← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§48.13-50.1

偶性的两种定义及其优劣之考察

亚历山大考察了亚里士多德对偶性给出的两种定义(一者通过对其他谓项的否定,一者出自偶性自身的本性),阐明了为何后者作为本质定义更受推重,以及为何考虑到如凹鼻等不可分离偶性的疑难而前者亦被一并列出。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21#1

" Συμβεβηκὸς δέ ἐστιν ὃ μηδὲν μὲν τούτων ἐστί, μήτε ὅρος μήτε ἴδιον μήτε γένος, ὑπάρχει δὲ τῷ πράγματι, ἢ ὃ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν." Δύο λόγους τοῦ συμβεβηκότος ἀποδέδωκε, τὸν μὲν ἐκ τῆς τῶν προειρημένων ἀποφάσεως δεικνύντα τὸ συμβεβηκός (ὃ γὰρ ὑπάρχον τῷ πράγματι κατὰ μηδένα τῶν προειρημένων τρόπων ὑπάρχει, τοῦτό ἐστι συμβεβηκός), τὸν δὲ ἀπ’ αὐτῆς τῆς τοῦ συμβεβηκότος φύσεως· ὃ γὰρ οὕτως ὑπάρχει ὡς ἐνδέχεσθαι αὐτῷ τούτῳ καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, συμβεβηκός ἐστι. καὶ προκρίνει γε τοῦτον τὸν λόγον δι’ ὃ καὶ λέγει. ὁ μὲν γὰρ δι’ ἀποφάσεώς τινων μέλλων τι γνωρίζειν πρῶτον ἀνάγκην ἔχει γνωρίζειν ἐκεῖνα ὧν τῇ ἀποφάσει τοῦτο δηλοῦται· ὁ δὲ ἀπ’ αὐτοῦ τοῦ πράγματος οὐδενὸς ἄλλου χρείαν εἰς γνῶσιν ἔχει τοῦ προκειμένου· τὴν γὰρ αὐτοῦ τοῦ πράγματος οὐσίαν τε καὶ φύσιν ὁ τοιοῦτος σημαίνει λόγος, ἐπεὶ ὁρισμός ἐστι “λόγος ὁ τὸ τί ἦν εἶναι σημαίνων”, ὡς προείρηται, τὸ δὲ εἶναι ἑκάστῳ ἐν ὑπάρξει τινὶ καὶ ἐν καταφάσει. οὐκ ἂν οὖν ὁ ἐξ ἀποφάσεώς τινων λόγος κυρίως ὁρισμὸς εἴη. τί δήποτε οὖν ἀμφοτέρους ἔθηκε καὶ οὐ μόνον ὃν προέκρινεν; ὑπὲρ τοῦ ἐνδείξασθαι ὅτι καὶ τοιαύτη τις ἀπόδοσις γίνεται λόγων. ἢ ἐπεὶ χρήσεται πρὸς τὰ ἑξῆς τῷ τοιούτῳ λόγῳ τοῦ συμβεβηκότος·1 διὰ γὰρ τοῦ λόγου τοῦ συμβεβηκότος κατασκευάζεται τὸ τοσαῦτα εἶναι τῶν προβλημάτων γένη. τάχα δὲ καὶ καθόλου μὲν ἀμείνων ἐκεῖνος ὁ τρόπος τῆς τῶν ὅρων ἀποδόσεως, ἐπ’ ἐνίων δὲ ἀναγκαῖος οὗτος, ὥσπερ ἐπὶ τοῦ σιμοῦ. καὶ γὰρ ἐπὶ τοῦ συμβεβηκότος ὁ δεύτερος ἀποδοθεὶς οὐ πᾶν δοκεῖ τὸ συμβεβηκὸς περιλαβεῖν, ὁ δὲ πρῶτος πᾶν. ἐπιζητήσαι γὰρ ἄν τις εἰ ὁ λέγων λόγος συμβεβηκὸς εἶναι ὃ οἷόν τε ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν, πᾶσαν τὴν τοῦ συμβεβηκότος περιείληφε φύσιν. εἰ γὰρ τοῦτό ἐστι, τὰ συμβεβηκότα τὰ ἀχωρίστως μὲν ὑπάρχοντά τισι μήτε δ’ ἐν τῇ οὐσίᾳ μήτε ὡς ἴδια ὑπὸ τί ἂν εἴη γένος; οἷον ἡ σιμότης τῇ ῥινί. εἰ γὰρ μὴ συμβεβηκότα, ἢ γένη ἔσται ἢ διαφοραὶ ἢ ἴδια ἢ ὁρισμοί· ἄτοπον δὲ τούτων τι λέγειν αὐτὰ εἶναι· ἄλλη ἄρα φύσις ὑπαρχόντων παρὰ τὰς εἰρημένας τέσσαρας ἡ τοιαύτη ἂν εἴη. εἰ δὲ τοῦτο, οὐδ’ ἂν ὁ ἀριθμὸς τῶν προβλημάτων τε καὶ προτάσεων οὗτος ἂν εἴη, ἀλλὰ καὶ πέμπτον ἂν εἴη γένος τι προβλημάτων, ἐν ᾧ τὰ οὕτως ὑπάρχοντα κατηγορεῖται. διὸ κατὰ τοῦτο ὁ πρῶτος ἀποδοθεὶς λόγος ἀμείνων. ἢ ἀχώριστον ῥινὸς τὸ σιμόν, οὐχ ὅτι μὴ ῥὶς ἡ αὐτὴ καὶ σιμὴ καὶ γρυπὴ γίνεται (διὰ τοῦτο γὰρ οὐδὲ διαφορὰ ῥινὸς τὸ σιμόν), ἀλλ’ ὅτι δοκεῖ τὸ σιμὸν ἐν αὑτῷ συνειληφέναι καὶ τὴν ῥῖνα· εἰ γὰρ κοιλότης ἡ σιμότης ἐν ῥινί, τὸ συναμφότερον οὖσα εἰκότως μετὰ τῆς ῥινὸς καὶ σὺν ταύτῃ ἐστὶ καὶ ἀχώριστος αὐτῆς ὥσπερ καὶ τῆς κοιλότητος· τὸ γὰρ συναμφότερον σιμόν. οὕτως δὲ οὐκέτ’ ἂν εἴη συμβεβηκὸς ἡ σιμότης, ἀλλὰ τὸ συμβεβηκὸς μετὰ τοῦ ᾧ συμβέβηκεν· ἡ δὲ κοιλότης συμβεβηκὸς οὖσα οἵα τε καὶ παρεῖναι τῇ ῥινὶ καὶ μή. δύναται δὲ τὸ ἐνδέχεται ὑπάρχειν ὁτῳοῦν ἑνὶ καὶ τῷ αὐτῷ καὶ μὴ ὑπάρχειν οὐ τοῦ πάντως καὶ ὑπάρχειν δύνασθαι καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ δηλωτικὸν εἶναι τὸ πρότερον ὑπάρξαν,2 ἀλλὰ τοῦ μηδὲν τὸ πρᾶγμα πρὸς τὸ εἶναί τι ἢ μὴ εἶναι δεῖσθαι τῆς τοῦ συμβεβηκότος παρουσίας· καὶ γὰρ χωρὶς τούτου ταὐτὸ ἂν ἦν· ἡ γὰρ ῥὶς 〈ῥὶς〉 ἦν ἂν καὶ χωρὶς σιμότητος.

“偶性则是既非这些——既非定义,亦非固有属性,亦非属——却属于该事物者,或是可能属于亦可能不属于任何单一且同一之物者。” 他给出了关于偶性的两种说明[定义]:一种是从前述事物的否定中显明偶性(因为凡属于该事物却不依前述任何一种方式属于者,此即偶性),另一种则是出自偶性自身的本性;因为凡是以如此方式属于以致对这同一个事物而言可能属于亦可能不属于者,即是偶性。并且正是依据他自己所说的理由,他更看重这一[后一种]说明。因为将要通过某些事物的否定来认识某物的人,必然首先要知道那些通过其否定而使此物得以显明的事物;而从事物本身出发的人,为了认识所讨论的对象则不需要任何别的事物;因为这般的说明意指该事物自身的实体与本性,既然如前所说定义是“意指本质的说明”,而对于每一个事物而言,存在是在于某种实在并在于肯定之中。因此,出于某些事物的否定的说明不会是本义上的定义。那么他究竟为何把两者都列出,而不仅列出他所偏爱的那一种呢?这是为了表明,也有这般的说明方式被给出。或者是由于他在接下来的讨论中将要用到偶性的这种说明;因为正是通过偶性的这种说明,诸问题的属类被确立为只有这么多。但也或许,普遍而言给出定义的彼种方式更好,但在某些特殊情况下此种方式却是必然的,正如在凹鼻的情况中那样。因为就偶性而言,所给出的第二种说明似乎未能涵盖所有的偶性,而第一种却涵盖了一切。因为人们可能会探究,那断言偶性是可能属于亦可能不属于任何单一且同一之物的说明,是否已经涵盖了偶性的全部本性。因为如果这就是偶性,那么那些虽不可分离地属于某些事物、却既不在其实体中亦不作为固有属性而属于的偶性,将归于哪一个属之下呢?例如凹鼻性之于鼻子。因为如果它们不是偶性,就将或是属、或是种差、或是固有属性、或是定义;然而断言它们是这些当中的某一种是荒谬的;因此这般事物就会成为在前述四种属于事物的本性之外的另一种本性。如果这样,问题与命题的数目也就不会是这个数目,而是还会存在第五个问题的属,在其中那些以此种方式属于的事物被谓述。因此在这方面,最初给出的说明更好。或者不如说,凹鼻之所以不可脱离鼻子,并不是因为同一个鼻子不能既变凹又变鹰钩(正因如此,凹鼻甚至不是鼻子的种差),而是因为凹鼻似乎在自身之内也包含了鼻子;因为如果凹鼻性是鼻子中的凹陷,那么作为两者的复合体,它理所当然地伴随鼻子并与它一同存在,并且正如与凹陷不可分离一样,它与鼻子也是不可分离的;因为两者的复合体才是凹鼻。但若是这样,凹鼻性也就不再是偶性本身,而是伴随着发生偶性者的偶性;至于作为偶性的凹陷,则既可能存在亦可能不存在于鼻子之中。此外,“可能属于亦可能不属于任何单一且同一之物”这一表述,可以不是表示那先前属于者必定能够既属于亦不属于同一之物,而是表示事物为了成为某种事物或不成为某种事物,丝毫不依赖于偶性的临在;因为即使没有此偶性,它也将是同一之物;因为即便没有凹鼻性,鼻子也仍将是鼻子。

