- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:493.14-495.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》卷六第十四章(151b3–151b18),阐明通过替换性重述不清晰的定义以获取辩驳切入点的方法(以色诺克拉底对灵魂的定义为例)、类比民众会废立法律而以更佳定义取代原有定义的策略,以及自我训练准确下定义的重要性。
" Δεῖ δὲ καὶ ἐὰν μὴ πρὸς ὅλον ἔχῃ τις." Δεῖ, φησί, τοὺς ἀσαφεῖς τῶν ὅρων αὐτὸν μεταλαμβάνειν, διορθοῦντα καὶ σχηματίζοντα αὐτούς, ὥστε δηλοῦν τι σαφὲς πρὸς ὃ ἐπιχειρεῖν δυνησόμεθα. ἢ γὰρ οὕτως ἔχειν συγχωρήσουσι τὸν λόγον οἱ ἐκεῖνον ὁριζόμενοι, ἢ εἰ μὴ συγχωρήσουσιν, αὐτοὶ σαφέστερον ὁριοῦνται, δεικνύντες κατὰ τῶν ὑφ’ ἡμῶν λεγομένων ὅτι μετάληψιν οὐ προσίεται. ὁπότερον δ’ ἂν γένηται, εὐεπιχείρητος ἡμῖν ὁ λόγος ἔσται. Οἷον εἰ ἀποδοίη τις ὁρισμὸν τῆς ψυχῆς ὅτι ἀριθμός ἐστιν αὐτὸς ἑαυτὸν κινῶν, δεῖ σε μεταλαμβάνειν αὐτὸν διὰ τὸ ἀσαφὲς εἰς σαφῆ καὶ τοιοῦτον, ἀφ’ οὗ ἂν ἔχοις ἐπιχείρημα, ἤγουν τόπον, ἀνασκευάσαι αὐτόν. ἢ γὰρ ἀποκρινόμενος πρὸς σὲ δέξεται τὴν τοῦ ὅρου μετάληψιν, ὡς μετελήφθη ὑπὸ σοῦ, καὶ οὕτω ποιήσεις τὴν ἀνασκευὴν αὐτοῦ, ἢ εἰ μὴ δέχεται τὴν μετάληψιν, ἀνάγκην ἕξει ὑπὸ σοῦ διασαφῆσαι τὸν ἀποδοθέντα ὅρον. ἡ δὲ μετάληψις τοῦ ὅρου γίνεται οὕτως, ὡς ἐπὶ τοῦ τῆς ψυχῆς, ὃς εἴρηται ἀνωτέρω· ἔστι δὲ Ξενοκράτους. εἰπὲ οὖν, εἰ ὁ ἀριθμός, ὦ Ξενόκρατες, ἢ περιττός ἐστιν ἢ ἄρτιος, ἡ ψυχὴ ἢ ἄρτιός ἐστιν ἢ περιττός; καὶ εἰ ἄρτιος, ἢ δʹ ἐστὶν ἢ ϛʹ; εἰ δὲ περιττός, ἢ εʹ ἢ ζʹ; ἡ οὖν ψυχὴ τί ἐστι, δʹ ἢ εʹ; καὶ ἐπεὶ ἐκ παντὸς ἀριθμοῦ ἐκβαλλομένης μονάδος ἕτερος ἀριθμὸς καταλείπεται, οἷον ἀπὸ τοῦ ϛʹ ὁ εʹ καὶ ἀπὸ τοῦ ζʹ πάλιν ὁ ϛʹ, τίνα ἀριθμὸν ἀπὸ τῆς ψυχῆς ἐκβληθῆναι δεῖ ὡς ποιῆσαι ἕτερον; καὶ οὕτως ἀνασκευάσεις καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου.1 οὗτοι γὰρ εἴδη ἐκάλουν τοὺς ἀριθμοὺς καὶ ἔλεγον ὅτι ὥσπερ ὁ ἀριθμός, φέρε εἰπεῖν ὁ δέκα, ῥηθεὶς περιορίζει τὴν διάνοιαν καὶ οὐκ ἐᾷ πλανᾶσθαι ταύτην περὶ τὸ ποσόν, οὕτω καὶ ἡ ψυχὴ τὸ σῶμα περιορίζει, καὶ αὐτή ἐστιν ἡ διδοῦσα τῷ ζῴῳ τὰς ἀφορμὰς τῆς κινήσεως, καθ’ ὃν τρόπον κινεῖται. τούτου χάριν γὰρ εἶπε ‘κινῶν αὐτὸς ἑαυτόν’· αἱ γὰρ κινήσεις, καθ’ ἃς κινεῖται τὸ ζῷον, ἢ ψυχικαί εἰσιν ἢ φυσικαί, καὶ φυσικαὶ μὲν αἱ εἰς τὸ ἄνω καὶ τὸ κάτω κινήσεις, ὡς ἡ τοῦ πυρὸς ἢ τοῦ λίθου, ψυχικαὶ δὲ αἱ ἀπὸ τόπου εἰς τόπον προαιρετικῶς.
