← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§51.18-53.10

比较与存在问题归入偶性问题的论证

注解亚里士多德《论题篇》102b14,阐明为何彼此比较的所有问题、涉及抉择的审议问题、乃至探究单纯存在的问题(如神或灵魂是否存在)都应归入偶性问题之下。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22

" Προσκείσθωσαν δὲ τῷ συμβεβηκότι καὶ αἱ πρὸς ἄλληλα συγκρίσεις, ὁπωσοῦν ἀπὸ τοῦ συμβεβηκότος λεγόμεναι." Ὡς τοῖς ἀπὸ τοῦ ὅρου προβλήμασιν ὑπῆγε καὶ τὰ περὶ ταὐτοῦ καὶ τοῖς ἀπὸ τοῦ γένους τὰ ἀπὸ τῶν διαφορῶν καὶ τοῖς ἀπὸ τοῦ ἰδίου τὰ ποτὲ καὶ πρός τι ἴδια, οὕτως καὶ τοῖς ἀπὸ τοῦ συμβεβηκότος τὰ συγκριτικὰ πάντα· κατὰ γὰρ τὰ συμβεβηκότα μόνα ἡ σύγκρισις, ᾗ καὶ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστί τινος 〈οὔτε〉 γένος οὔτε ὁρισμὸς οὔτε [τὸ] ἴδιον, ἀλλὰ τῶν συμβεβηκότων μόνων τὸ τοιοῦτον πάθος.1 τούτων γὰρ ποτὲ μὲν ζητεῖται εἰ ὑπάρχει ἢ μὴ ὑπάρχει τί τινι, ὡς ὅταν ζητῶμεν εἰ ὁ πλοῦτος ἀγαθὸν ἢ οὔ, εἰ ἡ ἐγκράτεια ἀρετὴ ἢ οὔ, τὰ δὲ ποτέρῳ μᾶλλον ὑπάρχει τῶνδέ τινων, οἷον τὸ ἀγαθὸν ὑγείᾳ ἢ πλούτῳ, καὶ τὸ ἡδέως ζῆν ποτέρῳ μᾶλλον, τῷ κατ’ ἀρετὴν βίῳ ἢ τῷ ἀπολαυστικῷ· ἐν γὰρ τῷ τοιούτῳ, ποτέρῳ μᾶλλον ὑπάρχει τὸ προκείμενον, ὅ ἐστι συμβεβηκός, ἡ ζήτησις γίνεται. τὸ δὲ ὁπωσοῦν πρόσκειται ἤτοι ἀντὶ τοῦ ‘καθ’ ὃ ἂν ἡ σύγκρισις γίνηται’, ὡς καὶ αὐτὸς διὰ τῶν παραδειγμάτων ἐνδείκνυται, ἢ ἐπεὶ ἡ σύγκρισις κατὰ πλείους γίνεται τρόπους, ἢ γὰρ ποτέρῳ μᾶλλον τῶν ὑποκειμένων τὸ κατηγορούμενον, ὡς ἐπὶ τοῦ ‘πότερον ὁ πλοῦτος ἢ ἡ ὑγεία αἱρετώτερον;’, ἢ πότερον μᾶλλον τῷ ὑποκειμένῳ ὑπάρχει, οἷον τῇ ὑγείᾳ τὸ ἡδὺ ἢ τὸ χρήσιμον, ποτὲ δὲ πότερον τῷδε τόδε ἢ τῷδε τόδε, οἷον πότερον τῇ ὑγείᾳ μᾶλλον ὑπάρχει τὸ ἀγαθὸν ἢ τῇ νόσῳ τὸ κακόν· ὅπως γὰρ ἂν αἱ συγκρίσεις γίνωνται, ἀπὸ τοῦ συμβεβηκότος λέγονται. καὶ κατὰ τὸ μᾶλλον δὲ γίνεται καὶ κατὰ τὸ ἧττον καὶ κατὰ τὸ ὁμοίως ἡ σύγκρισις· συγκριτικὰ γὰρ καὶ τὰ τοιαῦτα· εἰ ἡ ὑγεία μᾶλλον πλούτου οὖσα αἱρετὴ μή ἐστι δι’ αὑτὴν αἱρετή, οὐδὲ ὁ πλοῦτος· καὶ εἰ ἡ ἡδονὴ μᾶλλον οὖσα ἀγαθὸν ἢ τέλος μή ἐστιν ἀγαθόν, οὐδ’ ἂν τέλος εἴη· καὶ πάλιν εἰ ὁ πλοῦτος ἧττον ὑγείας ὢν ἀγαθὸν ἀγαθόν ἐστι, καὶ ἡ ὑγεία· καὶ εἰ ἡ ὑγεία ἧττον οὖσα ἀγαθὸν τοῖς ἐν εἰρήνῃ οὖσιν ἢ τοῖς πολεμοῦσιν ἀγαθόν ἐστι τούτοις, κἀκείνοις. τοιαῦται δὲ αἱ κατὰ τὸ ὅμοιον συγκρίσεις, ἢ ἑνὸς περὶ δύο ἢ δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο λεγομένων, ὡς αὐτὸς ἐν τοῖς συγκριτικοῖς τόποις μνημονεύει. δύναται τὸ ὁπωσοῦν καὶ κατὰ τοῦτο προσκεῖσθαι, ὅτι2 καὶ τὰ συμβουλῆς ἐχόμενα προβλήματα καὶ αὐτὰ συγκριτικά πώς ἐστι· διὸ καὶ ὑπάγοιτο ἂν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. τὸ γὰρ ‘πότερον γαμητέον ἢ οὔ;’ καὶ τὸ ‘πότερον παῖδας ποιητέον ἢ οὔ;’ συγκριτικὰ καὶ αὐτά· ζητεῖται γὰρ ἐν αὐτοῖς πότερον αἱρετώτερον τῶν ἐν τῷ προβλήματι. ἢ γὰρ τοῦτό ἐστι ζητούμενον, 〈ἢ〉 εἰ αἱρετόν ἐστι τὸ γαμεῖν ἢ τὸ παῖδας ἔχειν ἢ ὅ τι ἄν ᾖ ἐν τῷ προβλήματι κείμενον. τὸ δὲ τοιοῦτον πᾶν συμβεβηκός· ζητεῖται γὰρ εἰ συμβέβηκε τῷ ὑποκειμένῳ τὸ αἱρετόν· ὥστε ὑπάγοιτ’ ἂν καὶ τὰ τοιαῦτα τῷ συμβεβηκότι. εἰσὶ δὲ οἳ λέγουσι τὰ τοιαῦτα προβλήματα ἀπὸ γένους εἶναι·3 ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ αἱρετὸν γένος. καίτοι οὐ ζητεῖται εἰ ἐν τῷ τί ἐστι κατηγορεῖται αὐτῶν τὸ αἱρετόν, ἀλλ’ εἰ μόνον ὑπάρχει αὐτοῖς· καὶ οἱ ἀνασκευάζοντες οὐχ ὅτι μὴ γένος ἐστὶ δεικνύουσι, τὸ ἀγαθὸν φέρε εἰπεῖν τῆς ἡδονῆς, ἀλλ’ ὅτι μὴ ὑπάρχει αὐτῇ. δεῖ δὲ ἐν τοῖς ἀπὸ τοῦ γένους προβλήμασι προσκεῖσθαι τὸ γένος, οἷον πότερον τόδε τοῦδε γένος ἢ οὔ· τὰ γὰρ χωρὶς τῶν τοιούτων προσθηκῶν προτεινόμενα ὡς συμβεβηκότα προτείνεται. ζητεῖται δὲ καὶ περὶ τῶν τοιούτων προβλημάτων ὑπὸ τί δεῖ τάσσειν αὐτά, εἰ θεοί εἰσιν, εἰ ψυχή ἐστι. καὶ τινὲς μὲν λέγουσι γενικὰ εἶναι πάντα τὰ τοιαῦτα· ζητεῖσθαι γὰρ ἐν αὐτοῖς εἰ τὸ προκείμενον ἐν γένει τῷ ὄντι ἐστίν. ἢ εἴη ἂν ὑπὸ τὸ συμβεβηκὸς καὶ ταῦτα· καὶ γὰρ οἷς οὐ δοκεῖ γένος τὸ ὂν εἶναι, ὅμως ζητοῦσιν οἱ τὰ τοιαῦτα ζητοῦντες εἰ συμβέβηκεν αὐτοῖς εἶναι ἢ τὸ ἐν τοῖς οὖσιν εἶναι. περὶ γὰρ ὑπάρξεως ἁπλῆς ἡ ζήτησις καὶ ἐπὶ τούτων, οὐ περὶ τρόπου ὑπάρξεως· ἡ δὲ περὶ ἁπλῆς ὑπάρξεως ζήτησις διὰ τοῦ συμβεβηκότος. καὶ οὐδὲ πρόσκειται τῷ προβλήματι τὸ εἰ ὡς ἐν γένει οἱ θεοὶ τῷ ὄντι.

