← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§482.23-484.2

关系词定义中的换位与偶性界定的谬误

亚历山大注释亚里士多德《论题篇》卷八(149b8),阐明定义关系物时必须针对自身相称且可相互换位的项、而非偶然或过分普遍的项给出表述,并剖析偶然定义所导致的荒谬后果(即关系物将对应多个关联项,以及定义丧失固有特征)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.98

" Δεῖ γὰρ παντός, εἴπερ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός." Δεῖ γὰρ παντὸς ὄντος τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἰ εἴη ὀρθῶς ἀποδεδομένος ὁ ὅρος καὶ μὴ κατὰ συμβεβηκός· κατὰ συμβεβηκὸς γὰρ ὄντος, ἐπεὶ συμβέβηκε τοῖς ὑγιεινοῖς οὖσιν εἶναι,1 οὐχ ἁπλῶς οὐδὲ καθ’ αὑτό. δεῖ δὲ ἕκαστον τῶν πρός τι πρὸς ὃ λέγεται καθ’ αὑτὸ ἀποδιδόναι· πάντα γὰρ τὰ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται· ὡς γὰρ ἡ ἐπιστήμη πρὸς ἐπιστητόν, οὕτω καὶ τὸ ἐπιστητὸν πρὸς ἐπιστήμην· τὰ δὲ μὴ καθ’ αὑτὰ ἀποδεδομένα ἀλλὰ πρὸς κοινότερον καὶ κατὰ συμβεβηκὸς οὐκ ἀντιστρέφει. [Καὶ ἔτι δὲ σαφέστερον περὶ τούτου ἐροῦμεν. εἰ μὲν γὰρ ἀπέδωκεν ὅτι οὐδενὸς τῶν ὄντων ἐπιστήμη ἐστὶν ἡ ἰατρική, παντελῶς ἔψευσται· εἰ δὲ τινὸς μέν ἐστιν, οἷον τοῦ ὑγιεινοῦ, τινὸς δὲ μή, οἷον τοῦ νοσώδους, ἐπί τι· δεῖ γὰρ παντός, τοῦ ὑπ’ αὐτὴν δηλονότι, ἤγουν καὶ ἀμφοῖν, τοῦ τε νοσώδους καὶ ὑγιεινοῦ, τὴν ἰατρικὴν ἐπιστήμην εἶναι, εἴπερ καθ’ αὑτὸ ἀπεδόθη πρὸς τὸ ὂν καὶ μὴ κατὰ συμβεβηκός, καὶ μὴ κατὰ τινὸς μὲν ἀληθεύειν κατὰ τινὸς δὲ οὔ. οὐκ ὀφείλει οὖν καθολικώτερον εἶναι τοῦ πρὸς ὃ λέγεται· ὡς γὰρ ἡ ἐπιστήμη πρὸς τὸ ἐπιστητὸν λέγεται καὶ τὸ ἀνάπαλιν, ἔδει καὶ τὴν ἰατρικὴν ὡρισμένως πρός τι λέγεσθαι· εἰ γὰρ μὴ εἴη καθολικώτερον ἀλλ’ ἐξισάζον, εἴη ἂν καὶ ἀντιστρέφον· νῦν δὲ οὐ δυνατὸν ἀντιστρέψαι καὶ εἰπεῖν ‘πᾶν ὂν ἐπιστητὸν τῇ ἰατρικῇ ἐστι’· τὶ γὰρ ὂν ἐπιστητὸν αὐτῇ ἐστιν, οἷον ὑγιεινὸν καὶ νοσῶδες. διὰ τοῦτο γὰρ εἴρηκεν ὅτι εἴπερ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς ἀπέδωκε τὴν ἐπιστήμην πρὸς τὸ ὄν· τὰ γὰρ καθ’ αὑτὸ λεγόμενα πρός τι καὶ ἀντιστρέφουσι πρὸς ἄλληλα, τὰ δὲ μὴ καθ’ αὑτὸ ἀλλὰ κατὰ συμβεβηκός, τουτέστι πρός τι κοινότερον ἀποδιδόμενα οὐκ ἀντιστρέφει.] Ὅτι δὲ οὐ δεῖ κατὰ συμβεβηκὸς τὴν ἀπόδοσιν τῶν πρός τι ποιεῖσθαι δεικνὺς προσέθηκε πρῶτον μέν, ὅτι εἰ οὕτως ἀποδοίη τις, συμβήσεται ἕκαστον τῶν πρός τι μὴ πρὸς ἓν λέγεσθαι, ἀλλὰ πρὸς πλείονα κατὰ τοῦτον τὸν λόγον. ὥσπερ γὰρ τῷ ὕπνῳ συμβέβηκεν ὄντι εἶναι, οὕτως οὐδὲν κωλύει αὐτῷ συμβεβηκέναι καὶ τὸ ἀγαθὸν καὶ τὸ μέγα καὶ τὸ λευκὸν καὶ ἄλλα μυρία· καὶ ὁ πρὸς ἕκαστον δὴ τούτων ἀποδιδοὺς τὴν ἐπιστήμην ἢ τὴν ἰατρικὴν ἔσται καλῶς ἀποδεδωκώς, εἴ γε δεῖ κατὰ συμβεβηκὸς ποιεῖσθαι τὴν ἀπόδοσιν τῶν πρός τι. τοῦτο οὖν ἄτοπον, καὶ ἔτι τὸ μὴ γίνεσθαι ἐν τῇ τοιαύτῃ ἀποδόσει τὸν ἀποδιδόμενον ὅρον ἴδιον τοῦ οὗ ἀποδίδοται· καίτοι δεῖ ἴδιον τοῦτο τὸν ὁρισμὸν ἔχειν·2 ἴδιόν τε γὰρ δεῖ αὐτὸν εἶναι καὶ δηλοῦν τὸ τί ἦν εἶναι οὗ ἐστιν. οὐ γὰρ μόνον κατὰ τῆς ἰατρικῆς ἀληθὲς τὸ ἐπιστήμην αὐτὴν εἶναι ὄντος, ἀλλὰ καὶ 〈κατὰ〉πάσης ἄλλης ἐπιστήμης ἐστὶ κυρίως λεγόμενον, εἴ γε πᾶσα ἐπιστήμη ὄντος τινός ἐστιν· εἰ δὲ πάσῃ ἁρμόζει, οὐδεμιᾶς ἂν εἴη ἴδιον.

