- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:496.3-498.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
在第七卷开篇处,注解者解释了亚里士多德在定义论之后探讨相同性及其论题的原因,阐明了立足于最严格的“在数目上相同”的依据,并解说了基于词形屈折、同源同系词、对立者以及生成因和消灭因的论题。
Εἰπὼν ἐν τῷ πρώτῳ ὁρικὰ εἶναι τὰ προβλήματα καὶ τὰ ἔχοντα ζήτησιν περὶ τοῦ εἰ ταὐτὸν τόδε τῷδε ἢ οὔ, καὶ κατὰ τί δείξας ἐκεῖ,1 εἰκότως τοῖς ὁρικοῖς προβλήμασι, περὶ ὧν εἶπεν ἐν τῷ ἕκτῳ, συντάσσει τὰ περὶ ταὐτοῦ καὶ τοὺς ἁρμόζοντας τόπους πρὸς τὰ τοιαῦτα ἀνασκευαστικούς τε καὶ κατασκευαστικοὺς παραδίδωσι ἐν τούτῳ ἑβδόμῳ ὄντι τῆς πραγματείας. χρησιμεύουσι δὲ οὗτοι οἱ περὶ τοῦ ταὐτοῦ τόποι εἰς τὰ ὁρικὰ προβλήματα· δι’ ὧν γὰρ τόπων δεικνύομεν ὅτι τόδε ταὐτόν ἐστι τῷδε, διὰ τῶν αὐτῶν τούτων ἀποδεῖξαι δυνάμεθα ὅτι καὶ ὅδε ὁ ὁρισμὸς ὁ αὐτός ἐστι τῷ ὁριστῷ· καὶ πάλιν δι’ ὧν τόπων δεικνύομεν ὅτι τόδε ἕτερόν ἐστι τοῦδε, διὰ τῶν αὐτῶν πάλιν δεῖξαι δυνάμεθα ὅτι ὅδε ὁ ὁρισμὸς ἕτερός ἐστι τοῦ ὁριστοῦ.
既然在第一卷中已说过,定义性问题也包括关于这是否与那相同或不相同的探究,并在那里表明了在何种意义上如此,那么在他于第六卷中所论述的定义性问题之后,他顺理成章地将关于相同的事项与之编排在一起,并在作为本论著第七卷的这一卷中传授适合于此类事项的反驳性与确立性论题。而这些关于相同的论题对定义性问题大有用处;因为正是通过我们藉以表明这与那相同的那些论题,通过这完全相同的论题,我们也能证明这个定义也与被定义者相同;反之,通过我们藉以表明这与那不同的那些论题,我们同样能够再次证明这个定义与被定义者不同。
"Ἐλέγετο δὲ κυριώτατα." Πολλῶν ὄντων τοῦ ταὐτοῦ τρόπων περὶ τοῦ κατὰ τὸν κυριώτατον τρόπον λεγομένου ταὐτοῦ δεῖ, φησίν, εἰπεῖν. ἔστι δὲ κυριώτατος τῶν ἄλλων τρόπος ὁ περὶ τοῦ ταὐτοῦ καὶ ἑνὸς τῷ ἀριθμῷ, ὅτι οἱ μὲν ἄλλοι μετὰ προσθήκης λέγονται, οἷον ταὐτὰ τῷ γένει ἢ τῷ εἴδει, ὁ δ’ ἁπλῶς, ἤγουν καὶ χωρὶς προσθήκης τοῦ ἀριθμοῦ, καὶ ὅτι τὰ τῷ ἀριθμῷ ταὐτὰ καὶ κατὰ τὰ ἄλλα σημαινόμενα τοῦ ταὐτοῦ ἐστιν ἀλλήλοις,2 οὐκέτι δὲ ἐκεῖνα καὶ κατὰ τοῦτο. ποιεῖται δὲ περὶ τῶν κατ’ ἀριθμὸν ταὐτῶν τὸν λόγον, καίτοι πλεοναχῶς λεγομένου