← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§488.19-490.10

按善恶程度对复合物的定义与中介性质

基于亚里士多德《论题篇》卷六第6章(150b1–150b19),亚历山大阐述了根据善恶程度不同的部分对复合定义对象的判定,并探讨了依自身为善之物与产生性事物(如药物)的区别所提出的反驳,继而讨论了由优劣要素构成的复合物的中介性,以及整体不可与部分同名的规则。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.106

" Ἢ εἰ μᾶλλον μὲν θάτερον ἀγαθὸν ἢ θάτερον κακόν." Ἐπεὶ δοκεῖ τὸ συγκείμενον ἔκ τινων, ὧν τὸ μὲν μᾶλλόν ἐστι τὸ δὲ ἧττον, τῷ μᾶλλον τοιούτῳ ἀκολουθεῖν, ἂν ὁριζόμενός τις ἀποδῷ τι συγκείμενον ἐξ ἀγαθοῦ καὶ κακοῦ, ὧν τὸ ἀγαθὸν μᾶλλόν ἐστιν ἀγαθὸν ἢ τὸ κακὸν κακόν, ὃ μή ἐστι μᾶλλον ἀγαθόν,1 οὗτος οὐχ ὁρίζεται. εἰπὼν δὲ ταῦτα ἔνστασιν πρὸς τὰ εἰρημένα φέρει, λέγων ὅτι μὴ ἀνάγκη τὸ ἐξ ἀγαθῶν συγκείμενον πάντως ἀγαθὸν εἶναι μήτε τὸ ἐκ κακῶν κακόν, ὃ ἠξίου ὁ πρὸ τούτου τόπος. ἀλλ’ οὐδὲ τὸ ἐκ τοῦ μᾶλλον ἀγαθοῦ μᾶλλον ἀγαθὸν ἀνάγκη ἢ τὸ ἐκ τοῦ μᾶλλον κακοῦ μᾶλλον κακόν. ἐπὶ μὲν γὰρ τῶν καθ’ αὑτὰ καὶ ἁπλῶς ὄντων ἀκολουθοίη ἂν τὰ εἰρημένα· εἰ δέ τινα ὡς ποιητικὰ ἀγαθοῦ λαμβάνοιτο, οὐκέτι ἀκολουθεῖν ἀνάγκη τὰ εἰρημένα· πολλὰ γὰρ καθ’ αὑτὰ μὴ ὄντα ποιητικὰ ἀγαθοῦ ἐν τῇ πρὸς ἄλληλα μίξει τοῦτο ποιεῖ. ἡ μέντοι ἀρετὴ καθ’ αὑτὴν οὖσα ἀγαθὴ τοιαύτη μένει καὶ ἐν τῇ μετ’ ἄλλου συνθέσει· τοῦ μὲν γὰρ καθ’ αὑτὸ ὄντος ἀγαθοῦ ἀνάγκη καὶ τὰ μέρη ἀγαθὰ εἶναι. ὁμοίως καὶ ἐπὶ τοῦ κακοῦ. † ὁμοίως καὶ τὰ ποιητικά τινων ἢ κακά ἐστιν ἢ ἀγαθὰ ἢ οὐδέτερα, δεῖ καὶ τὰ ἐξ αὐτῶν γινόμενα τοιαῦτα εἶναι. καὶ δείκνυσι τοῦτο οὕτως ἔχον ἐπὶ τῶν φαρμάκων τῶν τε ὑγείας ποιητικῶν καὶ τῶν δηλητηρίων. καὶ γὰρ οὐκ ὄντα καθ’ αὑτά τινα ὑγιεινὰ ἀλλὰ καὶ τοὐναντίον δηλητήρια, μιχθέντα ἀλλήλοις ὑγείας ποιητικὸν τὸ ἐξ αὐτῶν ποιεῖ· καὶ πάλιν οὐκ ὄντα τινὰ δηλητήρια κατ’ ἰδίαν ἀλλὰ καὶ ὠφέλιμα, μιχθέντα ἀλλήλοις ποιεῖ τὸ ἐξ αὐτῶν δηλητήριον.

“或者,如果一者为善的程度大于另一者为恶的程度。” 由于由某些事物(其中一者更是如此,另一者较少如此)合成之物,被认为追随更是如此的那一事物,因此如果在定义时有人给出了由一善与一恶合成的某物(其中善之善大于恶之恶),而该物却并非更是善的,那么此人并未做出定义。但在说了这些之后,他便对前述内容提出了异议,说由善物合成之物并不必然一概是善的,由恶物合成之物也并不必然是恶的,而这正是前一个论题所认定的。而且,由更善之物构成者并不必然更善,由更恶之物构成者亦不必然更恶。因为对于那些依自身且端然存在的事物而言,所说的事情确实能够成立;但若某些事物被取作产生善的事物,那么所说的事情便不再必然成立;因为许多依自身并不产生善的事物,在彼此混合中却能产生出善。然而,德性由于依自身是善的,在与其他事物的结合中亦保持如此;因为对于依自身是善的事物而言,其部分也必然是善的。对于恶而言亦同样如此。† 同样,如果某物的产生者或者是恶的、或者是善的、或者两者皆非,则由它们生成之物也必须是如此。他在产生健康的药物与毒药的事例上表明了实情正是如此。事实上,某些依自身并不健康、反而是有毒的事物,在彼此混合之后,却使其所得之物成为产生健康者;反之,某些单独而言并非有毒、甚至是有益的事物,在彼此混合之后,却使其所得之物成为有毒之物。