语法注2 条
  1. 1.21ἢ ἐπεὶ χρήσεται πρὸς τὰ ἑξῆς τῷ τοιούτῳ λόγῳ τοῦ συμβεβηκότος

    此句紧接前文针对“为何两者皆列出(τί δήποτε οὖν ἀμφοτέρους ἔθηκε...)”的第一个回答“ὑπὲρ τοῦ ἐνδείξασθαι...”,通过连词“ἢ”并列引出原因从句。句法上省略了主句谓语动词(如 ἔθηκε),意为“或者[他之所以列出两者,是]因为他将要使用……”。

  2. 1.21οὐ τοῦ πάντως καὶ ὑπάρχειν δύνασθαι καὶ μὴ ὑπάρχειν τῷ αὐτῷ δηλωτικὸν εἶναι τὸ πρότερον ὑπάρξαν

    主动词 δύναται 的主语是前引短语(τὸ 'ἐνδέχεται ὑπάρχειν...'),不定式 δηλωτικὸν εἶναι 充当其补足语。属格成分“τοῦ πάντως καὶ ὑπάρχειν δύνασθαι...”依附于形容词 δηλωτικόν(宾格性属格),而名词化分词“τὸ πρότερον ὑπάρξαν(先前属于者)”则作不定式“ὑπάρχειν δύνασθαι”在意义上的主语(宾格主语)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:48.13-50.1