← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§50.1-51.17

不可分离的偶性与否定定义的完备性

亚历山大考察了如雪之白这般不可分离偶性的物理成因与本性,阐明了为何通过否定的定义相较于肯定模态定义能够更完备地涵盖所有偶性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#2

ὃ οὖν καὶ μὴ ὑπάρχον οὐκ ἀναιρεῖ τὸ πρᾶγμα, τοῦτο, ἂν ἀχωρίστως ὑπάρχῃ, οἷόν τε ὑπάρχειν1 καὶ μὴ ὑπάρχειν· τὸ γὰρ ἐκτός τε εἶναι τῆς οὐσίας καὶ φύσεως τοῦ πράγματος, κἂν μὴ δυνατὸν ᾖ μὴ ὑπάρχειν αὐτῷ, σημαίνει τὸ ἐνδέχεσθαι ὑπάρχειν τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν. καὶ εἴη ἂν συμβεβηκὸς τοῦτο οὗ ὑπάρχοντος τῷ πράγματι ἡ ἀναίρεσις οὐκ ἀναιρεῖ τὸ ᾧ ὑπάρχει.2 ἐπιζητήσειε δ’ ἄν τις εἰ οὕτως καὶ τῇ χιόνι καὶ τῷ κύκνῳ τὸ λευκὸν καὶ τῇ πίττῃ τὸ μέλαν· δοκεῖ γὰρ τὰ τοιαῦτα τῆς οὐσίας πως εἶναι τοῦ πράγματος. ἢ δεῖ λέγειν συμβεβηκότα καὶ ταῦτα τῷ γε μὴ ἐν τῇ οὐσίᾳ εἶναι τούτων οἷς ὑπάρχει· οὐ γὰρ ἡ οὐσία τῆς χιόνος ἐν τῷ λευκὴν εἶναι ἢ τῆς πίττης ἐν τῷ μέλαιναν, ἀλλ’ ἔστιν ἐπακολουθοῦντα τῇ οὐσίᾳ αὐτῶν, καὶ ἀχώριστα συμβεβηκότα ἐστίν. ἔτι λέγοιτ’ ἂν ὅτι, εἰ καὶ μὴ τούτοις οἷά τε ὑπάρχειν καὶ μή, ἀλλ’ ἄλλοις γε δύναταί τισιν καὶ ὑπάρχειν καὶ μή· ἃ δὲ οὕτως ἔχει πρός τινα τῶν ὄντων, συμβεβηκότα ἔσται. ἢ οὐδὲ τοῦτο ἀληθές· τὸ γοῦν θερμὸν ὑπάρχον τινὶ οὕτως ὡς δύνασθαι καὶ μὴ ὑπάρχειν οὐκ ἔστι τῷ πυρὶ συμβεβηκός. τὸ δὲ λευκὸν ἐν τῇ χιόνι ἢ γένος αὐτῆς ἢ ὁρισμὸς ἢ ἴδιον ἂν εἴη· οὐδὲν δὲ τούτων οἷόν τε λέγειν ἐπ’ αὐτῆς. ἀλλ’ οὐδὲ διαφορὰ ἂν εἴη· οὐ γὰρ δοκεῖ εἰδοποιὸς διαφορὰ σώματος εἶναι τὸ χρῶμα. πλέον μὲν οὖν τι ἢ κατὰ τὰ ἄλλα συμβεβηκότα τὰ τοιαῦτα ἂν ἔχοι τῷ τῇ ὕλῃ καὶ ταῖς ταύτης ποιότησί τε καὶ πάθεσιν, ἐξ ὧν τούτοις τὸ εἶναι, ἐξ ἀνάγκης παρακολουθεῖν.3 τῇ γὰρ τοῦ τοιοῦδε σώματος, οἷον τῇ νέφους, ὅ ἐστι χιόνος ὕλη, τοιᾷδε πήξει, τῇ δι’ ὑπερβολὴν ψυχρότητος γινομένῃ μετὰ ἐναπολείψεως πνεύματός τινος, ἐξ ἀνάγκης ἡ λευκότης ἕπεται. ἡ γὰρ τοῦ ἀέρος τοῦ ἐνόντος ἐν τῷ νέφει ἐναπόλειψίς τε καὶ πῆξις καὶ τρῖψις ἐν τῇ τοῦ νέφους πήξει, ἥτις δι’ ὑπερβολὴν ψυχρότητος γινομένη φθάνει τὴν ἔκκρισιν αὐτοῦ, τοῦ τοιούτου χρώματος αἰτία· τριβόμενον γὰρ καὶ κινούμενον τὸ πνεῦμα λευκαίνεται· διὰ τοῦτο γὰρ καὶ ὁ ἀφρὸς λευκός. τρῖψις δέ τις καὶ κίνησις γίνεται ἐν τῇ πήξει τοῦ νέφους τοῦ ἐν αὐτῷ πνεύματος συστελλομένου καὶ εἰς τὸ βάθος ἀποκλειομένου καὶ τὴν ἔκκρισιν ἐμποδιζομένου. καὶ ἔστιν ἐκεῖνα μὲν τῆς οὐσίας τῆς χιόνος, τὸ δὲ λευκὸν ἐπακολουθοῦν ἐκείνοις καὶ πάθος τι καὶ συμβεβηκός· καὶ τῇ χιόνι ἂν εἴη συμβεβηκὸς τῷ μὴ εἶναι τῆς χιόνος συμπληρωτικὸν τῆς οὐσίας· εἰ γὰρ μήτε ὕλη τῆς χιόνος τὸ λευκὸν μήτε εἶδος, οὐκ ἔστιν ἐν τῇ οὐσίᾳ τῆς χιόνος. τῷ δὲ συμπτώματι τῆς ὕλης ἐπιγινόμενον ἐν τῇ εἰς τὸ τοιοῦτον εἶδος μεταβολῇ, τούτῳ ἀχώριστόν ἐστιν αὐτῆς. οὐ μὴν ἔτι ἔστιν ἐπὶ τούτου εἰπεῖν ὅτι ἐνδέχεται καὶ μὴ ὑπάρχειν αὐτὸ τῷ πράγματι. οὕτω καὶ τὸ θῆλυ πάθος ὂν καὶ συμβεβηκὸς δείκνυται. διὸ ἔοικεν ἐκ τῆς τῶν ἄλλων ἀποφάσεως ὁ δηλῶν τὸ συμβεβηκὸς λόγος μᾶλλον περιλαμβάνειν πάντα τὰ συμβεβηκότα τοῦ δευτέρου κειμένου· διὸ καὶ ἐχρήσατο αὐτῷ. ἄμεινον μὲν γάρ, ὡς εἶπεν, ἐκείνως ὁρίζεσθαι· ἐφ’ ὧν δὲ μὴ οἷόν τέ ἐστι τοιούτῳ λόγῳ περιλαβεῖν πᾶν τὸ ὁριστόν, ἀγαπητὸν καὶ δι’ ἀποφάσεως αὐτὸ δηλῶσαι. πέπονθε δὲ τοῦτο τὸ συμβεβηκός, διότι μή ἐστι μιᾶς φύσεως· τὰ γὰρ ἐννέα γένη τὰ παρὰ τὴν οὐσίαν συμβεβηκότα. διὸ οὐδὲ οἷόν τε ἕνα τινὰ λόγον ἀποδοῦναι αὐτοῦ. ἴδιον δὲ ἂν εἴη αὐτοῦ τὸ ἐν ὑποκειμένῳ, εἴ γε πᾶσα οὐσία μὴ ἐν ὑποκειμένῳ, ἀλλὰ καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ 〈αἱ〉 ἐν αὐτῇ ἀποκρίνονται τῷ ἐν ὑποκειμένῳ.4 αὐτὸς μέντοι τὴν τοιαύτην ἀκριβολογίαν παραιτούμενος ὡς οὐκ οἰκείαν τῇ προκειμένῃ πραγματείᾳ ἀρκεῖται τοῖς ἀποδεδομένοις λόγοις τοῦ συμβεβηκότος.