“此外,如果有人并非针对整个[定义持有驳斥的切入点]……” 他说,必须亲自对不清晰的定义进行替换性重述,对其加以纠正和整饬,以便指明某种清晰之物,使我们能针对它展开辩驳。因为给出该定义的人,要么会赞同该表述就是如此,要么如果不赞同,他们自己就会更清晰地进行定义,并针对我们所说的话指明它不接受这种替换性重述。而无论发生哪一种情况,该表述对我们而言都将是易于展开辩驳的。例如,如果有人给出灵魂的定义为“自身运动的数”,你就必须因其不清晰而将其替换性重述为一个清晰的、且能让你从中获得论据即论题来反驳它的定义。因为应答者面对你时,要么会接受如你所重述的定义的替换性重述,而你借此便能对它进行反驳;要么如果他不接受这种替换性重述,他就会被你迫使去澄清给出的定义。而对定义的替换性重述乃是这样进行的,就像上述关于灵魂的定义一样;而这是色诺克拉底的说法。因此请说:“色诺克拉底啊,如果数要么是奇数要么是偶数,那么灵魂是偶数还是奇数?如果它是偶数,是4还是6?如果是奇数,是5还是7?那么灵魂究竟是什么,是4还是5?而且既然从每个数中拿走一个单位就会留下另一个数,例如从6中拿走留下5,从7中拿走又留下6,那么必须从灵魂中拿走什么数以作成另一个数?”你将以这种方式反驳它,尽管这样定义灵魂的人是按照毕达哥拉斯学派的观点来定义的。因为他们把数称为形式,并说正如一个数(比方说十)被说出时会界定思想而不让它在数量上漫无边际,灵魂也同样界定着身体,且它自身就是按照动物运动的方式赋予其运动起点的东西。因为为了这个缘故,他说“自身运动”;因为动物依其运动的那些运动,要么是灵魂性的要么是自然性的,而向上和向下的运动乃是自然性的,如火或石头的运动,而灵魂性的运动则是出于选择而从一处到另一处的运动。
"Ἔτι καθάπερ ἐν ταῖς ἐκκλησίαις." Καθάπερ ἐν τοῖς συνεδρίοις, φησίν, ἐὰν ἐπεισαχθῇ νόμος τις παρά τινος, δόξῃ δὲ βελτίων τοῦ κειμένου ἐκ παλαιοῦ, ἀναιρεῖται οὗτος δὴ ὁ κείμενος, τὸν αὐτὸν τρόπον γινέσθω καὶ ἐπὶ τῶν ὁρισμῶν· ὁρισμοῦ γάρ τινος ἀποδοθέντος παρὰ τοῦ ἀποκρινομένου, εἰσαχθήτω παρὰ σοῦ ἕτερος βελτίων, ὅστις μᾶλλον δηλώσει τὴν οὐσίαν τοῦ ὁριστοῦ. ὃ δὴ καὶ Ἀριστοτέλης ἐποίησε· κειμένου γὰρ ὁρισμοῦ ὅτι ψυχή ἐστι κίνησις αὐτοκινητός, ἐπεισήγαγεν ἕτερον, ὅτι “ἐντελέχεια σώματος φυσικοῦ ὀργανικοῦ δυνάμει ζωὴν ἔχοντος”· τούτου γὰρ δόξαντος βελτίονος ἠκυρώθη ὁ κείμενος, ὅτι οὐ δύνανται τοῦ αὐτοῦ δύο εἶναι ὁρισμοί.