“偶性中还应当加上彼此间的比较,无论它们如何由偶性而言。” 正如他把关于同一性的问题归入基于定义的问题之下,把基于种差的问题归入基于属的问题之下,把暂时的和相对的固有属性归入基于固有属性的问题之下一样,他也把所有比较性的问题归入基于偶性的问题之下;因为只有依据偶性才会有比较,正是在这点上,“更多”与“更少”既不是任何事物的属,也不是定义,也不是固有属性,而此类受动仅属于偶性。因为在这些问题中,有时探究的是某物属于还是不属于某物(例如当我们探究财富是否为善,节制是否为德性时),而有时探究的是在某些事物中某物更多属于哪一个(例如善属于健康还是财富,以及过愉悦的生活更多属于依德性的生活还是享乐的生活);因为在此类情况中,探究所针对的是所提出的属性——即偶性——更多属于哪一个。而“无论如何”这一修饰语的添加,或者用来代替“无论依据什么进行比较”(正如他本人通过例证所表明的那样),或者是因为比较以多种方式发生;因为或者探究谓项更多属于诸基体中的哪一个(如在“财富还是健康更值得选择?”中),或者探究哪一个谓项更多属于基体(例如快乐还是有用属于健康),有时则是探究此物属于此物还是彼物属于彼物(例如善更多属于健康,还是恶更多属于疾病);因为无论比较以何种方式发生,它们都是由偶性而言的。此外,比较依“更多”、依“更少”以及依“同样”而发生;因为下述论断也是比较性的:“如果健康比财富更值得选择,却不是因其自身而值得选择,那么财富也不是”;以及“如果快乐比是终极目标更是善,却不是善,那么也不会是终极目标”;反之,“如果财富比健康较少是善,却是善,那么健康也是善”;以及“如果健康对处于和平中的人而言比对处于战争中的人而言较少是善,却对前者是善,那么对后者也是善”。而依“相似”进行的比较无论是关于两事物断言一物,或关于一事物断言两物,或关于两事物断言两物,都是这类的,正如他本人在比较性的论题中所提到的那样。添加“无论如何”也可以出于这个原因,即涉及建议的问题本身在某种程度上也是比较性的;因此它们也会被归入基于偶性的问题之中。因为“是否应当结婚?”和“是否应当生子?”本身也是比较性的;因为在其中探究的是问题中列出的事物中哪一个更值得选择。因为所探究的要么是这一点,要么是结婚、生子或问题中所置入的任何事物是否是值得选择的。而这一切都是偶性;因为所探究的是“值得选择”是否偶性地属于基体;因此此类问题也会归入偶性之下。但有些人说此类问题是基于属的;因为在其中探究的是“值得选择”是否为一个属。然而,探究的并不是“值得选择”是否在“是什么”中表述它们,而只是它是否属于它们;并且反驳者所指明的并非善不是(比方说)快乐的属,而是它不属于快乐。此外,在基于属的问题中必须加上“属”,例如“此物是否为彼物之属”;因为凡没有这般附加语而提出的命题,都是作为偶性被提出的。关于此类问题,即“神是否存在”、“灵魂是否存在”,人们也探究应当将它们归于何者之下。有人说所有此类问题都是属的;因为在其中探究的是所提出的事物是否处在作为属的“存在”之中。或者不如说,这些也应当归在偶性之下;因为即使对于那些认为“存在”不是属的人而言,探究此类问题的人所探究的依然是存在、即处在存在物之中是否偶然属于它们。因为对于这些问题而言,探究针对的也是单纯的存在,而非存在的样态;而关于单纯存在的探究是通过偶性进行的。而且,神是否如同在属中一样处在存在之中,甚至根本没有被添加到问题之中。

