- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:484.3-485.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德关于知识的范围以及依据圆满状态或较劣方面而非事物自身本质给出不当定义的讨论(149b19–31),亚历山大解释了诡辩术与非存在的关系,区分了事物的本质与其圆满状态,并阐明了应当依据事物中更优要素加以定义的理由及其适用范围。
" Οὐ γὰρ μόνον ἡ ἰατρικὴ ἀλλὰ καὶ τῶν ἄλλων ἐπιστημῶν αἱ πολλαί." Τοῦτο ἢ ἁπλούστερον εἴρηκεν, ἢ ὅτι δοκεῖ καὶ ἡ σοφιστικὴ ἐπιστήμη τις οὖσα περὶ τὸ μὴ ὂν εἶναι, ὡς ἐν τῷ Σοφιστῇ τοῦ Πλάτωνος δέδεικται.
“因为不仅是医学,其他大部分知识也是如此。” 他说这句话,或者是因为说得较为简单,或者是因为正如在柏拉图的《智者篇》中所表明的那样,诡辩术作为某种知识似乎也是关乎非存在的。
"Ἐνίοτε δὲ ὁρίζονται." Οἱ ὁριζόμενοί τε καὶ τὸν λόγον ἀποδιδόντες οὐχ ἁπλῶς τοῦ πράγματος ἀλλὰ τοῦ εὖ ἔχοντος ἢ τετελεσμένου οὐδ’ αὐτοὶ ἂν εἶεν ὁριζόμενοι καλῶς· οὐ γὰρ ἐπὶ πάντων τῶν πραγμάτων ἡ οὐσία ἐν τῷ εὖ κεῖται. ἐφ’ ὧν οὖν μὴ σύμφυτον τὸ εὖ ἀλλ’ ἔξωθεν παραγίνεται ὡς καὶ πρὸ τοῦ εὖ δύνασθαι τὸ πρᾶγμα εἶναι, ἐπὶ τούτων οὐκ ὀρθῶς τὸ εὖ εἰς τὸν ὁρισμὸν παραλαμβάνουσι· μέρος γὰρ αὐτοῦ ἀλλ’ οὐ τὸ ὅλον ὁρίζονται. οὐ γὰρ μόνος ἄνθρωπος ὁ σπουδαῖος, οὐδ’ οἰκία μόνη ἡ σπουδαία, ἀλλ’ οὐδὲ πόλις μόνη ἡ εὐνομουμένη· ἀλλ’ οὐδὲ ἡ πρᾶξις οὐδὲ ἡ διάθεσις ἢ ὑπόληψις μετὰ τοῦ εἶναι τὸ εὖ ἔχουσι. διὸ ἐπὶ πάντων τούτων ἕτερος ὁ τοῦ πράγματος ὅρος καὶ ἄλλος ὁ τοῦ εὖ ἔχοντος. ῥήτωρ γὰρ οὐχὶ ὁ τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρῶν καὶ μηδὲν παραλείπων, ἀλλὰ κἂν παραλείπῃ τινὰ τῶν ἐνδεχομένων πρὸς τὸ προκείμενον πιθανῶν, βούληται δὲ πᾶν τὸ πιθανὸν εὑρίσκειν τε καὶ παρέχεσθαι·1 εἰσὶ γάρ τινες καὶ ἐν ταῖς ἐπιστήμαις καὶ ταῖς τέχναις ἀτελέστεροι. ἀλλὰ καὶ τῶν ἀρετῶν καὶ τῶν κακιῶν ὁ μὲν ἐφ’ ἑκάστου προστιθεὶς τῇ βουλήσει τὴν ἐνέργειαν τὸν τέλειον ὁρίζεται, ὁ δὲ τῇ προαιρέσει ἀρκούμενος τὸν τὴν ἕξιν ἔχοντα· ἄδικος γὰρ οὐχ ὁ προαιρούμενός τε καὶ πράττων τὰ ἄδικα, ἀλλ’ ὁ τέλειος ἐν ἀδικίᾳ· ἄδικος δὲ καὶ ὁ μόνον προαιρούμενος.
