- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:498.4-499.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》卷七第一章(152a5)进行注解,阐述通过最高级与卓越程度确立或反驳同一性的论题,指出被比较的项必须在数目上指称单一事物,并辨析了包含关系(如伯罗奔尼撒人与拉栖代梦人)的例外情形。
" Σκοπεῖν δὲ καὶ ὧν θάτερον." Ἔτι τὰ καθ’ ὑπερβολὴν λεγόμενα κατὰ τὸ αὐτό, οἷον τὸ βέλτιστον καὶ τὸ μέγιστον καὶ τὰ ἄλλα, εἰ τὰ αὐτά ἐστι, πάντως ἕν ἐστι τῷ ἀριθμῷ· εἰ γὰρ μὴ ἦν ἓν τῷ ἀριθμῷ, οὐ ταὐτὰ ἔσται, καὶ ἀνάγκη τὸ ἕτερον1 ὑπὸ τὸ ἕτερον εἶναι· εἰ γὰρ μή, ἔσται ἑκάτερον ἑκατέρου κατὰ τὸ αὐτὸ ὑπερβάλλον. δεῖ οὖν, φησίν, ἐπιβλέπειν ἐπὶ τῶν ζητουμένων εἰ ταὐτά ἐστιν ἀλλήλοις, εἰ ὧν τὸ ἕτερον αὐτῶν μάλιστα εἶναί τι λέγεται καθ’ ὑπερβολήν, τῶν αὐτῶν τούτων καὶ τὸ ἕτερον μάλιστα εἶναί τι λέγεται, κατὰ τὸ αὐτὸ τοῦ μάλιστα λαμβανομένου, οἷον εἰ τοῦ ἑτέρου μεγίστου πάντων ὄντος καὶ τὸ ἕτερον ὁμοίως μέγιστον πάντων εἴη, καὶ εἰ τοῦ ἑτέρου μεγίστου καὶ αἱρετωτάτου πάντων ὄντος καὶ τὸ ἕτερον ὁμοίως μέγιστον καὶ αἱρετώτατον πάντων εἴη· οὐ γὰρ ἂν τὸ μὲν αἱρετώτατον ᾖ καὶ κατὰ τοῦτο ἔχῃ τὸ μάλιστα, τὸ δὲ μέγιστον καὶ κατὰ τοῦτο τῶν ἄλλων ὑπερβάλλον, ἔσται ταῦτα τὰ αὐτά, ἀλλ’ ἐὰν ἀμφότερα κατὰ τὸ αὐτὸ ἁπάντων ὑπερβάλλῃ. ἀνάγκη γὰρ κατὰ ταὐτὸν ἁπάντων ὑπερβάλλοντα ταὐτὰ κατ’ ἀριθμὸν ἀλλήλοις εἶναι· ἓν γὰρ τὸ κατὰ ταὐτὸν τῶν αὐτῶν ὑπερβάλλον. τοῦτο δέ ἐστιν, εἰ ἑκάτερον αὐτῶν ἓν κατ’ ἀριθμὸν εἴη καὶ μὴ ἐκ πλειόνων συγκείμενον ὡς τὸ μὲν περιέχειν τὸ δὲ περιέχεσθαι τῶν συγκρινομένων,2 ὡς δείξει. δεικνὺς γὰρ πῶς τὰ συγκρινόμενα δεῖ λαβεῖν, φησὶν ὅτι ἓν δεῖ κατ’ ἀριθμὸν εἶναι τὸ σημαινόμενον ὑφ’ ἑκατέρου, περὶ ὧν ἡ ζήτησις εἰ τὰ αὐτὰ καὶ ἡ κατὰ τὸν προειρημένον τρόπον δεῖξις ὅτι τὰ αὐτά, καὶ μὴ ἐκ πλειόνων συγκείμενα. εἰ γὰρ ἓν κατ’ ἀριθμὸν ἑκάτερον εἴη, καθ’ ὧν τὸ μέγιστον ἢ ἄλλο τι τῶν καθ’ ὑπερβολὴν λεγομένων κατηγορεῖται, δεικνύοιτ’ ἂν τὸ ταὐτὰ ἐκεῖνα εἶναι ἀλλήλοις· εἰ δὲ μὴ εἴη ἑκάτερον αὐτῶν ἓν κατ’ ἀριθμόν, οὐκ ἂν δεικνύοιτο τὸ ταὐτὸν τῷ δύνασθαι τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον εἶναι.3 οὐ γὰρ ἀναγκαῖον, φησίν, εἶναι τοὺς αὐτοὺς Λακεδαιμονίους καὶ Πελοποννησίους, κἂν καθ’ ὑπερβολὴν λέγωνται καὶ ἀμφότεροι ὁμοίως ἀνδρειότατοι τῶν Ἑλλήνων, ἐπεὶ οὐχ εἷς τῷ ἀριθμῷ Πελοποννήσιος καὶ Λακεδαιμόνιος, ἀλλὰ καὶ περιέχουσιν οἱ Πελοποννήσιοι τοὺς Λακεδαιμονίους. διὰ τοῦτο οὖν προσέθηκεν ὅτι τὰ δύο, καθ’ ὧν κατηγορεῖταί τι καθ’ ὑπεροχήν, ὀφείλουσιν ἓν σημαίνειν πρᾶγμα. οὔπω γὰρ ἂν εἴη ταὐτὰ τῷ ἀριθμῷ, κἂν ἔχωσί τι ἓν καθ’ ὑπεροχὴν αὐτῶν λεγόμενον, ὡς οἱ Πελοποννήσιοι καὶ οἱ Λακεδαιμόνιοι· ἐπεὶ γὰρ οὐχ ἓν σημαίνουσιν, εἰ καὶ ἔχουσί τι καθ’ ὑπεροχὴν αὐτῶν λεγόμενον, οὐ ῥηθήσονται ταὐτὰ τῷ ἀριθμῷ. πλὴν διότι περιέχεται τὸ ἕτερον ὑπὸ τοῦ ἑτέρου, οὐδέν τι ἄτοπον συμβαίνει· ἐν οἷς γὰρ λέγει ὅτι οἱ Πελοποννήσιοι ἀνδρειότατοι, συμπεριέλαβε καὶ τοὺς Λακεδαιμονίους ὅτι ἀνδρειότατοι· εἰ γὰρ καὶ λέγονται οἱ Πελοποννήσιοι πάντων τῶν Ἑλλήνων ἀνδρειότατοι, ἀλλ’ οὐχὶ καὶ τῶν Λακεδαιμονίων, ὅτι περιέχουσιν οἱ Πελοποννήσιοι τοὺς Λακεδαιμονίους. εἰ δὲ μὴ περιέχονται οἱ ἕτεροι ὑπὸ τῶν ἑτέρων, συμβήσεται τοὺς αὐτοὺς εἶναι καὶ βελτίους καὶ χείρους ἀλλήλων. Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι ὁ σπουδαῖος βίος μέρος τοῦ εὐδαίμονος βίου· καὶ γὰρ περιέχεται ὑπ’ αὐτοῦ.
