← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§481.2-482.22

驳多义词定义与关系词定义中的错误

亚历山大阐释了亚里士多德《论题篇》卷六中关于驳斥使用多义词的定义(149a35–)、检视指明非存在之本质的定义(149a38–),以及在关系物定义中给出过宽或完全无关之关联对象的错误(149b4–)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.95

" Εἰ δὲ πολλαχῶς λέγεται τὸ μέσον ἔχον, διοριστέον." Εἰ δὲ λέγεται πολλαχῶς τὸ μέσον, διοριστέον τὸ πῶς ἔχον λέγεται, † καὶ ὁμοίως ἐπί τε μεγεθῶν καὶ ἀριθμῶν λέγεσθαι, καὶ οὕτως ἐπιτιμητέον ὡς χωρὶς διορισμοῦ εἰρηκότι τὸ διορισμοῦ δεόμενον·1 δεῖ γὰρ ἐπὶ τῆς τῶν πολλαχῶς λεγομένων ἀποδόσεως διορίζεσθαι, κατὰ τί τῶν σημαινομένων τὴν ἀπόδοσιν ποιεῖταί τις. ἢ οὖν συλλογιστέον καὶ δεικτέον ὅτι οὐχ ὡρίσατο ὁ οὕτως ἀποδιδοὺς τῷ καὶ ἄλλοις ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον, ἢ ἐπιτιμητέον ὅτι μὴ καλῶς ἔλαβεν ἀδιορίστως· οὐ γὰρ περιττόν ἐστι τὸ ἔχον μέσον ἁπλῶς, ἀλλὰ τὸ μονάδα μέσην ἔχον, ὡς ὁ πέντε· μεταξὺ γὰρ τῶν δύο καὶ δύο ἐστὶ μονάς.

“如果‘具有中间’是在多种意义上说的,就应当加以区分。” 如果“中间”是在多种意义上说的,就应当区分在何种状况下的中间被言说,†并且它同样在量度与数上被言说,†因而应当这样谴责他:他没有作区分就说出了需要区分的事情;因为在给出以多种意义言说之物的表述时,应当区分自己是根据所指明的何种意义给出表述的。因此,要么应当推论并指明以这种方式给出表述者未能定义,因为所给出的表述也适用于其他事物;要么应当谴责他,因为他未作区分而抓取不当;因为毫无条件地具有中间者并不是奇数,而是具有作为中间的单位者才是奇数,如五;因为在两个[单位]与两个[单位]之间有一个单位。

§6.96

"Πάλιν εἰ οὗ μὲν τὸν λόγον." Ἐπεὶ ὁ ὅρος τὸ τί ἦν εἶναι σημαίνει ἑκάστου, δεῖ, φησίν, ἐπιβλέπειν, εἰ τὸ μὲν ὁριστὸν τῶν ὄντων ἐστί, τὸ δὲ ὑπὸ τοῦ ὁρισμοῦ σημαινόμενον μὴ τῶν ὄντων. εἰ γὰρ τοῦτο, δῆλον ὡς οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐ γὰρ οἷόν τέ τινος τῶν ὄντων τὸ τί ἦν εἶναι, οὗ ἐστιν ὁ ὅρος δηλωτικός, μὴ ὂν εἶναι. Τὸ δ’ ἐκκείμενον παράδειγμα σαφὲς ὂν δείκνυσι τὴν τοῦ τόπου δύναμιν.

“再次,如果给出表述的那个对象本身。” 由于定义指明每一事物的“是什么(本质)”,他说必须注视被定义项是否属于存在之物,而由定义所指明的事物是否属于不存在之物。因为如果确实如此,显然所给出的表述不会是所提出之对象的定义;因为任何存在之物的“是什么”——定义正是在揭示它——绝不可能是非存在。所举出的例子由于清晰明了,表明了该论题的效力。

