← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§501.4-503.9

从假设驳斥相同性及对定义的适用性

亚历山大注释亚里士多德《论题篇》卷七(152b17–152b36),讨论了由假设导致的不可能来驳斥相同性的论题、基于所属关系的普遍论题,以及基于相同性之区分(属、种、数目)的驳难。最后阐明了为何驳斥相同性的论题可用于反驳定义,而确立相同性的论题却不能直接用于确立定义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.10

" Σκοπεῖν δὲ μὴ μόνον εἰ ἤδη ἀδύνατον." Ὁ τόπος ἐξ ὑποθέσεως. ἀξιοῖ γὰρ μὴ μόνον σκοπεῖν εἰ ἤδη ἀδύνατον ἕπεται κειμένοις τισὶν εἶναι τοιούτοις, ὥσπερ τεθέντι τῷ τὴν ἀσωτίαν καὶ τὴν ἐλευθεριότητα ταὐτὰ εἶναι, ᾧ δὴ καὶ προδήλως ἕπεται ἀδύνατον τὸ τὴν ἀρετὴν καὶ τὴν κακίαν τὴν αὐτὴν εἶναι. οἷς μὲν οὖν τὸ ἀδύνατον ἕπεται τοῖς αὐτοῖς τιθεμένοις, πρόδηλον ὅτι ταῦτα ἕτερα. οὐ δή φησι δεῖν ἐπὶ τῶν κειμένων μόνον ὁρᾶν, ἀλλὰ καὶ εἰ ὑποτεθέντος τινὸς ἢ ἀληθοῦς ἢ ψευδοῦς ἢ καὶ δυνατοῦ ἢ ἀδυνάτου (οὐ γὰρ πάντα τὰ ἀδύνατα καὶ πρὸς ὑπόθεσιν ἀδύνατα) ἕπεταί τι ἀδύνατον, οὐκ ἔστι ταὐτὰ ἀλλήλοις τὰ προκείμενα. τῷ δὲ ἀλλὰ καὶ εἰ δυνατὸν ἐξ ὑποθέσεως ὑπάρξαι λείπει τὸ ‘ἀδύνατον’.1 κειμένου γὰρ τοῦ ταὐτὸν εἶναι τὸ κενόν τε καὶ πλῆρες ἀέρος ὑποτεθέντι τῷ ἀνῃρῆσθαι τὸν ἀέρα ἕπεταί τι ἀδύνατον, τὸ εἶναι ταὐτὸν κενόν τε καὶ πλῆρες ἀέρος· ἀναιρεθέντος γὰρ τοῦ ἀέρος κενὸν μὲν ἔσται, πλῆρες δὲ ἀέρος οὐκ ἔσται.

“不仅要考察是否已经不可能……” 这一论题是基于假设的。因为他要求不仅要考察当某些事物被设定为如此时是否直接导致不可能,正如当设定挥霍与慷慨是相同的时候,显然随之而来的不可能是德性与恶德是相同的;那么,对于被设定为相同而随之出现不可能的事物,显然这些事物是各不相同的。因此他说,不仅应当在直接设定的事物上审视,而且如果在假设了某种事物之后,无论它是真还是假,是可能还是不可能(因为并非所有不可能的事物对于假设而言也是不可能的),随之而来某种不可能,那么所提出的事物彼此就不是相同的。而在“而且如果由于假设而可能属于”这一句中,缺少了“不可能”一词。因为在设定了虚空与充满空气之物是相同的之后,对于假设空气已被排除而言,随之而来的便是一个不可能,即同一事物既是虚空又是充满空气的;因为在排除了空气之后,它将是虚空的,但将不是充满空气的。