“还必须考察在那些事物中,其中之一……” 此外,就同一方面以最高程度而言说的事物,例如最好者、最大者等等,如果是相同的,就必定在数目上是一。因为若在数目上不是一,它们就不会是相同的,并且其中之一必然从属于另一者;否则,各自就会就同一方面凌驾于另一者之上。他说,因此在探讨相互间是否相同的事项上,必须审察:在那些事物中,其中之一若以最高程度被说成最具有某种性质,另一者是否也针对完全相同的这些事物被说成最具有该性质,且“最”乃是就同一方面而被理解的;例如,若其中之一是万物中最大的,另一者是否也同样是万物中最大的;又如,若其中之一是万物中最大且最值得选择的,另一者是否也同样是万物中最大且最值得选择的。因为绝非如果一者是最值得选择的并在这方面占据首位,而另一者是最大的并在这方面超越其他事物,它们就会是相同的,而是唯有当二者就同一方面超越所有事物时才是相同的。因为凡就同一方面超越所有事物者,彼此之间在数目上必然相同;因为就同一方面超越相同事物者乃是单一的。而正如他将表明的,这仅当它们各自在数目上为一、且不是由多个事物复合而成以至于在被比较的事物中出现一者包含而另一者被包含时,才是如此。因为在阐明应当如何选取被比较的事物时,他说,凡针对其探讨是否相同、并按照上述方式证明其为相同的事物,由其各自所指称的对象必须在数目上是一,而不可由多个事物复合而成。因为,最大者或按最高程度言说的其他某种性质所归述于其上的那些事物,若各自在数目上是一,就能证明它们彼此相同;但若它们各自在数目上不是一,由于其中之一可能从属于另一者,就无法证明其相同。他说,因为拉栖代梦人与伯罗奔尼撒人即使双双同样以最高程度被称为希腊人中最勇敢的,也并不必然是相同的;因为伯罗奔尼撒人与拉栖代梦人在数目上不是一,反而是伯罗奔尼撒人包含了拉栖代梦人。因此,他补充说,某物按卓越程度归述于其上的那两个事物,必须意指单个事物。因为即使它们具有某个按卓越程度言说的单一性质,如同伯罗奔尼撒人与拉栖代梦人那样,它们也还不会在数目上相同;因为既然它们并不意指单个事物,即便它们具有某种按卓越程度言说的性质,也不会被称为在数目上相同。然而,正因为其中一者被包含在另一者之下,并不会产生任何荒谬;因为在他断言伯罗奔尼撒人最勇敢的那些语境中,他也一并包容了拉栖代梦人也是最勇敢的;因为即便伯罗奔尼撒人被称为全希腊人中最勇敢的,却并不被认为也比拉栖代梦人更勇敢,因为伯罗奔尼撒人包含了拉栖代梦人。反之,如果一方不被另一方所包含,就会导致同样的一批人彼此之间既更好又更差。此外也应当知晓这一点:有德的生命是幸福生命的一部分;因为它确实被幸福生命所包含。
- 7.3ὧν τὸ ἕτερον αὐτῶν μάλιστα εἶναί τι λέγεται καθ’ ὑπερβολήν, τῶν αὐτῶν τούτων καὶ τὸ ἕτερον
这是一个关系从句 ὧν ... 前置于其主句先行词(指示代词短语)τῶν αὐτῶν τούτων 的相关结构。属格 ὧν 作为表示比较范围的部分/比较属格(“在那些事物中……”),由主句中的 τῶν αὐτῶν τούτων(“在完全相同的这些事物中……”)相呼应承接。αὐτῶν 则是修饰 τὸ ἕτερον 的部分属格(“它们中的一者”)。
- 7.3ὡς τὸ μὲν περιέχειν τὸ δὲ περιέχεσθαι τῶν συγκρινομένων
ὡς + 不定词(περιέχειν 与 περιέχεσθαι)结构对前述短语 καὶ μὴ ἐκ πλειόνων συγκείμενον(“且不是由多个事物复合而成”)进行了具体说明,表示其方式或结果。分词属格 τῶν συγκρινομένων 作为部分属格修饰不定词的主语 τὸ μέν 和 τὸ δέ(“在被比较的事物中,一者……另一者……”)。
- 7.3τῷ δύνασθαι τὸ ἕτερον αὐτῶν ὑπὸ τὸ ἕτερον εἶναι
带冠词不定词的与格 τῷ δύνασθαι 表示原因(“由于……是可能的”)。宾格 τὸ ἕτερον αὐτῶν 作从属于 δύνασθαι 的不定词 εἶναι 的逻辑主语。