“此外,正如在民众会中……” 他说,正如在议会中,如果某人额外引入了某项法律,且被认为优于古来既立之法,那么这一既立之法便被废除,在定义的情形中也应当以同样的方式进行;因为在应答者给出某种定义之后,应当由你引入另一个更好的定义,它能更多地表明被定义者的本质。这恰恰也是亚里士多德所做的事;因为在既立的定义是“灵魂乃自身运动的运动”时,他额外引入了另一个定义,即“潜在具有生命的自然有机身体的现实完满”;因为既然这一定义被认为更好,既立的定义便失去了效力,因为同一事物不可能有两个定义。
"Πρὸς ἅπαντας δὲ τοὺς ὁρισμοὺς οὐκ ἐλάχιστον στοιχεῖον τὸ πρὸς ἑαυτὸν εὐστόχως ὁρίσασθαι." Οὐ μικρὰν ἔφοδον καὶ ἀφορμὴν πρὸς ἐπιχείρησιν τὴν πρὸς τοὺς ὁρισμοὺς εἶναί φησι τὸ γεγυμνάσθαι πρὸς τὸ δύνασθαι πᾶν τὸ προτιθέμενον εὐκόλως ὁρίζεσθαι ἢ καὶ τοὺς καλῶς ἀποδεδομένους ἀνειληφέναι. ὥσπερ γὰρ κανόνα ἔχοντες τὸν καλῶς ἀποδεδομένον ὅρον καὶ τούτῳ παραδείγματι χρώμενοι συνορᾶν δυνησόμεθα ῥᾷον τοῦ ἀποδοθέντος ὅρου τὰ ἁμαρτήματα, εἰ ἐλλιπῶς ἀποδέδοται ἢ περιττὸν ἔχει τι προσκείμενον. οὕτω δὲ καὶ ἐπιχειρημάτων μᾶλλον ἂν εὐπορήσαιμεν. οἷον εἰ ἀποδοθείη ‘ἄνθρωπός ἐστι ζῷον θνητὸν ἄλογον’, παραχθείη δὲ καὶ ἕτερος βελτίων, τό τε ἐλλεῖπον δεῖ προστεθῆναι, τὸ λογικὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὸ ματαίως προσκείμενον, ἤγουν τὸ ἄλογον, ἐκβληθῆναι·2 ὥστε τούτου γινομένου εὐπορία ἔσται ἐπιχειρημάτων πρὸς τὸ ἀνασκευάσαι αὐτόν.
“而对于所有定义而言,为自己准确地作出定义乃是绝非微小的要素。” 他说,经过训练而能够轻易定义所提出的任何事物,或者掌握那些妥善给出的定义,乃是针对定义进行辩驳的不小的途径和起点。因为把妥善给出的定义当作准则并以此作为范例,我们将能更容易地看清所给出的定义之过误,究竟是给出得有所缺漏,还是附加上了某种多余之物。而这样一来,我们也更能富于论据。例如,如果有人给出“人是会死的无理性的动物”,而另一个更好的定义也被提了出来,那么缺乏的部分就必须被补上,即理性的以及能容纳智性与知识的部分,而徒然附加上去的部分,即无理性的部分,则必须被剔除;因此,在此事发生之际,就会有充裕的论据来反驳它。
- 6.116καίτοι τοῦ ὁριζομένου τὴν ψυχὴν οὕτω κατὰ τοὺς Πυθαγορείους ὁριζομένου
连词 καίτοι(“尽管/然而”)引导一个属格绝对结构,以 τοῦ ὁριζομένου 为逻辑主语,以第二个 ὁριζομένου 为谓语分词,表示让步语气。分词 ὁριζομένου 在句中出现了两次:第一次为名词化用法(“定义者”),第二次为谓词性用法(“进行定义”)。
- 6.118τό τε ἐλλεῖπον δεῖ προστεθῆναι, τὸ λογικὸν καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ τὸ ματαίως προσκείμενον, ἤγουν τὸ ἄλογον, ἐκβληθῆναι
非人称动词 δεῖ 支配两个并列的被动态不定式(προστεθῆναι 与 ἐκβληθῆναι)。这两个不定式的逻辑主语是宾格中性冠词分词短语(τό τε ἐλλεῖπον 与 τὸ ματαίως προσκείμενον),且各自紧随说明性的同位语短语(τὸ λογικὸν... 与 ἤγουν τὸ ἄλογον)。