因此,凡即使不属于亦不消灭该事物者,即使它是不可分离地属于的,也是“可能属于亦可能不属于”的;因为“可能属于亦可能不属于同一之物”意味着处在该事物之实体与本性之外,即使不可能不属于它。而凡属于该事物、其消灭却不消灭其所属于之物者,即是偶性。但有人可能会探究,在雪和天鹅中的白以及在沥青中的黑是否也是如此;因为这般事物似乎在某种程度上属于该事物的实体。或者不如说必须主张,这些由于不在其所属于之物的实体之中,因而也是偶性;因为雪的实体不在于它是白的,沥青的实体也不在于它是黑的,而是伴随着它们实体的产物,是不可分离的偶性。此外还可以说,即使对这些事物而言它们不可能既属于又不属于,但对其他某些事物而言它们却能够既属于又不属于;而凡对某些存在物而言具有这般关系者,都将是偶性。或者这也不为真;至少,热以可能不属于的方式属于某物,却不是火的偶性。另一方面,雪中的白将或是它的属,或是定义,或是固有属性;但在雪的情况中断言这当中的任何一种都是不可能的。然而它也不可能是种差;因为颜色似乎并不是物体之构成种的种差。因此,这类事物由于必然伴随物质以及物质的诸性质与受动(这些事物之存在即由此而来),会比一般偶性多出某些特征。因为在此类物体(例如云,即雪的物质)的这般凝结——因极度寒冷并伴随某些气之留存而产生的凝结——发生时,白必然随之而来。因为在云的凝结过程中,云中所含空气的留存、凝结与摩擦(这种因极度寒冷而产生的凝结抢在其排泄析出之前发生),正是这般颜色的原因;因为气在受摩擦和运动时会变白;事实上泡沫之所以也是白的,正是由于这个原因。而在云的凝结中,当其中的气被压缩、封闭在深处并被阻碍排泄析出时,会产生某种摩擦和运动。那些成分属于雪的实体,而白则是伴随着那些成分的某种受动与偶性;而且对于雪而言,白由于不补足充实雪的实体,因而也将是偶性;因为如果白既不是雪的物质亦非其形式,它就不在雪的实体之中。但由于白是在转变为这般形式的过程中产生于物质的附带状态上,由此它与雪是不可分离的。然而在这种情况中,人们便不再能说它可能不属于该事物了。同样,雌性也被证明是一种受动和偶性。因此,从其他各项的否定中显明偶性的说明,似乎比列出的第二种说明更能涵盖所有的偶性;正因如此他也采用了它。因为正如他所说,虽然依彼种方式来定义更好,但在无法通过这般说明来涵盖被定义者的全部的情况下,即使通过否定来显明它也是令人满意的。而偶性之所以落得这般情况,是因为它不属于单一的本性;因为实体之外的九个属都是偶性。正因如此,甚至不可能给出偶性的某个单一说明。而“在基体之中”会是偶性的固有属性,如果确实凡实体都不在基体之中,而且实体之内的形式与种差也与“在基体之中”判然有别的话。然而他本人鉴于这般的详究细论不适合当面的论著而予以舍弃,满足于所给出的这些偶性说明。