§7.11

"Καθόλου δ’ εἰπεῖν." Δοκεῖ οὗτος ὁ τόπος ὁ αὐτὸς εἶναι τοῖς πρὸ ὀλίγου δύο τόποις τοῖς ἀπὸ τοῦ συμβεβηκότος παραδεδομένοις. οὐ μὴν πάντῃ ἐστὶν ἐκείνοις ὁ αὐτός, ἀλλ’ οὗτος καθολικώτερος· ἐκ γὰρ τῶν ὁπωσοῦν ὑπαρχόντων τοῖς προκειμένοις, οὐ τῶν ὡς συμβεβηκότων μόνον (οὐ γὰρ πᾶν τὸ ὑπάρχον τινὶ συμβεβηκός), σκοπεῖν ἀξιοῖ καὶ ἐκ τῶν οἷς ταῦτα ὁπωσοῦν ὑπάρχει, οὐ μόνον ὡς συμβεβηκότα. εἰ γὰρ εἴη μὴ ὑπάρχοντα ἑκατέρῳ αὐτῶν πάντα τὰ αὐτά, ἢ εἰ μὴ τοῖς αὐτοῖς ὑπάρχοι καθ’ οἱονδήποτε τρόπον ὑπάρξεως, οὐ τὰ αὐτά· δεῖ γὰρ κατὰ μηδὲν διαφωνεῖν τὰ κυρίως ταὐτά.

“总的来说……” 这一论题看似与刚才由偶性所给出的两个论题相同。然而它与那些论题并非完全相同,而是这个论题更为普遍;因为他要求从以无论何种方式属于所提出之物的事物出发进行考察,而不仅是从作为偶性属于它们的事物出发(因为并非属于某物的每一事物都是偶性),并且还从这些事物以无论何种方式归属于它们的对象出发,而不仅是从作为偶性归属于它们的对象出发。因为如果并非所有相同的事物都属于它们二者,或者如果它们并非按照无论何种所属方式属于相同的事物,它们就不是相同的;因为真正意义上相同的事物在任何方面都不可有分歧。

§7.12

"Ἔτι ἐπεὶ πολλαχῶς." Ἐπεὶ τριχῶς τὸ ταὐτόν, ὡς ἐν τῷ πρώτῳ διεῖλεν, ἀξιοῖ νῦν ὅτι τὰ λεγόμενα ταὐτὰ κατ’ ἄλλον τινὰ τρόπον οὐκ ἂν εἴη ταὐτὰ κατ’ ἀριθμόν. τοῦτο δ’ ἂν οὕτως ἔχοι· εἰ εἴη ταὐτὰ τῷ γένει προσεχῶς, τῷ εἴδει διαφέροντα ἀλλήλων, ἀδύνατον αὐτὰ τῷ εἴδει ὄντα ἕτερα ταὐτὰ κατ’ ἀριθμὸν εἶναι· πάλιν τὰ τῷ εἴδει προσεχῶς ταὐτὰ τῷ ἀριθμῷ ἀλλήλων διαφέρει. προσέθηκα δὲ τὸ κυρίως καὶ προσεχῶς, ὅτι δοκεῖ τὰ τῷ ἀριθμῷ ταὐτὰ καὶ εἴδει καὶ γένει ταὐτὰ εἶναι. διὸ δόξει δύνασθαί τινα καὶ γένει καὶ εἴδει ταὐτὰ ὄντα μὴ κεκωλῦσθαι καὶ ἀριθμῷ εἶναι ταὐτά. χρὴ οὖν δεικνύντα ὅτι κατ’ ἄλλο τί ἐστι ταὐτὰ ταῦτα, ἅ φησί τις εἶναι ταὐτά, ἀλλ’ οὐ καθ’ ὃ ἡ ζήτησις ἦν, ἀνασκευάζειν τὸ εἰρημένον, ἐνδεικνύμενον τὴν πλάνην τῆς τοιαύτης ἀποδόσεως. Ἔτι εἰ δυνατὸν τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου εἶναι, οὐκ ἂν εἴη ταὐτά.

