- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:485.18-487.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》第6卷第6章(150a1–150a22),探讨了将整体定义为部分本身所导致的荒谬后果(如使分别拥有各部分的两人同时具有相反的属性),以及在将被定义者定义为由部分构成之物时、把无法组合成单一者的要素作为构成部分的错误。
" Σκοπεῖν δὲ καὶ εἴ τινος ὁρισμὸν ἀποδιδούς." Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἴ τινος ὁριστοῦ, οἷον οἰκίας, ἀποδοὺς ὁρισμὸν ὡρίσατο ὅτι οἰκία ἐστὶ τάδε, ἤγουν λίθοι καὶ ξύλα, ἢ ἐκ τούτων, ἤγουν ὅτι δικαιοσύνη ἐστὶν ἐξ ἀνδρίας καὶ σωφροσύνης ἢ οἰκία ἐκ λίθων καὶ ξύλων, ἢ τόδε μετὰ τοῦδε, ὅτι δικαιοσύνη ἐστὶν σωφροσύνη μετὰ ἀνδρίας ἢ οἰκία σκέπη μετὰ λίθων καὶ ξύλων. εἰ μὲν γὰρ τάδε, συμβήσεται, ὅτι εἰ δύο τινὲς τύχοιεν καὶ ὁ μὲν σώφρων ἐστὶν ὁ δὲ ἀνδρεῖος, καὶ τοῖς δυσὶ τὴν δικαιοσύνην ὑπάρχειν καὶ μηδενὶ αὐτῶν ἀνὰ μέρος· ὁ γὰρ εἷς ὁ καὶ σώφρων οὐκ ἂν ῥηθείη δίκαιος· δύο γὰρ ἦν ἡ δικαιοσύνη, σωφροσύνη καὶ ἀνδρία. δύο γὰρ ὄντων ἀνθρώπων ὁ μὲν ἔχει τὴν σωφροσύνην, ὁ δὲ τὴν ἀνδρίαν· καὶ διὰ τοῦτο καὶ ἀμφότεροι δίκαιοι ἔσονται καὶ οὐδέτερος, καὶ οὐχ ὁ εἷς μόνον ὁ ἔχων τὴν ἀνδρίαν δίκαιος κληθήσεταί ποτε, ἐπεὶ ἀμφότεροι οἱ δύο ἔχουσι τὴν δικαιοσύνην, ἕκαστος δὲ ἀνὰ μέρος τὴν δικαιοσύνην οὐκ ἔχει. ἀλλ’ εἰ καὶ μηδὲν ἄτοπον συμβαίνει, φησίν, ἀπὸ τοῦ ἰδίᾳ μὲν ἕνα τούτων μὴ ἔχειν τὴν δικαιοσύνην μήτε καλεῖσθαι δίκαιον, ἀλλ’ ὁμοῦ τοὺς δύο ἔχειν αὐτὴν καὶ ὁρίζεσθαι δικαίους, διὰ τὸ ἐπ’ ἄλλων συμβαίνειν τὸ τοιοῦτον (τριῶν γάρ τινων ὁμοῦ ἐχόντων νόμισμα ἓν τοῖς μὲν τρισὶν ὑπάρξει ὁμοῦ τὸ νόμισμα ἕν, ἰδίᾳ δὲ ἀνὰ μέρος ἑνὶ ἑκάστῳ οὐχ ὑπάρξει), ἀλλ’ οὖν τοῦτο, τὸ ὑπάρχειν τοῖς δυσὶν ἐναντίως τό τε δίκαιον καὶ ἄδικον, δόξειεν ἂν παντάπασιν ἄτοπον εἶναι.1 ἀντίκειται γὰρ τῇ δικαιοσύνῃ ἡ ἀδικία, τῇ δὲ σωφροσύνῃ ἡ ἀκολασία, τῇ δὲ δειλίᾳ ἡ ἀνδρία· εἰ οὖν ἡ δικαιοσύνη ἐστὶν ἀνδρία καὶ σωφροσύνη, εἴη ἂν ἡ ἀδικία δειλία καὶ ἀκολασία· διὸ καὶ συμβαίνει τὰ ἐναντία ὑπάρχειν αὐτοῖς, εἰ ὁ μὲν αὐτῶν σώφρων ἐστὶ καὶ δειλός (οὐκ ἔστι γὰρ ἀνδρεῖος), ὁ δὲ ἀνδρεῖος καὶ ἀκόλαστος· οὐ γὰρ σώφρων. καὶ διὰ τοῦτο καὶ ἀμφότεροι ἕξουσι δικαιοσύνην καὶ ἀδικίαν, εἴπερ δικαιοσύνη ἐστὶ σωφροσύνη μετὰ ἀνδρίας καὶ διὰ τοῦτο ἀδικία ἀκολασία μετὰ δειλίας. καθόλου οὖν, φησίν, ὅσα ἔστιν ἐπιχειροῦντα δεικνύειν2 μὴ ταὐτὸν εἶναι τὸ ὅλον καὶ τὰ μέρη, πάντα χρήσιμά εἰσι πρὸς τὸ νῦν εἰρημένον· οἷον ὅτι δικαιοσύνη ἐστὶ τάδε, ἤγουν σωφροσύνη καὶ ἀνδρία· ὁ γὰρ οὕτως ὁριζόμενος φάσκει τὰ μέρη ταὐτὰ εἶναι τῷ ὅλῳ· μέρη γὰρ τῆς δικαιοσύνης ἡ ἀνδρία καὶ ἡ σωφροσύνη. μάλιστα δὲ οἱ λόγοι οἱ δεικνύντες μὴ ταὐτὸν εἶναι τὰ μέρη καὶ τὸ ὅλον οἰκεῖοι, ἤγουν ἁρμόδιοι, εἰσὶν ἐφ’ ὅσων κατάδηλός ἐστιν ἡ σύνθεσις τῶν μερῶν· δῆλον γὰρ ἐκ τῶνδε, ὅτι εἰ λίθοι καὶ ξύλα εἶεν, οὐκ ἀνάγκη καὶ οἰκίαν εἶναι· ὥστε, εἰ τῶν μερῶν ὄντων ἐνδέχεται τὸ ὅλον μὴ εἶναι, οὐ ταὐτὸν ἂν εἴη τῷ ὅλῳ τὰ μέρη. οὗτος δὲ ὁ τόπος χρήσιμος ἐπὶ μόνων τῶν ἀνομοιομερῶν.
“还要考察在给出某物的定义时……” 他说,还必须考察,是否有人在给出某个可定义之物(例如房屋)的定义时,定义说房屋是这些东西,即石头和木头;或者是由这些东西组成的,即正义是由勇敢和节制组成的,或房屋是由石头和木头组成的;或者是此物伴随着彼物,即正义是伴随着勇敢的节制,或房屋是伴随着石头和木头的遮蔽所。因为如果是定义为这些东西,就会导致这样的结果:假如有两个人,其中一个是节制的,另一个是勇敢的,那么正义属于他们两人共有,却不分别属于他们中的任何一人;因为那个节制的人不会被称为正义的,因为正义是两样东西,即节制和勇敢。因为当有两个人时,一人拥有节制,另一人拥有勇敢;因此他们两人都将是正义的,又都不是正义的,而绝不会只有那个拥有勇敢的人被称为正义的,因为他们两人共同拥有正义,但各自个别地却不拥有正义。他说,但是,即便由于在其他情形中也发生这类事情(因为三个人共同拥有一枚硬币时,那一枚硬币共同属于这三人,但个别地却不属于他们每一个人),从他们其中一人个别地不拥有正义也不被称为正义、而是两人共同拥有它并被定义为正义这一点并不产生任何荒谬,可是这件事情,即正义与不正义这两个相反者属于他们两人,却会显得是完全荒谬的。因为不正义与正义相对立,放荡与节制相对立,勇敢与怯懦相对立;那么如果正义是勇敢与节制,不正义就会是怯懦与放荡。因此也会导致相反者属于他们,如果他们中的一人既节制又怯懦(因为他不是勇敢的),而另一人既勇敢又放荡(因为他不是节制的)。因此,如果正义确实是伴随着勇敢的节制,从而不正义是伴随着怯懦的放荡,那么两人都将拥有正义和不正义。他说,因此总括而言,凡是试图表明整体与部分并不相同的论辩,对于现在所说的情形都是有用的;例如针对正义是这些东西,即节制和勇敢[的定义];因为以这种方式定义的人断言部分与整体是相同的,因为勇敢和节制是正义的部分。而证明部分与整体不相同的论证,在那些部分的组合显而易见的事物上尤其切合,即适用;因为从这些东西中很清楚:即使有石头和木头,也并不必然就有房屋;所以,如果在部分存在的同时整体有可能不存在,那么部分就不会与整体相同。而这个论题仅在由非同质部分构成的事物上才有用。