“有时他们定义。” 那些不是毫无条件地给出事物本身的表述、而是给出处于良好状态之物或已完满之物的表述并加以定义的人,他们自己也不会是正确地定义;因为并非在一切事物上,本质都存于良好状态之中。因此,在那些良好状态并非固有、而是从外部附加而来以至于在处于良好状态之前该事物便能够存在的事物上,人们将良好状态纳入定义是不正确的;因为他们定义的是它的一部分,而非全体。因为不仅善良之人是人,不仅优良的房屋是房屋,也不仅治理得当的城邦是城邦;行动、状态或判断也并非随着存在便拥有良好状态。因此在所有这些事物上,事物的定义是一回事,处于良好状态之物的定义是另一回事。因为修辞学家并不是在每一情形中都能洞察具有说服力之事且毫无遗漏的人,而是即使遗漏了某些对于眼下主题而言可能的说服力之事,却意图发现并提供一切具有说服力之事的人;因为在诸知识和诸技艺中,也存在某些不够完全之人。而且在美德与恶德中,在每一情形下把现实活动附加于意愿之人,定义的是完全者,而满足于选择之人,定义的是具有品质状态者;因为不正义的人并不是指那些既做出选择又施行不正义之事的人,相反〔那〕是不正义上的完全者;而仅仅做出选择的人也是不正义的。
"Πάλιν εἰ τὸ δι’ αὑτὸ αἱρετόν." Ἐπεὶ ὁ ὅρος τὴν οὐσίαν ἑκάστου καὶ ἐν ᾧ τὸ εἶναι αὐτῷ ἐστι σημαίνει, ὁ τὸ δι’ αὑτὸ αἱρετὸν ὁριζόμενος ὡς ποιητικὸν ἢ πρακτικὸν ἄλλου καὶ διὰ τοῦτο αἱρετὸν ἢ ὅλως δι’ ἄλλο αἱρετὸν δῆλον ὡς οὐχ ὁρίζεται· οὐ γὰρ τὴν οὐσίαν τοῦ πράγματος δηλοῖ διὰ τοῦ λόγου. εἰ δὲ καὶ ἔστι τινὰ δι’ αὑτὰ αἱρετὰ καὶ δι’ ἄλλα, οὐδὲν ἧττον, φησίν, ἁμαρτάνει ὁ τὰ τοιαῦτα ἀπὸ τοῦ χείρονος ὁριζόμενος· ἕκαστον γὰρ κατὰ τὸ βέλτιον τῶν ἐν αὐτῷ·2 ὁ δὲ ὁρισμὸς τοῦ τί ἦν εἶναι ἑκάστου ἐστὶ δηλωτικός. οὐ χρὴ δὲ ὑπολαμβάνειν μαχόμενα λέγειν αὐτόν,3 πρὸ ὀλίγου μὲν εἰπόντα μὴ δεῖν τὸν ὁριζόμενον ἀπὸ τοῦ εὖ ἔχοντος τῶν ἐν αὐτῷ ὁρίσασθαι, νῦν δὲ λέγοντα ἑκάστου τὴν οὐσίαν κατὰ τὸ βέλτιστον εἶναι τῶν ἐν αὐτῷ. ἐν οἷς μὲν γὰρ πᾶσιν ἄμφω ἐστί, καὶ τὸ βέλτιστον καὶ τὸ ἧττον τοιοῦτον, ὥσπερ ἐν τοῖς προειρημένοις † καθ’ αὑτά, ὧν χάριν ἐστὶ καὶ τοῖς ἄλλοις, τούτων τὸ εἶναι ἐν τῷ βελτίονι τῶν ἐν αὐτοῖς· ὧν δὲ τὸ βέλτιον μή ἐστιν ἐν τῇ φύσει, ἀλλ’ ἔξωθεν αὐτῶν τοῦτο προσγίνεται ἔκ τινος ἐπιμελείας, τούτων οὐκέτι τὸ εἶναι ἐν τῷ βελτίονι, ὅτι τὴν ἀρχὴν μηδὲ πᾶσίν ἐστιν. ἔτι καὶ ἡ ἐπιχείρησις κατὰ τὸ ἔνδοξον γίνεται.
“再次,如果[把]因自身而值得选择的事物[定义为……]。” 既然定义意指每一事物的本质以及其存在所在之处,那么将因自身而值得选择的事物定义为另一事物的产生性或实践性事物,并因而值得选择,或者概括而言定义为因另一事物而值得选择的人,显然并没有做出定义;因为他没有通过表述显明该事物的本质。而且,他说,即使有些事物既因自身又因其他事物而值得选择,从较劣方面来定义这类事物的人同样犯了错误;因为每一事物都是依据其内部更优良的要素,而定义是阐明每一事物的本质的。但也不应当认为他说了相互矛盾的话,因为他刚才还说定义者不应从其内部处于良好状态的方面来定义,现在却又说每一事物的本质都是依据其内部最完善的要素。因为在那些所有个体中都具有这两者(即最完善者和不那么完善者)的事物上,正如在上述事物中[……]因自身存在,也是为了其他事物而存在的,这些事物的存在就在于它们内部更优良的要素之中;但在那些更优良者并不在其本性之中、而是这一点通过某种照管从它们外部附加而来的事物上,它们的存在就不再在于更优良的要素之中,因为从一开始它就根本不存于所有个体之中。此外,这一论证也是依据通念来进行的。
- 6.100ῥήτωρ γὰρ οὐχὶ ὁ τὸ ἐν ἑκάστῳ πιθανὸν θεωρῶν καὶ μηδὲν παραλείπων, ἀλλὰ κἂν παραλείπῃ τινὰ τῶν ἐνδεχομένων πρὸς τὸ προκείμενον πιθανῶν, βούληται δὲ πᾶν τὸ πιθανὸν εὑρίσκειν τε καὶ παρέχεσθαι
结构上由 οὐχὶ ὁ ... θεωρῶν 与 ἀλλὰ κἂν(= καὶ ἐάν)引导的分句相对立。虚拟式 παραλείπῃ 与 βούληται 均受 κἂν 支配并通过 δέ 对举连接,省略了归结分句(ῥήτωρ ἐστίν,“便是修辞学家”)。
- 6.101ἕκαστον γὰρ κατὰ τὸ βέλτιον τῶν ἐν αὐτῷ
省略了系动词或述谓动词(ἐστίν 或 ὁρίζεται)的简洁命题,意为“因为每一事物都是依据其内部更优良的要素[被规定/存在]的”。
- 6.101μαχόμενα λέγειν αὐτόν
由非人称句 οὐ χρὴ ὑπολαμβάνειν 引出的宾格不定式结构,以 αὐτόν 为主词,λέγειν 为不定式。中性复数宾格 μαχόμενα 充当 λέγειν 的内宾格或直接宾语,意为“他说出了相互矛盾的话”。