“此外,既然在多种意义上……” 既然如他在第一卷中所区分的那样,“相同”有三种意义,他现在要求,按照某种其他方式被称为相同的事物不可能在数目上是相同的。而这情况会是这样:如果它们在属上是直接相同的,但在种上彼此相异,那么它们在种上既然是不同的,就不可能在数目上是相同的;反之,在种上直接相同的事物在数目上彼此相异。而我之所以添加了“真正意义上”和“直接”这两个词,是因为在数目上相同的事物似乎在种上和属上也都是相同的。因此,某些事物即使在属上和种上都是相同的,似乎并不妨碍它们在数目上也是相同的。所以,应当通过证明某人声称是相同的这些事物是在某种其他方面相同,而不是在原本探讨的方面相同,来驳斥所陈述的观点,指出这种指认的谬误。此外,若其中一者可能脱离另一者而存在,它们就不会是相同的。

§7.13

"Δῆλον δ’ ἐκ τῶν εἰρημένων ὅτι ἅπαντες οἱ πρὸς ταὐτὸν ἀνασκευαστικοὶ τόποι." Ὅτι οἱ μὲν ἀνασκευαστικοὶ τόποι τοῦ ταὐτοῦ καὶ πρὸς τὸν ὅρον εἰσὶ χρήσιμοι· δι’ ὧν γὰρ μὴ ταὐτὸν ἄλλο ἄλλῳ δείκνυται, διὰ τῶν αὐτῶν οἷόν τε ἀνασκευάζειν καὶ τοὺς ὁρισμούς· εἰ γὰρ μὴ ταὐτὸν δηλοῖ τό τε ὄνομα καὶ ὁ λόγος, οὐκ ἂν εἴη ὅρος. οὐκέτι μέντοι οἱ κατασκευαστικοὶ τοῦ ταὐτοῦ τόποι καὶ πρὸς κατασκευὴν ὅρου χρήσιμοι τῷ τὸν ὅρον μὴ μόνον τὸν αὐτὸν ὀφείλειν εἶναι τῷ πράγματι ἀλλὰ καὶ τὸ τί ἦν εἶναι δηλοῦν αὐτοῦ,2 ὃ οὐ παντὶ τῷ ταὐτῷ τινι ὄντι παρακολουθεῖ· δεῖ γὰρ τὸν ὅρον καὶ τὸ γένος δηλοῦν τοῦ πράγματος καὶ τὰς διαφοράς, αἷς τῶν ὁμογενῶν διαφέρει, καὶ μηδὲν περίεργον ἔχειν προσκείμενον καὶ τὸ σαφὲς ἔχειν καὶ ἐκ προτέρων εἶναι καὶ ὅσα ἄλλα περὶ τῶν ὅρων προδιώρισται.

“由上述可知,关于相同的一切驳难论题……” 关于相同的驳难论题对于定义也是有用的;因为通过那些用来表明一物与另一物不相同的理据,通过同样的理据也能够驳斥定义;因为如果名称与定义式所表示的不是相同之物,它就不会是定义。然而,关于相同的确立论题对于确立定义却不再有用,因为定义不仅理应与事物相同,而且还必须表明其本质,而这一点并不伴随于每一个与某物相同的事物;因为定义必须表明事物的属,以及它用以区别于同属之物的种差,且不可附加任何多余之物,必须具备明晰性,并且由更在先的事物构成,以及关于定义预先确立的其他一切规定。

语法注2 条
  1. 7.10τῷ δὲ ἀλλὰ καὶ εἰ δυνατὸν ἐξ ὑποθέσεως ὑπάρξαι λείπει τὸ ‘ἀδύνατον’

    与格短语 τῷ δὲ ἀλλὰ καὶ εἰ δυνατὸν ἐξ ὑποθέσεως ὑπάρξαι(引自亚里士多德文本 152b17–18)由动词 λείπει(缺少)所支配,指明缺少词语的文本位置。主语是带定冠词的中性名词短语 τὸ ‘ἀδύνατον’,指出该引文中省略了“不可能”这一概念。

  2. 7.13τῷ τὸν ὅρον μὴ μόνον τὸν αὐτὸν ὀφείλειν εἶναι τῷ πράγματι ἀλλὰ καὶ τὸ τί ἦν εἶναι δηλοῦν αὐτοῦ

    带冠词不定式短语 τῷ ... ὀφείλειν 充当表示原因的与格,用以解释主句“确立论题对于确立定义不再有用”(οὐκέτι μέντοι οἱ κατασκευαστικοὶ ... χρήσιμοι)的缘由。宾格 τὸν ὅρον 是 ὀφείλειν 的逻辑主语,而 ὀφείλειν 进一步统摄两个补足不定式 εἶναι 和 δηλοῦν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:501.4-503.9