- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:492.1-493.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
本节注解亚里士多德《论题篇》151a14–32,阐明将表达原因(因彼物而有此物)误作“此物伴随彼物”的过误,将整体仅仅定义为各部分的结合之过误及整体与结合的不等同性,以及对同样容纳相反属性的事物仅以其中一个相反项进行定义的无效性。
" Ἔνια δὲ τῶν οὕτως ἀποδεδομένων οὐδαμῶς ὑπὸ τὴν εἰρημένην διαίρεσιν." Δείκνυσι καὶ ἄλλην δυναμένην ἁμαρτίαν εὑρίσκεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει· ἔνια γὰρ οὕτως ἀποδιδόμενα κατὰ τὴν λέξιν, ὅτι τόδε μετὰ τοῦδε, ἄλλο τι σημαίνει καὶ οὐδὲν τῶν τοῦδε μετὰ τοῦδε σημαινομένων οὐδὲ τῶν ὑπὸ τὴν εἰρημένην διαίρεσιν· οὔτε γὰρ σημαίνει τάδε οὔτε τὸ ἐκ τούτων οὔτε τόδε μετὰ τοῦδε, ἀλλὰ τόδε διὰ τόδε. ὁ γὰρ λέγων ὅτι ὀργή ἐστι λύπη μεθ’ ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι ἐκείνων μὲν σημαίνει οὐδέν, σημαίνειν δὲ βούλεται ὅτι διὰ τὴν τοιαύτην ὑπόληψιν γινομένη ἡ λύπη ὀργή ἐστιν· εἰ δὲ βούλεται τὸ διὰ τόδε λέγεσθαι μετὰ τοῦδε,1 δῆλον ὡς ἁμαρτάνοι ἂν καὶ οὐ καλῶς ἀποδιδοίη τὸν ὅρον.
“但是在以这种方式给出的事物中,有些绝不属于上述区分。” 他指明,在此类给出中还能发现另一种过误;因为某些依措辞以这种方式给出的事物,即此物伴随彼物,意指着别的某种事物,且既不意指“此物伴随彼物”所意指的任何事物,亦不意指属于上述区分的任何事物;因为它们既不意指这些事物,亦不意指由这些事物构成之物,亦不意指此物伴随彼物,而是意指因彼物而有此物。因为说“愤怒是伴随被轻蔑之想法的痛苦”的人,并没有意指那些含义中的任何一种,而是想要意指因这种想法而产生的痛苦乃是愤怒;但若他想要将“因彼物而有此物”说成“伴随彼物”,显然他就会犯错,且未能妥善给出定义。
"Πάλιν εἰ τὴν τούτων σύνθεσιν." Ἔτι ὁ τὸ ὅλον ὁριζόμενος τὴν τῶνδε, τουτέστι τῶν μερῶν, σύνθεσιν ἁμαρτάνει· οὐ γὰρ ἡ τυχοῦσα σύνθεσις τὸ ὅλον ἐστίν, οὐδὲ ἀπόχρη τὸ σύνθεσιν εἰπεῖν τὸ ὅλον, ἀλλὰ καὶ ποία τις προσδιοριστέον. οἷον ὁ εἰπὼν ‘ζῷόν ἐστι σύνθεσις ψυχῆς καὶ σώματος’· τὸ γὰρ ζῷον ὡς ὅλον τί ἐστι, μέρη δὲ αὐτοῦ ἡ ψυχὴ καὶ τὸ σῶμα· δεῖ 〈δὴ〉 προσδιορίσασθαι καὶ ὅτι τοιάδε. Ἔτι οὐδὲ συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων.2 ὅτι μή ἐστι τὸ ἔκ τινων συγκείμενον ἐκείνων σύνθεσις, δείκνυσιν οὕτω· πάσῃ μὲν γὰρ συνθέσει διάλυσίς τίς ἐστιν ἐναντία, τῷ δὲ ὅλῳ οὐδέν ἐστιν ἐναντίον.
