- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:499.22-501.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第7卷第1章(152a31–152b6),阐述通过与第三者的同一性、偶性及主词的共通性、范畴与最近属的差异、种差的相异以及“更甚与更次”之程度差异来判定两物是否相同的诸驳难论题。
" Πάλιν σκοπεῖν εἰ ᾧ θάτερον ταὐτόν." Οἷον εἴ τις εἴποι μέροπα καὶ βροτὸν τὸν αὐτὸν καὶ ἕνα εἶναι τῷ ἀριθμῷ· εἰ γὰρ ἀνὰ μέρος ἑκάτερος ταὐτὸν εἴη τῷ ἀνθρώπῳ, φανερὸν ὅτι καὶ ἀλλήλοις ταὐτά εἰσι τῷ ἀριθμῷ· εἰ δὴ μὴ εἶεν ταὐτὰ τῷ ἀνθρώπῳ, οὐδ’ ἀλλήλοις.
“再次,考察另一者与其相同的那件事物是否……” 例如,若有人说凡人与有死者是相同的且在数目上是一;因为如果二者各自单独与人相同,显然它们彼此之间在数目上也是相同的;但若它们与人并不相同,则彼此之间也不相同。
"Ἔτι ἐκ τῶν τούτοις συμβεβηκότων." Εἰ γὰρ ὁ βροτὸς καὶ ὁ μέροψ ταὐτά, ἐνδέχεται λοιπὸν καὶ ὅσα τῷ ἑτέρῳ συμβεβήκασι, καὶ τῷ ἑτέρῳ συμβεβηκέναι· συμβέβηκε δὲ τῷ βροτῷ τὸ γραμματικόν, τὸ λευκόν· τὰ αὐτὰ καὶ τῷ μέροπι ἐνδέχεται συμβεβηκέναι. ἀλλὰ καὶ τὸ ἀνάπαλίν φησιν, οἷς συμβέβηκε τὸ ἕτερον, τούτοις καὶ τὸ ἕτερον ὀφείλειν συμβεβηκέναι.1 συμβέβηκε δὲ τῷ τε Σωκράτει καὶ Πλάτωνι καὶ τοῖς λοιποῖς κατὰ μέρος ἀνθρώποις τό τε βροτὸν καὶ μέροπα εἶναι· διὸ βροτὸς καὶ μέροψ ταὐτὸν καὶ ἓν τῷ ἀριθμῷ. εἰ δέ τι κατὰ ταῦτα διαφωνεῖ, φανερὸν ὅτι οὐκ εἰσὶ ταὐτὰ τὰ ἀποδοθέντα.
“此外,从这些事物的偶性出发[进行考察]。” 因为若有死者与凡人是相同的,那么凡是偶性地属于其中一者的,接着也都可能偶性地属于另一者;识字与白皙已偶性地属于有死者,这些性质也可能偶性地属于凡人。但他还说反之亦然:凡是其中一者偶性地归属于它们,另一者也理应偶性地归属于它们。既然身为有死者与身为凡人既偶性地属于苏格拉底,也偶性地属于柏拉图及其他个别的人,因此有死者与凡人是相同的且在数目上是一。但若在这些方面有何不合之处,显然被给出的事物并不是相同的。
"Ὁρᾶν δὲ καὶ εἰ μὴ ἐν ἑνὶ γένει." Ὁ τόπος πρὸς ἀνασκευὴν χρήσιμος μόνον. ἐὰν γὰρ μὴ ᾖ τὰ ζητούμενα ὑπὸ τὴν αὐτὴν κατηγορίαν, δῆλον ὡς πολὺ 〈ἂν〉 ἀποδέοι τοῦ κατ’ ἀριθμὸν εἶναι ταὐτά,2 εἴ γε οὐδὲ κατ’ ἄλλο τῶν σημαινομένων τοῦ ταὐτοῦ οἷά τέ ἐστι ταὐτὰ εἶναι· οὔτε γὰρ τῷ γένει οὔτε τῷ εἴδει οἷόν τε ταὐτὰ εἶναι τὰ μὴ ἐν τῇ αὐτῇ κατηγορίᾳ. εἰ γάρ τις εἴποι ὅτι ἐπιστήμη καὶ ἀρετὴ ταὐτόν, ὁρᾶν δεῖ εἰ καὶ ἀμφότερα ὑπὸ ἓν γένος κατηγορίας ἀνάγονται· εἰ γὰρ μὴ τοῦτο εἴη, ἀλλὰ τὸ μὲν ὑπὸ τὸ ποσὸν τὸ δ’ ὑπὸ τὸ ποιὸν ἢ ὑπὸ τὸ πρός τι ἢ ἄλλο τι, οὐκ ἂν εἶεν ταὐτά, ὡς φέρε εἰπεῖν ἀριθμὸς καὶ ἐπιστήμη ὑπὸ ἄλλο καὶ ἄλλο γένος ἀναγόμενα.
