← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§487.3-488.18

整体与部分的同处性及消灭的不对称性

亚历山大注解了亚里士多德在《论题篇》卷六第十三章中关于将事物定义为“由诸部分构成”之做法的考察。他阐释了基于整体与其构成部分必须归属于同一原初主体或其同一部分的条件(150a26),以及基于部分与整体毁灭的不对称性与价值属性一致性(150a33)的反驳逻辑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.104

" Ἔτι εἰ τὸ μὲν ὡρισμένον." Ἔτι, φησί, δεῖ καὶ τοῦτο σκοπεῖν, εἰ τὸ μὲν ὁριστόν, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἐν ἑνί τινί ἐστιν ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι,1 τὰ δὲ ἐξ ὧν αὐτὸς ὡρίσατο εἶναι, μὴ ἐν τῷ αὐτῷ πρώτῳ ἀλλ’ ἐν ἄλλῳ καὶ ἄλλῳ. δῆλον γὰρ ὅτι οὐχ ὁρίζεται ὁ οὕτως ἀποδιδούς· ἐν ᾧ γὰρ τὸ ἔκ τινων συγκείμενόν ἐστιν, δῆλον ὅτι ἐν τούτῳ δεῖ εἶναι καὶ τὰ ἐξ ὧν τοῦτο σύγκειται. οἷον φρόνησίς ἐστιν ἐξ ἀνδρίας καὶ σωφροσύνης. ἀλλ’ ἡ μὲν φρόνησις ἐν πρώτῳ ἐστὶ τῷ λογιστικῷ, ἀνδρία δὲ καὶ σωφροσύνη ἡ μὲν ἐν τῷ θυμικῷ ἡ δὲ ἐν τῷ ἐπιθυμητικῷ· δῆλον οὖν ὅτι οὐκ ἂν εἴη ἐκ τούτων ἡ φρόνησις· ἐν οἷς γὰρ ἐμφαίνονται τὰ μέρη, ἐν ἐκείνοις καὶ τὸ ὅλον ἐμφαίνεσθαι δεῖ. ὥστε οὐκ ἐν ἑνὶ πρώτῳ τῷ λογιστικῷ συμβαίνει τὴν φρόνησιν ἐμφαίνεσθαι, ἀλλ’ ἐν ἄλλοις πλείοσι, τῷ τε θυμικῷ καὶ τῷ ἐπιθυμητικῷ. Ὃ δὲ προστίθησιν, ἐστίν· ἀλλ’ εἰ ἑκάτερον,2 ἐξ ὧν ἀποδέδωκεν εἶναι τὸ προκείμενον, ἐν ἑνὶ πρώτῳ τῷ αὐτῷ ἐστιν, ἐκεῖνά τε καὶ τὸ ὅλον τὸ ἐκ τούτων, ὅπερ ἐστὶ τὸ προκείμενον, οὗ τὸν ὁρισμὸν ἀποδίδωσι, μὴ μέντοι ἐν τῷ αὐτῷ μέρει ἀλλὰ τὸ μὲν ἐν ἄλλῳ τὸ δὲ ἐν ἄλλῳ, οὐδ’ οὕτως ἂν εἴη ὡρισμένος· ἐν ᾧ γὰρ τὸ ὅλον, ἐν ἐκείνῳ καὶ τὰ μέρη δοκεῖ εἶναι. οἷον εἴ τις ὁρίσαιτο τὴν ἀρετὴν ἐξ ἀνδρίας, σωφροσύνης καὶ φρονήσεως· ἔνθα μὲν γὰρ τὸ ὅλον ἐμφαίνεται, ἤγουν ἡ ἀρετὴ (ἐμφαίνεται δὲ ἐν τῇ ψυχῇ), ἐν ταύτῃ καὶ τὰ μέρη ἐμφαίνονται· ἀλλ’ ἕκαστον τῶν τοιούτων μερῶν τῆς ἀρετῆς ἐν ἄλλῳ καὶ ἄλλῳ μέρει τῆς ψυχῆς ἐμφαίνονται, καὶ οὐκ ἐν τῷ ὅλῳ ἕκαστον· μέρη γὰρ τῆς ψυχῆς τὸ λογιστικόν, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν.

“此外,如果被定义者……” 他说,此外还必须考察这一点:是否给出定义的被定义对象本身是在其依本性原初生成的单一之物中,而他自己定义为其所由之构成的事物却不在同一个原初之物中,而是在不同之物中。因为显然,以此种方式给出[定义]的人并未做出定义;因为由某些事物合成之物在什么之中,显然构成它的那些要素也必须在其中。例如,假定明智是由勇敢和节制构成的。但是明智原初是在理知部分中,而勇敢和节制则一者在激情部分中,另一者在欲望部分中;因此显然,明智不可能由这些构成;因为部分在其中显现的事物,整体也必须在其中显现。结果就是,明智不是在单一的原初之物(即理知部分)中显现,而是在其他更多的部分中显现,即在激情部分和欲望部分中。而他所补充的是:但是,即便他所给出作为前述对象之所由构成的两个要素中的每一个,它们与由它们构成的整体(即他给出定义的前述对象本身)都在同一个原初之物中,然而却不在同一个部分中,而是一者在这一部分中,另一者在另一部分中,那么即便如此他也并未做出定义;因为整体在其中,部分似乎也就在其中。例如,如果有人把德性定义为是由勇敢、节制和明智构成的;因为在整体(即德性)显现之处(它是在灵魂中显现),部分也在其中显现;但德性的每一个此类部分是在灵魂的不同部分中显现,而非每一个都在整体[灵魂]中显现;因为灵魂的部分是理知、激情和欲望。