语法注3 条
  1. 1.22ᾗ καὶ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστί τινος 〈οὔτε〉 γένος οὔτε ὁρισμὸς οὔτε [τὸ] ἴδιον, ἀλλὰ τῶν συμβεβηκότων μόνων τὸ τοιοῦτον πάθος

    在由关系副词 ᾗ 引导的原因从句中,主语是 τὸ μᾶλλόν τε καὶ ἧττον(“更多与更少”),表语是 οὔτε γένος οὔτε ὁρισμὸς οὔτε ἴδιον。属格 τινος 共同修饰这三个名词(“任何事物的属、定义或固有属性”)。后半句 ἀλλὰ τῶν συμβεβηκότων μόνων τὸ τοιοῦτον πάθος 中,主语为 τὸ τοιοῦτον πάθος,表语则是领属属格 τῶν συμβεβηκότων μόνων(“仅属于偶性”)。

  2. 1.22τὸ δὲ ὁπωσοῦν πρόσκειται ἤτοι ἀντὶ τοῦ ‘καθ’ ὃ ἂν ἡ σύγκρισις γίνηται’ ... ἢ ἐπεὶ ... δύναται τὸ ὁπωσοῦν καὶ κατὰ τοῦτο προσκεῖσθαι, ὅτι

    注疏者列举正文中添加 ὁπωσοῦν(“无论如何”)这一词语之原因的句式结构。在以 ἤτοι ... ἢ ... 提出第一和第二种解释之后,稍隔数行以 δύναται ... καὶ κατὰ τοῦτο προσκεῖσθαι, ὅτι ...(“也可以出于……这一原因而添加”)引出第三种解释。

  3. 1.22καὶ γὰρ οἷς οὐ δοκεῖ γένος τὸ ὂν εἶναι, ὅμως ζητοῦσιν οἱ τὰ τοιαῦτα ζητοῦντες εἰ συμβέβηκεν αὐτοῖς εἶναι

    与格关系从句 οἷς οὐ δοκεῖ γένος τὸ ὂν εἶναι(“即使对那些认为存在并非属的人而言”)作为表示评判者或关涉的与格修饰主句。主句的主语是实体化分词短语 οἱ τὰ τοιαῦτα ζητοῦντες(“探究此类事物的人”),主动词 ζητοῦσιν 带间接疑问从句 εἰ συμβέβηκεν αὐτοῖς εἶναι(“存在是否偶然属于它们”)作为宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:51.18-53.10