“还当审视是否不在同一个属中。” 该论题仅对驳难有用。因为如果被探讨的事物不属于同一个范畴,显然它们就极不可能在数目上是相同的,既然它们甚至按照“相同”的其他任何含义都不可能是相同的;因为不在同一个范畴中的事物,绝不可能在属上或在种上是相同的。因为若有人说知识与德性是相同的,就必须审视二者是否也被归入一个范畴之属中;因为若非如此,而是一者属于数量,另一者属于性质或属于关系或其他范畴,它们就不会是相同的,就如同数与知识各自被归入不同的属一样。
"〈Πάλιν εἰ τὸ γένος.〉 "Δόξειεν ἂν ὁ τόπος οὗτος ὁ αὐτὸς εἶναι τῷ πρὸ αὐτοῦ. οὐ μὴν οὕτως ἔχει· ἐπ’ ἐκείνου μὲν γὰρ ἐζήτει εἰ μὴ ὑπὸ τὴν αὐτὴν κατηγορίαν εἴη· νῦν δὲ περὶ τοῦ προσεχοῦς γένους τὸν λόγον ποιεῖται. κἂν γὰρ ὑπὸ τὴν αὐτὴν κατηγορίαν ᾖ τινα ἀλλήλοις, μὴ ἔχῃ δὲ τὸ προσεχὲς γένος τὸ αὐτό, δῆλον ὅτι οὐκ ἂν εἴη κατ’ ἀριθμὸν ἀλλήλοις ταὐτά. εἰ γὰρ εἴη ἀμφότερα μὲν ὑπὸ τὴν αὐτὴν ποιότητα, εἴη δὲ τοῦ μὲν ἀρετὴ τοῦ δὲ κακία τὸ γένος, ἢ τοῦ μὲν ἀρετὴ τοῦ δὲ ἐπιστήμη, δῆλον ὅτι ἕτερα ταῦτα.
“〈再次,如果属……〉”这一论题可能看似与它前面的那个相同。然而事实并非如此;因为在前一个论题中,他探讨的是是否不在同一个范畴之下,而现在他论述的则是关于最近属。因为即便某些事物彼此处于同一范畴之下,若不具有相同的最近属,显然它们彼此在数目上不会是相同的。因为倘若二者都在同一种性质之下,但一者的属是德性,另一者的属是恶德,或者一者是德性,另一者是知识,显然这些事物是各不相同的。
"Καὶ εἰ τὸ μὲν γένος." Καὶ εἰ τὸ μὲν γένος αὐτῶν ταὐτὸν εἴη, αἱ δὲ διαφοραὶ αἱ εἰδοποιοὶ μὴ αἱ αὐταί, δῆλον ὅτι ταῦτα οὐ ταὐτά. ὥστε οὐ ταὐτὸν ἐπιστήμη θεωρητικὴ καὶ ἐπιστήμη πρακτική· γένος μὲν γὰρ ἀμφοτέρων ἕν, ἡ ἐπιστήμη, διαφοραὶ δὲ τοῦ μὲν θεωρητικὴ τοῦ δὲ πρακτική.
“此外,如果属……” 此外,即使它们的属是相同的,而构成种的种差不相同,显然这些事物不是相同的。因此,理论知识与实践知识并不是相同的;因为二者的属是单一的,即知识,但种差却一者是理论的,另一者是实践的。
"Ἔτι ἐκ τοῦ μᾶλλον." Ὥστε οὐ ταὐτὸν ἐγκράτεια καὶ σωφροσύνη, εἴ γε ἐγκρατεύεσθαι μὲν ἔστι μᾶλλον καὶ ἧττον, σωφρονεῖν δὲ οὐχ οὕτως.
“此外,从更甚……出发[进行考察]。” 因此,如果自制确实能有程度的更甚与更次,而节制却并非如此,那么自制与节制就不是相同的。
- 7.5ἀλλὰ καὶ τὸ ἀνάπαλίν φησιν, οἷς συμβέβηκε τὸ ἕτερον, τούτοις καὶ τὸ ἕτερον ὀφείλειν συμβεβηκέναι.
由 φησίν 引导的间接引语结构。在宾格与不定式结构中,关系从句 οἷς συμβέβηκε τὸ ἕτερον 依附于先行词与格指示代词 τούτοις,主要不定式 ὀφείλειν 以 τὸ ἕτερον 为宾格主语,并支配补足不定式 συμβεβηκέναι。
- 7.6δῆλον ὡς πολὺ 〈ἂν〉 ἀποδέοι τοῦ κατ’ ἀριθμὸν εἶναι ταὐτά
半非人称表达 πολὺ ἀποδεῖ(此处为表示潜能的 ἄν 加祈愿语气 ἀποδέοι)与充当分离/差距属格的带冠词不定式短语 τοῦ ... εἶναι ταὐτά 结合构成的结构,意为“它们距离相同将会相差甚远”。