语法注4 条
  1. 1.21ὃ οὖν καὶ μὴ ὑπάρχον οὐκ ἀναιρεῖ τὸ πρᾶγμα, τοῦτο, ἂν ἀχωρίστως ὑπάρχῃ, οἷόν τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν

    由 ὃ 引导的关系从句被指示词 τοῦτο 承接,其后带有表语 οἷόν τε ὑπάρχειν καὶ μὴ ὑπάρχειν。条件从句 ἂν ἀχωρίστως ὑπάρχῃ 带有让步语气插入其中(“即使它是不可分离地属于”),与表让步的分词短语 καὶ μὴ ὑπάρχον 相应。

  2. 1.21οὗ ὑπάρχοντος τῷ πράγματι ἡ ἀναίρεσις οὐκ ἀναιρεῖ τὸ ᾧ ὑπάρχει

    属格关系代词 οὗ 修饰名词 ἡ ἀναίρεσις(“其消灭”),而独立属格 ὑπάρχοντος τῷ πράγματι(“属于该事物时”)被插入二者之间。宾语短语 τὸ ᾧ ὑπάρχει 中的关系代词 ᾧ 则构成了包含先行词的从属结构(“其所属于之物”)。

  3. 1.21πλέον μὲν οὖν τι ἢ κατὰ τὰ ἄλλα συμβεβηκότα τὰ τοιαῦτα ἂν ἔχοι τῷ τῇ ὕλῃ καὶ ταῖς ταῖς ταύτης ποιότησί τε καὶ πάθεσιν... ἐξ ἀνάγκης παρακολουθεῖν

    句子的核心骨架是 τὰ τοιαῦτα ἂν ἔχοι πλέον τι(“这般事物会具有更多某种特征”),比较标准由 ἢ κατὰ τὰ ἄλλα συμβεβηκότα(“相比于其他偶性而言”)给出。冠词加不定词结构 τῷ... παρακολουθεῖν 作原因与格,支配与格补足语 τῇ ὕλῃ 及其并列成分。

  4. 1.21ἀποκρίνονται τῷ ἐν ὑποκειμένῳ

    动词 ἀποκρίνω 的被动态(或中动态)ἀποκρίνονται 在此处并非“回答”,而是表示“被区分开 / 被分立开”,与与格短语 τῷ ἐν ὑποκειμένῳ(“在基体之中”)配合,意为与“在基体之中”判然有别。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:50.1-51.17