§6.97

"Ἔτι ὅσοι μὴ διαιροῦσιν ἐν τοῖς πρός τι." Ἁμαρτάνουσι δὲ καὶ οἱ ἐν τῷ ὁρίζεσθαί τι τῶν πρός τι μὴ διαιροῦντες μηδὲ διορίζοντες πρὸς ὃ λέγεται τῶν ὑπὸ τὸ κοινὸν τοῦτο ὃ ὁρίζονται· ἐπεὶ γὰρ πᾶν πρός τι τὸ εἶναι ἔχει ἐν τῇ πρὸς ἄλλο σχέσει καὶ ἔστι τοῦτο, πρὸς ὃ ἕκαστον τῶν πρός τι τὸ εἶναι ἔχει, ὡρισμένον, ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον, εἰ ἀποδιδούς τις ὅρον τῶν πρός τι πρὸς ἄλλο ἀποδοίη,2 ὃ κοινὸν ὂν περιέχει καὶ τὸ πρὸς ὃ ὡρισμένως λέγεται τοῦτο, οὗ τὸν ὁρισμὸν ἀποδίδωσιν, ἢ ἄλλο ἐστὶν αὐτοῦ, παντάπασιν ἁμαρτάνει. καὶ ψεύδεται ἢ ἐπί τι ἢ ἁπλῶς· ἐπί τι μέν, ἂν ᾖ τὸ πρὸς ὃ ἀποδέδωκεν αὐτὸ κοινόν τε καὶ ἐν αὑτῷ περιέχον πρὸς ὃ ἰδίως τοῦτο λέγεται· ἁπλῶς δέ, ἂν παντάπασιν ἄλλο. ὁ μὲν γὰρ ἰατρικὴν ὁρισάμενος ἐπιστήμην ὄντος ἐπί τι ἁμαρτάνει τῷ ὑπὸ τὸ ὂν εἶναι καὶ ταῦτα ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη· οὐ γὰρ πάντα τὰ ὄντα ἀλλὰ τινὰ ἐπίσταται ἡ ἰατρική· τὸ γὰρ ὂν ἀληθὲς καὶ κατὰ τῶν ὑγιεινῶν καὶ νοσωδῶν, ὧν ἐστιν ἡ ἰατρικὴ ἐπιστήμη. ἢ δύναται τὸ κοινὸν καὶ μὴ ὁμώνυμον εἶναι ὡς τὸ ὄν, ἀλλὰ συνώνυμον τοῦ πρὸς ὃ τὸ προκείμενον λέγεται· οἷον ἐὰν γεωμετρίαν τις ὁριζόμενος εἴπῃ ἐπιστήμην ἐπιστητοῦ ἢ ὑποληπτοῦ· ἐπιστητὰ γὰρ καὶ ὑποληπτὰ καὶ τὰ ὧν ἐστιν ἡ γεωμετρία ἐπιστήμη. ἁπλῶς δὲ ἁμαρτάνει ὁ τὴν ἰατρικὴν λέγων ἐπιστήμην ἀρτίου καὶ περιττοῦ· παντάπασι γὰρ ταῦτα ἕτερα τῶν ἰατρικῶν. παραδείγματος δὲ χάριν, ὑπὲρ τοῦ δεῖξαι τίς μέν ἐστιν ὁ ἐπί τι ψευδόμενος, τίς δὲ ὁ ἁπλῶς ἐπὶ τῆς ἰατρικῆς, εἶπε τὸ εἰ μὲν γὰρ μηδενὸς τῶν ὄντων ἡ ἰατρικὴ ἐπιστήμη, ἴσον λέγων τῷ ‘εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὸ ἀποδεδομένον ταῦτα ὧν ἐστιν ἐπιστήμη ἡ ἰατρική, ἁπλῶς ἔψευσται, εἰ δὲ εἴη, ἐπί τι, ἐπεὶ πᾶσα ἐπιστήμη ὄντος ἐστίν’.

“此外,凡在关系物中未能区分者。” 在定义某种关系物时,未能在共有者所涵盖的事物中,针对其所定义的这一事物与何物相关而被言说加以划分和区分的人,也是犯了错误的。因为既然一切关系物都是在对他物的关联中具有其存在,且关系物之每一者在其中具有其存在的这个关联对象是限定的,正如对它具有存在者本身也是限定的一样,所以,若有人在给出关系物的定义时,针对另一事物而给出,而这另一事物作为共有者也包罗了他给出其定义的这一事物所确定地相对言说的关联对象,抑或完全与其相异,那么他就彻底犯了错误。而且他要么是在某种程度上说假话,要么是毫无条件地假:在某种程度上说假话,是如果他给出其相对的关联对象是共有的,并且在自身之中包罗了该物所固有地相对言说的对象;毫无条件地假,则是如果它完全是另一事物。因为将医学定义为‘存在之物的知识’的人,由于医学是其知识的那些对象也属于存在之物,犯了某种程度上的错误;因为医学并非认知一切存在之物,而是认知某些特定之物;因为‘存在之物’对于医学作为其知识的健康事物与患病事物而言也是真实的。或者这一共有者也可以不像‘存在之物’那样是同名异义的,而是与所提出之物相对言说的关联对象同名同义;例如,如果有人在定义几何学时说它是‘可知之物的知识’或‘可设想之物的知识’;因为几何学作为其知识的那些对象也是可知的与可设想的。另一方面,说医学是‘偶数与奇数的知识’的人,则毫无条件地犯了错误;因为这些事物完全不同于医学的事物。为了举例起见,为了在医学的事例中指明何者是某种程度上说假话者,何者是毫无条件地假者,他说了“因为如果医学不是存在之物中任何一物的知识”这句话,这等同于在说:‘因为如果医学作为其知识的那些对象不在所给出的表述之下,他就毫无条件地说了假话;但如果是在其下,他就在某种程度上说了假话,因为一切知识都是关乎存在之物的’。

语法注3 条
  1. 6.95ὡς χωρὶς διορισμοῦ εἰρηκότι τὸ διορισμοῦ δεόμενον

    此与格结构是由动词性形容词 ἐπιτιμητέον 所要求的补足语,介词性连词 ὡς 结合与格分词 εἰρηκότι 构成表达责难理由的结构(“谴责他……因为他述说了……”)。中性名词化分词 τὸ διορισμοῦ δεόμενον(“需要区分的事物”)作分词 εἰρηκότι 的直接宾语。

  2. 6.97ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον, εἰ ἀποδιδούς τις ὅρον τῶν πρός τι πρὸς ἄλλο ἀποδοίη

    该长句的骨干由原因从句(ἐπεὶ γὰρ πᾶν πρός τι... ὡρισμένον)开启,其后嵌套了一个比较分句 ὥσπερ καὶ αὐτὸ τὸ πρὸς ἐκεῖνο τὸ εἶναι ἔχον(共享前面的谓语 ὡρισμένον ἐστί),紧接着是条件从句的前件 εἰ ἀποδιδούς τις... ἀποδοίη,最终引出主句后件 παντάπασιν ἁμαρτάνει。

  3. 6.97ἴσον λέγων τῷ ‘εἰ μὲν γὰρ μὴ εἴη ὑπὸ τὸ ἀποδεδομένον ταῦτα ὧν ἐστιν ἐπιστήμη ἡ ἰατρική...’

    短语 ἴσον λέγων τῷ... 是一种阐释性习惯用法,意为“所言等同于……”。中性单数形容词 ἴσον 作 λέγων 的直接宾语,与格冠词 τῷ 则将后面整句直接引语(条件陈述句)名词化并加以统领。

    未在正文中定位

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:481.2-482.22