- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:490.11-491.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注释了亚里士多德《论题篇》卷六(150b22–32)中驳斥遗漏结合方式或使用“此物伴随彼物”形式之定义的论题,并借助房屋、音节、蜜酒等具体事例及目的论关联进行了阐释。
" Ἔτι εἰ μὴ εἴρηκε τὸν τρόπον τῆς συνθέσεως." Οὐδ’ ἐκεῖνόν φησιν ὁρίζεσθαι τὸν λέγοντα μόνον ἔκ τινων συγκεῖσθαι ὃ ὁρίζεται, μηκέτι δὲ καὶ τὸν τρόπον τῆς συνθέσεως προστιθέντα· οὐ γὰρ αὔταρκες πρὸς δήλωσιν τῆς οὐσίας τῆς ἔκ τινων συγκειμένης ἡ τῶν ἐξ ὧν σύγκειται ἀπόδοσις, ἂν μὴ καὶ ὁ τρόπος τῆς συνθέσεως αὐτῶν ᾖ ἐν τῷ λόγῳ προσκείμενος· τὸ γὰρ οὕτως ἐκ τούτων συγκείμενον ἑκάστου τῶν συνθέτων οὐσία.1 δῆλον δὲ τὸ εἰρημένον ἐπὶ οἰκίας καὶ συλλαβῆς· οὔτε γὰρ ἡ οἰκία ἁπλῶς λίθοι καὶ πλίνθοι καὶ ξύλα, ἀλλ’ ἡ τούτων ποιὰ τάξις, οὔτε ἡ συλλαβὴ στοιχεῖα, ἀλλ’ ἡ τούτων ποιὰ σύνθεσις.
“此外,如果他未曾述明结合的方式。” 他说,那些仅说被定义者是由某些事物合成、而不再补上结合方式的人,同样没有做出定义;因为如果它们的结合方式未在说明中一并附加,仅仅给出其所由构成的那些事物,对于表明由某些事物合成的实体而言是不充分的;因为以这种方式由这些事物合成之物,正是每个合成事物的实体。所说之事在房屋和音节的例子上是显而易见的;因为房屋并非单纯是石头、砖块和木料,而是这些事物的一定秩序,音节也不是字母要素,而是这些事物的一定结合。
"Εἰ δὲ τόδε μετὰ τοῦδε ἀποδέδωκεν." Εἴ τις ὁρισμόν τινος εἴη ἀποδεδωκὼς τόδε μετὰ τοῦδε, οὐδέν φησι τοῦτον διαφέρειν τοῦ λέγοντος τάδε τινὰ εἶναι ἢ τὸ ἐκ τούτων. ὁ γὰρ λέγων τὸ οἰνόμελι οἶνον μετὰ μέλιτος ὅμοιον λέγει τῷ λέγοντι τὸ οἰνόμελι εἶναι οἶνον καὶ μέλι ἢ τὸ ἐξ οἴνου καὶ μέλιτος. ὁποτέρῳ δ’ ἂν τούτων ᾖ ταὐτὸν τὸ λεγόμενον, τοῖς αὐτοῖς τόποις πρὸς τὴν ἀνασκευὴν χρηστέον, οἷς καὶ 〈πρὸς〉 τοὺς ἐκεῖ ὁριζομένους παραδέδωκε πρότερον. παραδίδωσι δὲ καὶ ἰδίους τινὰς τόπους πρὸς τὴν τοιαύτην τῶν ὅρων ἀπόδοσιν.