§6.107

"Πάλιν εἰ ἐκ βελτίονος καὶ χείρονος ὄν." Ἐάν τι λεγόμενον ἐκ βελτίονος καὶ χείρονος μὴ ᾖ τοῦ μὲν βελτίονος χεῖρον τοῦ δὲ χείρονος βέλτιον, οὐκ ἂν δεόντως ἐκ τούτων εἶναι λέγοιτο· τὸ γὰρ ἐκ τοιούτων συγκείμενον μέσον γίνεται ἑκατέρου αὐτῶν ἀκράτου λαμβανομένου, διὰ τὴν μῖξιν τοῦ ἐναντίου ἑκατέρου αὐτῶν φέρον τὰ δεύτερα.2 διὰ τοῦτο οὖν ἡ ἐγκράτεια συγκειμένη ἔκ τε ὀρθοῦ λογισμοῦ καὶ φαύλης ἐπιθυμίας τῆς μὲν φαύλης ἐπιθυμίας ἐστὶ βελτίων, χείρων δὲ τοῦ ὀρθοῦ λογισμοῦ. καὶ πρὸς τοῦτο δὲ τὴν αὐτὴν ἔνστασιν φέρει ἣν καὶ πρὸς τὰ πρότερα. ἐπὶ γὰρ τῶν καθ’ αὑτὰ ἀγαθῶν καὶ κακῶν ἀληθῆ εἶναι τὸν λόγον [οὐχ] ἁπλῶς· εἰ γάρ τι εἴη συγκείμενον ἐξ ἁπλῶς ἀγαθοῦ καὶ ἁπλῶς κακοῦ, μεταξὺ τὸ συγκείμενον ἔσται, εἰ ἑκάτερον ἐκείνων ἐν τῇ συνθέσει σώζοιτο. ἐπὶ δὲ τῶν ὡς ποιητικῶν ἀγαθῶν οὐκέτι τοῦτο ἀνάγκη· ταῦτα γὰρ ἐν τῇ πρὸς ἄλληλα συνθέσει ἀλλάσσεται, ὡς ἐπὶ τῶν ἰατρικῶν φαρμάκων προεῖπεν, ὡς μηδὲν κωλύειν τὸ ἐξ ἀμφοῖν καὶ βέλτιον ἑκατέρου καὶ χεῖρον γίνεσθαι.

“再次,如果它由较好者与较差者构成。” 如果被说成是由较好者与较差者构成的某物,并非比该较好者差且比该较差者好,那么它就不能被恰当地说成是由这些构成的;因为由这些事物合成之物,在它们各自以纯粹状态被取用时乃是处于中间的,由于对立者的混合而对它们各自皆屈居次位。因此,由正确推理与卑劣欲望合成的自制,确实比卑劣欲望更好,却比正确推理更差。而对此,他也提出了与针对先前诸项相同的异议。因为对于依自身为善和为恶的事物而言,该论断端然为真;因为若某物是由端然为善者与端然为恶者合成的,只要那两者在结合中得以保全,合成之物就会是中介的。但对于作为产生善的事物而言,这便不再是必然的;因为这些事物在相互结合中会发生变化,正如他先前在医药药物的事例中所说的那样,以至于丝毫不能妨碍由两者构成之物既变得比各自更好、亦变得比各自更差。

§6.108

"Ἔτι εἰ συνώνυμον τὸ ὅλον θατέρῳ." Οὐδὲ τοῦτόν φησιν ὁρίζεσθαι τὸν λέγοντά τι ἔκ τινων εἶναι, ὧν ἕν τι τῷ ὅλῳ τῷ ἐκ πάντων ἐστὶ συνώνυμον. οἷον ἀρετή ἐστιν ἀνδρία, δικαιοσύνη καὶ φρόνησις· ἕκαστον γὰρ τούτων ἀρετὴ λέγεται συνωνύμως τῷ ὅλῳ. οὐ δεῖ οὖν τὸ ὅλον συνώνυμον εἶναι τοῖς μέρεσι, καθάπερ οὐδὲ ἐπὶ τῶν συλλαβῶν· ἑκάστη γὰρ τῶν συλλαβῶν οὐκ ἔστι συνώνυμος τοῖς συντιθεῖσιν αὐτὴν στοιχείοις.

“此外,如果整体与另一者同名。” 他说,声称某物是由某些事物构成、而其中某一个事物与由全体构成的整体同名的人,同样没有做出定义。例如,德性是勇敢、正义和明智;因为这些事物中的每一者,都与整体同名地被称为德性。因此,整体不可与部分同名,正如在音节的事例中亦非如此;因为音节中的每一个,并不与其所由合成的字母要素同名。

语法注2 条
  1. 6.106ὃ μή ἐστι μᾶλλον ἀγαθόν

    关系代词 ὃ 的先行词是主句中的不定代词 τι(“由一善与一恶合成的某物”),否定词 μή 表明该关系从句带有条件或假设意味(“若它并非更是善的”)。

  2. 6.107ἑκατέρου αὐτῶν φέρον τὰ δεύτερα

    现在分词 φέρον 为中性单数主格,与主语 τὸ ἐκ τοιούτων συγκείμενον(“由这些事物合成之物”)一致。习用短语 φέρω τὰ δεύτερα 意为“屈居第二位/次位”或“逊色于”,属格 ἑκατέρου αὐτῶν 表示比较或关联的对象。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:488.19-490.10