"Εἰ δὲ μὴ ταῦτα ἀλλὰ τὸ ἐκ τῶν μερῶν ἔφησεν εἶναι τὸ ὁριζόμενον." Εἰ δέ τις, φησίν, ὁριζόμενος μὴ τὰ μέρη εἶπε τὸ ὅλον εἶναι ἀλλὰ τὸ ἐκ τῶν μερῶν γινόμενον, οἷον τὴν οἰκίαν οὐ λίθους καὶ πλίνθους ἀλλ’ ἐκ λίθων καὶ πλίνθων, πρῶτον μὲν ἀξιοῖ δεῖν ἐπισκοπεῖν, εἰ ἐκ τοιούτων ὡρίσατό τις εἶναι ἐξ ὧν οὐχ οἷόν τε συντιθεμένων ἕν τι γίνεσθαι, ἑνὸς ὄντος τοῦ ὁριστοῦ.3 ἔνια γὰρ τοιαῦτά ἐστιν ὡς μὴ δύνασθαι ἐξ αὐτῶν γενέσθαι τι ἕν, οἷον γραμμὴ καὶ ἀριθμὸς καὶ ὅλως τὰ συμβεβηκότα. ὁ γὰρ ἐκ τοιούτων τινὸς τὸ εἶναι λέγων καὶ ὁριζόμενος δῆλον ὡς οὐχ ὁρίζεται· διὸ ὁ λέγων τὴν λευκότητα ἐκ πυρὸς καὶ χρώματος οὐχ ὁρίζεται.
“但如果他说的不是这些本身,而是由诸部分所构成的东西是被定义者。” 他说,但是如果有人在定义时,不说整体是诸部分,而是由诸部分生成的东西——例如说房屋不是石头和砖块,而是由石头和砖块构成的——,他认为首先必须考察,是否有人在被定义之物是一的情况下,将其定义为是由那些即使组合起来也不可能生成单一之物的东西所构成的。因为有些东西是如此性质,以至于不可能从中生成任何单一之物,例如线和数,以及概括而言的偶性。因为说某物的存在是由这类东西构成并如此定义的人,显然并没有做出定义;因此,说白是由火和颜色构成的人并没有做出定义。
- 6.102ἀλλ’ εἰ καὶ μηδὲν ἄτοπον συμβαίνει, φησίν, ἀπὸ τοῦ ἰδίᾳ μὲν ἕνα τούτων μὴ ἔχειν τὴν δικαιοσύνην μήτε καλεῖσθαι δίκαιον, ἀλλ’ ὁμοῦ τοὺς δύο ἔχειν αὐτὴν καὶ ὁρίζεσθαι δικαίους ... ἀλλ’ οὖν τοῦτο ... δόξειεν ἂν παντάπασιν ἄτοπον εἶναι.
让步句结构,由 ἀλλ’ εἰ καί(“即使……”)引导的从句与主句中的 ἀλλ’ οὖν(“尽管如此,……仍然……”)相呼应。主句的主语是带有定冠词的不定式短语 τὸ ὑπάρχειν τοῖς δυσὶν ἐναντίως τό τε δίκαιον καὶ ἄδικον(“正义与不正义这两个相反者属于他们两人”),它与让步从句中的介词短语 ἀπὸ τοῦ ...(“从……这一点”)构成对比。
- 6.102ὅσα ἔστιν ἐπιχειροῦντα δεικνύειν
关系代词 ὅσα 引出的从句中,动词 ἔστι 与现在分词 ἐπιχειροῦντα 构成迂回表达(意为“凡是试图表明……的论辩”)。主句动词 εἰσί 与中性复数主语 ὅσα / πάντα 保持复数一致。
- 6.103πρῶτον μὲν ἀξιοῖ δεῖν ἐπισκοπεῖν, εἰ ἐκ τοιούτων ὡρίσατό τις εἶναι ἐξ ὧν οὐχ οἷόν τε συντιθεμένων ἕν τι γίνεσθαι, ἑνὸς ὄντος τοῦ ὁριστοῦ.
双重规范表达,动词 ἀξιοῖ(“要求/认为应当”)后接补足不定式 δεῖν(“必须”),后者再统辖不定式 ἐπισκοπεῖν(“考察”)。在间接疑问句 εἰ ἐκ τοιούτων ὡρίσατό τις εἶναι(“是否有人定义其由这类东西构成”)中,不定式 εἶναι 的主语(被定义者)根据上下文省略,句末的独立属格 ἑνὸς ὄντος τοῦ ὁριστοῦ(“在被定义之物为一的情况下”)充当转折或条件的背景说明。
