩证方法确立定义而言,同样的诸论题是有用的,即那些为驳难定义而传授的论题;因为在前一卷中,他从对立之物出发传授了驳难定义的诸论题,同样也从同族词以及其他他现在也将提及的事物出发传授了论题。而且这些相同的论题对于确立其他诸问题也将是有用的。因为从相反者出发,既能够确立偶性,也能够确立属和固有属性;因为如果相反者作为偶性属于相反者,那么也[属于]所提出的事物;如果相反者是相反者的属或固有属性,那么也是所提出之物的[属或固有属性];在〈源于〉同族词以及他将列出的其他〔论题〕上情况同样如此。因为源于对立之物的论题对于所有各类问题而言,无论对于确立还是对于驳难都是通用的,正如同源于词尾变化、源于同族词以及他将提及的其他论题一样。
- 7.14ὅρον ἐποίησεν, ὅτι οὐκ ἐνδέχεται ἄλλον ὅρον γενέσθαι
ὅτι 引导的从句并非作名词性从句(“即……”),而是作为原因从句(“因为……”),用以说明主句 ὅρον ἐποίησεν(“他就制作出了一个定义”)的依据。它为前面条件句(εἴ τις συνθείη...)的后件提供了理由:既然不存在表示本质的其他属或种差,就不可能产生其他的定义。
- 7.14κἂν γὰρ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορῶνται αἱ διαφοραί, ἀλλ’ οὖν ἐν τῷ ὅρῳ τὸ τί ἐστι σημαίνουσι τοῦ πράγματος
κἂν γάρ... ἀλλ’ οὖν... 构成了让步结构:“因为即便……然而终究……”。它预先考虑了种差(διαφοραί)在范畴上回答“如何性质”(ὁποῖόν τι)这一可能受到的反驳,并通过 ἀλλ’ οὖν 坚持了其作为定义的构成部分时表明了事物本质(τὸ τί ἐστι)这一核心论点。
- 7.15ἤτοι τοὺς πρὸς ἀνασκευὴν τῶν ὅρων παραδοθέντας
此处的 ἤτοι 并非引导排他选择的连词(“要么……要么”),而是用于解释说明(“即”、“也就是说”),同位语式地补充说明了紧接其前的 τοὺς αὐτοὺς τόπους(“同样的诸论题”)正是前一卷中所传授的驳难性论题。