“因为如果确实是就自身而非偶然地[给出表述],就必须针对全部。” 因为如果定义被正确地给出且并非偶然地给出,医学就必须是关于全部存在之物的知识;因为偶然地是关于存在之物的,既然对于健康事物而言,作为它们所是的事物,[作为存在之物]存在乃是偶然的,并非毫无条件地也不是就自身而言的。而必须将关系物之每一者针对它就自身相对言说的对象给出表述;因为一切关系物都是针对相互换位的事物而说的;因为正如知识相对于可知之物,可知之物也同样相对于知识;但那些不是就自身、而是针对更普遍的事物且偶然地给出的表述,则不能换位。[关于这一点我们还要说得更清楚些。因为如果他给出医学不是存在之物中任何一物的知识,他就彻底说了假话;但如果它是关乎某一者的,如健康事物,而并非关乎另一者,如患病事物,那么他就是在某种程度上[说了假话];因为医学必须是关于全部的知识,显然即属于它涵盖之下的全部事物,亦即二者兼有,患病事物与健康事物,如果确实它是就自身而非偶然地针对存在之物给出的,并且必须不是对某些为真而对另一些不为真。因此,它不应当比它相对言说的对象更为普遍;因为正如知识相对于可知之物被言说,反之亦然,医学也本应被确定地相对于某物而言说;因为如果它并非更普遍而是等同相称的,它也会换位;但现在却不可能换位并说‘每一存在之物对于医学都是可知的’;因为对于它而言,可知的是某种特定的存在之物,如健康事物与患病事物。正因如此,他才说‘如果确实他是就自身而非偶然地将知识针对存在之物给出’;因为就自身而言说的关系物彼此相互换位,而那些并非就自身、而是偶然地、即针对更普遍之物给出的表述则不换位。]为了指明不应当偶然地做出关系物的表述,他首先补充道,如果有人这样给出表述,根据这一论理,其结果将是关系物之每一者不是针对单一事物、而是针对多个事物而言说。因为正如对于睡眠而言,作为存在之物存在乃是偶然的,同样,没有任何东西阻止它也偶然地具有善、大、白以及无数其他属性;而针对这些属性之每一者给出知识或医学表述的人,如果真应当偶然地做出关系物的表述,就也将是正确给出了表述。因此这是荒谬的;而且在这样的表述中,所给出的定义未能成为被给出表述之对象的固有属性,这同样是荒谬的;然而定义必须拥有这一点作为其固有属性;因为定义本身必须是固有的,并且显明它作为其定义的那个对象的本质。因为医学是存在之物的知识,这不仅对于医学是真实的,而且鉴于每一知识都是关乎某种存在之物的,对于任何其他知识而言也是在正当意义上言说的;但如果它适用于一切知识,它就不会是任何一种知识所固有的。

语法注2 条
  1. 6.98ἐπεὶ συμβέβηκε τοῖς ὑγιεινοῖς οὖσιν εἶναι

    在无人称动词 συμβέβηκε 之后,与格名词短语 τοῖς ὑγιεινοῖς 及其一致的现在分词 οὖσιν 构成与格补足语,不定词 εἶναι 充当主语结构,意为“既然对于作为健康事物的事物而言,[作为存在之物]存在乃是偶然的”。

  2. 6.98καίτοι δεῖ ἴδιον τοῦτο τὸν ὁρισμὸν ἔχειν

    在此带宾格的不定词结构中,τὸν ὁρισμὸν 是不定词 ἔχειν 的逻辑主语,τοῦτο 为直接宾语,ἴδιον 作宾语补足语(“定义必须将此作为其固有属性来拥有”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:482.23-484.2