τοῦ ταὐτοῦ, ὅτι καὶ ὁ ὁρισμὸς τῷ ὁριστῷ οὕτω ταὐτόν· οὐ γὰρ τῷ γένει οὔτε τῷ εἴδει. μέρος δὲ τῶν ὁρικῶν προβλημάτων καὶ τὰ περὶ τοῦ ταὐτοῦ, δηλονότι ταῦτα ὅσα κοινωνίαν ἔχει πρὸς τοὺς ὁρισμούς. ἔτι περὶ μὲν τῶν τῷ γένει ταὐτῶν ἀπὸ τῶν πρὸς τὸ γένος τόπων ἔστιν ἐπιχειρεῖν· δι’ ὧν γὰρ κατασκευάζεται καὶ δείκνυται τόπων ἄλλο ἄλλου γένος ὄν, διὰ τούτων καὶ ὅτι ἄλλο ἄλλῳ ταὐτόν ἐστι τῷ γένει δείκνυται· ὅταν γάρ τι ἀμφοτέρων δειχθῇ γένος κοινόν, γίνεται δεδειγμένον ὅτι τὰ προκείμενα ταὐτὰ ἀλλήλοις ἐστὶ κατὰ γένος, ὡς καὶ αὐτὸς εἶπεν ἐν τῷ πρώτῳ. ἀλλὰ καὶ εἰ τὰ εἰδικὰ προβλήματα ὑπὸ τὰ γένη ἐστὶν ὥσπερ καὶ τὰ ἀπὸ τῶν διαφορῶν, εἴη ἂν καὶ τὰ κατ’ εἶδος ταὐτὰ ἐκ τῶν πρὸς τὸ γένος τόπων δεικνύμενα καὶ αὐτά.3 διὸ εἰκότως περὶ τῶν κατ’ ἀριθμὸν ταὐτῶν ἐνταῦθα τὴν ζήτησιν ποιεῖται. καὶ πρῶτον τόπον ἐκτίθησιν ὅτι τὸ ταὐτὸν τῷ ἀριθμῷ καὶ κατασκευάζεται καὶ ἀνασκευάζεται ἔκ τε τῶν πτώσεων καὶ τῶν συστοίχων καὶ τῶν ἀντικειμένων. ὡς γὰρ ἔχει ἓν πρὸς ἓν κατὰ τὸ ταὐτὸν ἢ ἕτερον τῶν κατὰ τὰς πτώσεις καὶ τὰς συστοιχίας, οὕτω καὶ τὰ ἄλλα πάντα πρὸς ἄλληλα ἕξει· ἀλλὰ καὶ τὰ ἀντικείμενα τοῖς αὐτοῖς τὰ αὐτὰ καὶ τὰ τοῖς ἑτέροις ἕτερα καθ’ ὁποιανοῦν τῶν ἀντιθέσεων.
“而最严格地说……” 他说,既然相同有许多种方式,就必须论述按照最严格的方式被称为相同的事物。而在其他方式中,最严格的方式乃是关于在数目上相同且为一者的方式,因为其他方式都是带有附加说明而言说的,例如“在属上相同”或“在种上相同”,而这种方式则是绝对地言说的,即甚至不附加“数目上”这一说明,并且在数目上相同的事物,在相同的其他含义上也彼此相同,但那些事物却不再在这个意义上也相同。尽管相同的言说有多种方式,他之所以对在数目上相同的事物展开论述,是因为定义与被定义者也正是以此种方式相同的;因为它们既不是在属上相同,也不是在种上相同。而关于相同的问题也是定义性问题的一部分,显然是指那些与定义具有相通关联的问题。此外,关于在属上相同的事物,可以从针对属的论题出发进行论辩;因为通过那些据以确立并表明一物是另一物之属的论题,一物与另一物在属上相同也正是通过这些论题得到表明的;因为每当某物被表明是二者的共同之属时,便已证明了所提出的事物在属上彼此相同,正如他自己在第一卷中所说的那样。不仅如此,如果种的问题如同基于种差的问题一样从属于属,那么在种上相同的事物本身也同样能根据针对属的论题得到表明。因此,他顺理成章地在此处对在数目上相同的事物进行探究。并且他提出的第一个论题是:在数目上相同既可以从词形屈折变化出发,也可以从同源同系词以及对立者出发得到确立和反驳。因为正如依据词形屈折和同系词的事物中,其一相对于另一在相同或相异上的关系如何,其余所有事物彼此间的关系也将如何;不仅如此,无论依据哪一种对立形式,与相同事物对立者也是相同的,与相异事物对立者也是相异的。