“但如果他给出了此物伴随彼物。” 他说,如果有人将某物的定义给出为此物伴随彼物,此人与说它是某些这些事物或由这些事物构成之物的人毫无区别。因为说蜜酒是伴随蜂蜜的酒的人,所说的类似于说蜜酒是酒与蜂蜜、或由酒与蜂蜜构成之物的人。无论所说的与这两者中的哪一者相同,都必须使用他先前针对在那里的定义者所提供的那些相同的论题来进行反驳。此外,他也针对如此给出定义提供了某些特有的论题。
"Ἔτι διελόμενον ὁσαχῶς λέγεται ἕτερον μεθ’ ἑτέρου." Πρῶτον ἀξιοῖ διελόμενον ὁσαχῶς λέγεται τόδε μετὰ τοῦδε, σκοπεῖν2 εἰ κατὰ μηδὲν τῶν σημαινομένων ὑπ’ αὐτοῦ τὸ ἀποδοθὲν τόδε μετὰ τοῦδέ ἐστιν· οὐ γὰρ ἂν εἴη ὡρισμένος ὁ οὕτως ἀποδεδωκώς. σημαίνει δὲ τὸ τόδε μετὰ τοῦδε ἢ τὸ ἐν τῷ αὐτῷ ὑποκειμένῳ ἢ τὸ ἐν τῷ αὐτῷ τόπῳ ἢ τὸ ἐν τῷ αὐτῷ χρόνῳ εἶναι. προστίθησι δέ, ὅτι κἂν τὰ ἀποδεδομένα δύνηται ἐν τῷ αὐτῷ χρόνῳ εἶναι, μὴ πρὸς τὸ αὐτὸ δὲ ἑκάτερον λέγηται, ἢ εἰ καὶ πρὸς τὸ αὐτὸ μὲν ἄμφω λέγεται, οὐ μέντοι πρὸς τὸ τοῦ προκειμένου ὁριστοῦ τέλος, οὐδὲ οὕτως ὑγιῶς ὥρισται· οὔτε γὰρ πρὸς ἕτερον δεῖ λέγεσθαι οὔτε πρὸς ταὐτὸν τὸ τυχόν, ἀλλὰ πρὸς τὸ τέλος τοῦ ὁριστοῦ. Ὑποδείγματα δὲ τοῦ μὲν ἐν τῷ αὐτῷ δεκτικῷ εἶναι ὡς ἡ ἀρετὴ δικαιοσύνη μετὰ ἀνδρίας· ἐν γὰρ τῷ αὐτῷ δεκτικῷ, τῇ ψυχῇ, καὶ ἀμφότερά εἰσιν, ἥ τε δικαιοσύνη καὶ ἡ ἀνδρία. ἐν τῷ αὐτῷ δὲ τόπῳ ὡς σῶμα τὸ τριχῇ διαστατὸν μετὰ ἐπιφανείας· ἐν ᾧ γὰρ τόπῳ ἐστὶ τὸ σῶμα, ἐν τούτῳ καὶ ἡ ἐπιφάνεια. ἐν τῷ αὐτῷ δὲ χρόνῳ ὡς ἀνδρία ἐστὶ τόλμα μετὰ ὀρθῆς διανοίας· ἐν ᾧ γὰρ χρόνῳ ἐστὶν ἡ τόλμα, ἐν τῷ αὐτῷ καὶ ἡ ὀρθὴ διάνοια. εἰ δὲ καὶ πρὸς ταὐτὸ τέλος, φησίν, ἥ τε τόλμα καὶ ἡ ὀρθὴ διάνοια λέγεται, οἷον πρὸς τὰ ἰατρικὰ τυχόν (εἰκὸς γὰρ ἐν οἷς ἐπάγει τομὴν ὁ ἰατρὸς τῷ τραύματι, τόλμαν ἅμα καὶ ὀρθὴν διάνοιαν ἔχειν καὶ πρὸς ἓν τέλος ἀφορᾶν, τὸ ὑγιάσαι τὸν κάμνοντα), ἀλλ’ ὅμως οὐδὲ οὕτως λεχθήσεται ἀνδρεῖος ὁ ἰατρός. οὔτε γὰρ ἑκάτερον τῶν μερῶν πρὸς ἄλλο καὶ ἄλλο τέλος δεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς φαύλης ἐπιθυμίας καὶ τοῦ ὀρθοῦ λόγου, οὔτε πρὸς ταὐτὸ μὲν καὶ ἓν τέλος τὸ τυχὸν δέ, ὥσπερ νῦν εἴπομεν ταὐτὸν τέλος ἔχειν καὶ ἀμφότερα, τὸ ὑγιάσαι, ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν·3 οἷον ἐπεὶ ἡ ἀνδρία πρὸς τὸ κατορθῶσαι τὰ ἐν πολέμῳ λέγεται, πρὸς τὸ αὐτὸ τέλος δεῖ καὶ τὰ μέρη αὐτῆς ἀφορᾶν, τήν τε τόλμαν καὶ τὴν ὀρθὴν διάνοιαν.