“再次,如果[他给出]这些事物的结合。” 此外,将整体定义为这些事物即各部分的结合的人犯了过误;因为并非任何随意的结合都是整体,仅将整体称为结合也是不够的,还必须进一步指明它是怎样的一种结合。例如说“动物是灵魂与身体的结合”的人;因为动物作为某种整体,灵魂与身体是其部分,所以确实还必须进一步规定它是这样一种结合。此外,所说的事物中没有哪一个与结合是同一的。关于由某些事物合成之物并非它们的结合,他是这样指明的:因为对每一种结合而言都存在某种分解与之相反,但对整体而言没有任何事物与之相反。
"Ἔτι εἰ ὁμοίως πιθανὸν πᾶν τὸ σύνθετον." Προστίθησι τοῖς εἰρημένοις καὶ τοῦτο· εἰ ὁμοίως εὔλογον καὶ πιθανὸν ἢ πᾶν τὸ σύνθετον σύνθεσιν [ἐκείνων] εἶναι ἢ μηδέν,3 ἐὰν [γὰρ] ἕν τι δειχθῇ τῶν ἔκ τινων συγκειμένων μὴ ὂν ἐκείνων σύνθεσις, οὐκ ἂν ἄλλο τι τῶν συγκειμένων ἔκ τινων σύνθεσις ἐκείνων εἴη· ἀλλὰ μὴν τὸ ζῷον συγκείμενον ὂν ἔκ τινων οὐκ ἔστιν σύνθεσις· οὐσία γὰρ ἔμψυχος αἰσθητικὴ τὸ ζῷον, ἀλλ’ οὐ σύνθεσις ψυχῆς καὶ σώματος, ἐξ ὧν σύγκειται· οὐδ’ ἄλλο τι ἄρα τῶν ἔκ τινων συγκειμένων ἐστὶ σύνθεσις. εἴη δ’ ἂν ἡ τοιαύτη δεῖξις δι’ ὁμολογίας ἀπὸ τῶν ὁμοίων. εἰ δὲ μὴ σύνθεσις ὅλως, οὐδ’ ὁποιαοῦν σύνθεσις εἴη ἄν.
“此外,如果同样令人信服的是,凡复合之物。” 他在所说的话之外还补充了这一点:如果同样合乎情理且令人信服的是,要么凡复合之物都是它们的结合,要么没有一个是结合,那么只要在由某些事物合成之物中指出有一个并非它们的结合,由某些事物合成之物中的其他任何事物也就不会是它们的结合;然而,动物虽是由某些事物合成的,却并不是结合;因为动物是有灵魂的、有感觉的实体,而非灵魂与身体(即其所由合成者)的结合;因此,由某些事物合成的其他任何事物也不是结合。这种论证乃是通过基于相似事物的赞同而进行的论证。但若根本不是结合,它也不会是任何一种结合。
"Πάλιν εἰ ὁμοίως ἔν τινι πέφυκεν ὑπάρχειν τἀναντία." Ἐάν τι ᾖ τῶν ἀλλήλοις ἐναντίων ὁμοίως δεκτικόν, ὁ τοῦτο ὁριζόμενος διὰ τοῦ ἑτέρου τῶν ἐναντίων οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν αὐτοῦ· συμβήσεται γὰρ οὕτω τοῦ αὐτοῦ πλείους ὁρισμοὺς εἶναι· ἔσται γὰρ ὁρισμὸς τοῦ προκειμένου καὶ ὁ διὰ τοῦ ἑτέρου τῶν ἐναντίων ἀποδοθεὶς λόγος, εἴ γε ὁμοίως αὐτῶν τὸ ὁριστόν ἐστι δεκτικόν.
“再次,如果互相对立者本性上同样存在于某物中。” 如果某物同样能容纳互相对立的事物,那么通过对立面之一来定义该物的人并没有给出它的定义;因为如此一来,同一事物就会有多个定义;因为只要被定义者同样能容纳它们,通过对立面的另一方给出的说明也同样会是当面之物的定义。
- 6.112εἰ δὲ βούλεται τὸ διὰ τόδε λέγεσθαι μετὰ τοῦδε
在带宾格的不定式结构中,带冠词的介词短语 τὸ διὰ τόδε(因彼物而有此物)作为被动不定式 λέγεσθαι 的宾格主语,而介词短语 μετὰ τοῦδε(伴随彼物)则充当表示表达方式的述项。该句结构为:“如果他意图使‘因彼物而有此物’被表述为‘伴随彼物’”。
- 6.113οὐδὲ συνθέσει ταὐτὸν οὐδέτερον τῶν εἰρημένων
与格 συνθέσει 依附于 ταὐτόν,用作表示同一性标准的与格(“与结合同一”)。主语是 οὐδέτερον τῶν εἰρημένων(所说事物中的任何一个),指前文所举的动物等整体,系词 ἐστί 被省略。
- 6.114εἰ ὁμοίως εὔλογον καὶ πιθανὸν ἢ πᾶν τὸ σύνθετον σύνθεσιν [ἐκείνων] εἶναι ἢ μηδέν
在条件从句的结构中,由连词 ἢ ... ἤ(要么……要么……)连接的两个不定式短语 πᾶν τὸ σύνθετον σύνθεσιν εἶναι 与 μηδὲν [εἶναι],充当无人称谓词 εὔλογον καὶ πιθανόν(省略系词)的真正主语。其逻辑含义为:“如果要么凡复合之物都是结合,要么无一物是结合,这两者同样合情理且可信”。