"Πάλιν ἐκ τῶν ποιητικῶν καὶ φθαρτικῶν." Πάλιν, φησίν, ἐκ τῶν ποιητικῶν καὶ φθαρτικῶν· ὅσα γὰρ ἁπλῶς ταὐτά, καὶ αἱ γενέσεις αὐτῶν ἢ αἱ φθοραὶ αἱ αὐταί. οἷον εἰ βροτὸς καὶ μέροψ ταὐτά, καὶ αἱ γενέσεις αὐτῶν αἱ αὐταί· ἔστι γὰρ γένεσις μὲν αὐτῶν ἡ ἐκ σπέρματος καὶ καταμηνίων, φθορὰ δὲ ἡ διάλυσις τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. πάλιν εἰ ὑγεία καὶ νόσος ταὐτόν, εἴη ἂν καὶ ἡ γένεσις αὐτῶν ἡ αὐτή· ἀλλ’ οὐκ ἔστι· τῆς μὲν γὰρ ὑγείας τὰ ὑγιεινὰ σιτία εἰσὶ ποιητικὰ καὶ ἡ σύμμετρος τροφή, τῆς δὲ νόσου τὰ ἐναντία. ὁμοίως δὲ καὶ τὰ φθαρτικὰ αὐτῶν ταὐτά, εἴπερ ταὐτά εἰσι. διαφέρει δὲ φθορὰ καὶ φθαρτικόν· φθορὰ μὲν γὰρ ἡ νόσος, φθαρτικὸν δὲ τὸ σιτίον καὶ ἡ μοχθηρὰ δίαιτα.
“再次,从生成因和消灭因出发……” 他说,再次,[论题是从]生成因和消灭因出发的;因为凡是绝对相同的事物,它们的生成或消灭也是相同的。例如,如果会死者与具言语机能者是相同的,那么它们的生成也是相同的;因为它们的生成乃是来自精液与经血的生成,而消灭则是灵魂脱离身体的解体。再次,如果健康与疾病相同,它们的生成也当是相同的;但事实并非如此;因为有益健康的食物和适度的营养乃是健康的生成因,而相反者则是疾病的生成因。同样,如果它们确实是相同的,它们的消灭因也是相同的。但消灭与消灭因有所不同;因为疾病是消灭,而食物与恶劣的饮食起居则是消灭因。
- 7.0καὶ κατὰ τί δείξας ἐκεῖ
引导间接疑问从句的 κατὰ τί 指的是关于相同性的探究在何种意义或理由上从属于定义性问题,概括了承接前文在第一卷中已表明的该归属关系的依据。
- 7.1ὅτι οἱ μὲν ἄλλοι μετὰ προσθήκης λέγονται ... καὶ ὅτι τὰ τῷ ἀριθμῷ ταὐτὰ καὶ κατὰ τὰ ἄλλα σημαινόμενα τοῦ ταὐτοῦ ἐστιν ἀλλήλοις
两个并列的 ὅτι 从句给出了数目上的相同(τῷ ἀριθμῷ ταὐτόν)相对于其他方式而言乃是“最严格的”(κυριώτατος)的两点根据:其一,其他含义都需要带有附加限制词,而此种方式是绝对地言说的;其二,在数目上相同的事物必然在其他含义上也相同,而反之则不然。
- 7.1εἴη ἂν καὶ τὰ κατ’ εἶδος ταὐτὰ ἐκ τῶν πρὸς τὸ γένος τόπων δεικνύμενα καὶ αὐτά
这是条件句(前件为 εἰ ... ἐστίν)的后件,采用潜在希求法(εἴη ἄν)结合充当表语的分词 δεικνύμενα,表示推论性结论:如果属统摄了种的问题,那么在种上相同的事物同样应当能够从针对属的论题中得到证明。