“此外,在区分了一物伴随另一物有几种说法之后。” 首先,他要求在区分了此物伴随彼物有几种说法之后,考察所给出者是否在依它所表明的任何含义下都不是此物伴随彼物;因为如此给出者并没有做出定义。而“此物伴随彼物”所表明的,或者是在同一个基底中,或者是在同一个处所中,或者是在同一时间中存在。他还补充道,即使所给出者能够在同一时间存在,但若各自不是相对于同一事物而被说的,或者即使两者确实是相对于同一事物而被说的,却并非相对于摆在面前的被定义者的目的,那么即使如此也没有健全地定义;因为它们既不可相对于不同的事物而被说,亦不可相对于随意的同一事物而被说,而必须相对于被定义者的目的。在同一个容纳者中存在的例子,如德性是正义伴随勇敢;因为在同一个容纳者即灵魂中,正义和勇敢两者都在。而在同一个处所中,如物体是具有表面的在三维上延展者;因为在物体所在的那个处所中,表面也在其中。在同一时间中,如勇敢是伴随正确思维的大胆;因为在存在大胆的那个时间中,也同时存在正确思维。他说,即使大胆与正确思维是相对于同一目的而被说的,例如碰巧是相对于医药事务(因为医者对创口施行切开手术时,很可能兼有大胆与正确思维,并注视着同一个目的即治愈病人),然而即使如此,医者也不会被称为勇敢的。因为各部分既不可相对于各不相同的目的而被说,正如在卑劣欲望与正确推理的事例中那样;亦不可相对于同一且单一却随意的目的而被说,正如我们刚才说两者具有同一个目的即治愈那样;而是必须相对于该被定义者所关涉的目的而被说;例如,既然勇敢是相对于在战事中取得成功而被说的,那么它的各个部分即大胆与正确思维,也必须注视着那同一个目的。
- 6.109τὸ γὰρ οὕτως ἐκ τούτων συγκείμενον ἑκάστου τῶν συνθέτων οὐσία
主语为带冠词的分词短语 τὸ οὕτως ἐκ τούτων συγκείμενον(“以这种方式由这些事物合成之物”),谓语名词为 οὐσία(“实体”),省略了系动词 ἐστί。属格 ἑκάστου τῶν συνθέτων 依附于 οὐσία,表示“每个合成事物的”实体。
- 6.111Πρῶτον ἀξιοῖ διελόμενον ὁσαχῶς λέγεται τόδε μετὰ τοῦδε, σκοπεῖν
动词 ἀξιοῖ(“要求”)支配不定式 σκοπεῖν(“考察”),其逻辑主语由宾格分词 διελόμενον(“在区分……之后”)表示。这是带不定式的宾格主语结构,指称一般的检验者或辩证问答者,而非特定个人。
- 6.111οὔτε γὰρ ἑκάτερον τῶν μερῶν πρὸς ἄλλο καὶ ἄλλο τέλος δεῖ λέγεσθαι, καθάπερ ἐπὶ τῆς φαύλης ἐπιθυμίας καὶ τοῦ ὀρθοῦ λόγου, οὔτε πρὸς ταὐτὸ μὲν καὶ ἓν τέλος τὸ τυχὸν δέ, ὥσπερ νῦν εἴπομεν ταὐτὸν τέλος ἔχειν καὶ ἀμφότερα, τὸ ὑγιάσαι, ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν
由非人称动词 δεῖ 支配的否定关联结构 οὔτε ... οὔτε ... ἀλλά(“既不可……亦不可……而是必须……”)。末尾的 ἀλλὰ πρὸς ὃ λέγεται τὸ ὁριστόν 中,介词 πρὸς 支配包含先行词的关系分句,承前省略了 δεῖ λέγεσθαι,意为“[必须]相对于被定义者所被说的那个[目的而被说]”。