§6.105

"Πάλιν εἰ τῷ ὅλῳ συμφθείρεται τὰ μέρη." Ἐπεὶ τῶν μερῶν φθειρομένων ἀνάγκη συμφθείρεσθαι τὸ ὅλον, τοῦ δὲ ὅλου φθαρέντος οὐκ ἀνάγκη καὶ τὰ μέρη φθείρεσθαι, εἴ τις ἔκ τινών τι ὁρίσαιτο ὡς φθειρομένου τοῦ ὅλου συμφθείρεσθαι τὰ μέρη3 ἐξ ὧν ὥρισται τὸ ὅλον, δῆλον ὅτι οὐ καλῶς ὡρίσατο. οὕτως ἂν ἁμαρτάνοι ὁ τὸ μὲν σῶμα ὁρισάμενος τὸ ἐξ ἐπιπέδων συνεστὼς ἢ τὸ ἐπίπεδον τὸ ἐκ γραμμῶν ἢ τὴν γραμμὴν 〈τὸ〉 ἐκ στιγμῶν· οὔτε γὰρ τὸ σῶμα ἐξ ἐπιπέδων, διότι συμφθείρεται τῷ σώματι τὸ ἐπίπεδον, οὔτε τὸ ἐπίπεδον ἐκ γραμμῶν, οὔτε ἡ γραμμὴ ἐκ στιγμῶν. διὰ τοῦτο οὐδ’ ἐκ τῶν εἰδῶν οἷόν τε λέγειν τὸ γένος εἶναι, εἰ συναναιρεῖται αὐτῷ, οὐδ’ ἐκ περιττῶν καὶ ἀρτίων τὸν ἀριθμόν. Ἢ εἰ τὸ μὲν ὅλον ἀγαθὸν ἢ κακόν ἐστιν, τὰ δὲ μέρη οὔτε ἀγαθὸν οὔτε κακόν· ἔδει γὰρ καὶ ταῦτα ἢ ἀγαθὰ ἢ κακὰ εἶναι, εἴπερ μέρη τοῦ ὅλου ἐτύγχανον· ἀδύνατον γὰρ τῶν μερῶν μὴ ὄντων ἢ ἀγαθῶν ἢ κακῶν τι ἐκ τούτων συγκείμενον ἀγαθὸν ἢ κακὸν εἶναι. ἢ πάλιν εἰ τὰ μέρη ἀγαθὰ ἢ κακά, τὸ δὲ ὅλον οὔτε ἀγαθὸν οὔτε κακόν· δῆλον γὰρ ὅτι οὐκ ἐκ τοιούτων μερῶν τὸ τοιοῦτον σύγκειται· ἦ γὰρ ἄν καὶ αὐτὸ τὸ ὅλον ἀγαθὸν ἢ κακὸν ἦν, εἴ γε ἐκ τῶν τοιούτων μερῶν ἦν.

“再次,部分是否与整体一同毁灭。” 由于当部分毁灭时整体必然一同毁灭,但在整体毁灭时部分却并不必然毁灭,所以如果有人将某物定义为由某些事物构成,以至于当整体毁灭时,定义为其所由构成的那些部分也一同毁灭,那么显然他并没有做出妥善的定义。凡将物体定义为由面构成者、或将面定义为由线构成者、或将线定义为由点构成者,都会以此种方式犯错;因为物体并非由面构成,因为面与物体一同毁灭;面亦非由线构成,线亦非由点构成。因此,如果〔种〕与它〔属〕一同被取消,也不能说属是由种构成的,亦不能说数是由奇数和偶数构成的。或者,如果整体是善的或恶的,而部分既非善亦非恶;因为如果它们确实是整体的部分,它们也本应或者是善的或者是恶的;因为如果部分既非善亦非恶,由它们合成的某物就不可能是善的或恶的。或者反过来,如果部分是善的或恶的,而整体既非善亦非恶;因为显然此类事物并非由这些部分合成;因为如果它确实是由这些部分构成的,整体本身也本应是善的或恶的。

语法注3 条
  1. 6.104ἐν ᾧ πρώτῳ πέφυκε γίνεσθαι

    在关系从句 ἐν ᾧ 中,πρώτῳ 作为修饰 ᾧ 的表语性成分,构成指代“其本性上原初在其中生成的主体”的名词性短语。它指亚里士多德哲学中的“原初主体(πρῶτον ὑποκείμενον)”,并与后文的 ἐν ἄλλῳ καὶ ἄλλῳ 相对立。

  2. 6.104Ὃ δὲ προστίθησιν, ἐστίν· ἀλλ’ εἰ ἑκάτερον

    关系代词从句 Ὃ δὲ προστίθησιν 充当主语,ἐστίν 为谓语动词,引出冒号之后亚里士多德所补充的论点。随后的条件从句 ἀλλ’ εἰ ἑκάτερον... ἐκεῖνά τε καὶ τὸ ὅλον... μὴ μέντοι ἐν τῷ αὐτῷ μέρει 虽夹杂插入成分,最终引向归结从句 οὐδ’ οὕτως ἂν εἴη ὡρισμένος,构成一个长句。

  3. 6.105ὡς φθειρομένου τοῦ ὅλου συμφθείρεσθαι τὰ μέρη

    连词 ὡς 中间插入属格绝对分词结构(φθειρομένου τοῦ ὅλου),后接不定词 συμφθείρεσθαι(带宾格逻辑主语 τὰ μέρη),构成表示方式或条件的状语结构(“以至于当整体毁灭时诸部分亦一同毁灭”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:487.3-488.18