← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§479.7-481.1

名称替换中的含义同一性与种差检验

注解亚里士多德《论题篇》卷六第九章(149a8–149a29),探讨在名称替换中保持含义同一性的检验、决定替换属还是替换种差的准则,以及种差的表述必须恰如其分地适用于被定义对象的条件。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.92

" Σκοπεῖν δὲ καὶ ἐν τῇ μεταλλαγῇ τῶν ὀνομάτων." Δεῖν φησιν ἐπισκοπεῖν καὶ τοῦτο, εἰ ἐν τῇ τῶν ὀνομάτων μεταλήψει ταὐτόν ἐστι τὸ σημαινόμενον· εἰ γὰρ μὴ ταὐτόν ἐστι, δῆλον ὡς καὶ κατὰ τοῦτο μοχθηρὰ ἡ ἀπόδοσις, οὐ μόνον καθὸ οὐχ ὁριστική. οἷον ἐπιστήμη θεωρητική ἐστιν ὑπόληψις θεωρητική· ἐνταῦθα ἡ ὑπόληψις οὐ ταὐτὸν σημαίνει τῇ ἐπιστήμῃ· ἡ μὲν γὰρ τῶν ἀεὶ ὡσαύτως ἐχόντων καὶ ἀϊδίων καὶ ἀπταίστων, ἡ δὲ ὑπόληψις τῶν πεπλανημένων καὶ μὴ ἀεὶ ὡσαύτως ἐχόντων. δεῖ δὲ ταὐτὸν σημαίνειν, εἴπερ μέλλει καὶ τὸ ὅλον, ἤγουν ὁ ὁρισμός, ταὐτὸν εἶναι τῷ ὁριστῷ.

“在名称的替换中也当考察。” 他说也必须考察这一点:在名称的替换中,所指明的事物是否相同;因为如果不是相同的,显然在这方面给出表述也是有缺陷的,而不仅仅在于它不是定义性的。例如,理论知识是理论意见;在这里,“意见”并不与“知识”指明相同的事物;因为前者关乎始终处于同样状态的、永恒且无谬误的事物,而意见则关乎摇摆不定的、不始终处于同样状态的事物。然而它必须指明相同的事物,如果整个东西、亦即定义,要与被定义项相同的话。

§6.93

"Ἔτι εἰ θατέρου τῶν ὀνομάτων μετάληψιν ποιούμενος." Καὶ τοῦτό φησι δεῖν ἐν ταῖς τῶν ὀνομάτων εἰς ὀνόματα μεταλήψεσι σκοπεῖν, εἴ τις τοῦ ἑτέρου τῶν ὀνομάτων τὴν μετάληψιν ποιούμενος μὴ τοῦ ἀσαφοῦς ἀλλὰ τοῦ σαφοῦς εἴη πεποιημένος· δεῖ γὰρ τοῦ ἀγνωστοτέρου ποιεῖσθαι τὴν μετάληψιν, εἴτε ἡ διαφορὰ εἴη εἴτε τὸ γένος. Καὶ μετὰ τὸ ἐκθεῖναι τὸ ἄνωθεν παράδειγμα, τὸ τῆς θεωρητικῆς ἐπιστήμης δηλονότι, φησίν· ἀλλ’ οὐκ ἔστιν ἀνάγκη τὴν διαφορὰν ἀεὶ τοῦ γένους ἀγνωστοτέραν εἶναι· διόπερ ἔν τισιν, εἰ συμβαίη τὴν διαφορὰν γνωριμωτέραν εἶναι τοῦ γένους, τὴν τοῦ γένους 〈δεῖ〉 εἰς ὄνομα ποιήσασθαι μετάληψιν. Εἰ δὲ μὴ εἰς ὄνομα, φησί, τοῦ ἑτέρου τῶν κειμένων ἡ μετάληψις γίνοιτο, ὧν τὸ μὲν γένος ἐστὶ τὸ δὲ διαφορά, ἀλλ’ εἰς λόγον τε καὶ ὁρισμόν, δεῖν φησι τὴν διαφορὰν μᾶλλον μεταλαμβάνειν τοῦ γένους· οἰκειότερον γὰρ ἑκάστῳ τοῦ γένους ἡ διαφορά, τοῦ 〈δ’〉 οἰκειοτέρου τῷ πράγματι ἀναγκαῖος ὁ ὅρος· τὸ γὰρ γένος οὐδὲν μᾶλλον τούτου ἢ ἄλλου τινὸς τῶν ὁμογενῶν, ὥστε διὰ μὲν τῆς διαφορᾶς τοῦτο, διὰ δὲ τοῦ γένους οὐδὲν μᾶλλον τοῦτο ἢ ἄλλο τι τῶν ὁμογενῶν αὐτῷ· τοῦ γὰρ γνωρίσαι χάριν ὁ ὁρισμὸς ἀποδίδοται. οἷον εἰ εἴη προκείμενον συλλογισμὸν ἀποδεικτικὸν ὁρίσασθαι, οὐ τὸν συλλογισμὸν ἀλλὰ τὸ ἀποδεικτικὸν [συλλογισμὸν] ὁριστέον· τοῦτο γὰρ ζητοῦμεν ὡς ἴδιον καὶ τῶν ὑπὸ τὸν συλλογισμὸν μᾶλλον διαφέρον. τὸ δὲ ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον δοκεῖ μὴ ὁμόλογον εἶναι τῷ μικρῷ πρόσθεν εἰρημένῳ·1 ἔλεγε γὰρ δυνατὸν εἶναι τὴν μὲν διαφορὰν γνωρίμως ὠνομάσθαι, τὸ δὲ γένος μή· διὸ καὶ ἔφη δεῖν τὸ ἀσαφέστερον μεταλαμβάνειν. ἢ εἰ καὶ τὸ ὄνομά ποτε τὸ τῆς διαφορᾶς γνωριμώτερον εἴη τοῦ γένους, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα τὸ ὑπὸ τῆς διαφορᾶς δηλούμενον ἧττον γνώριμον τοῦ ὑπὸ τοῦ γένους δηλουμένου· τὸν μὲν γὰρ τὴν διαφορὰν γνωρίζοντα δεῖ καὶ τὸ γένος γνωρίζειν, οὐ μὴν ἐν τῇ τοῦ γένους γνώσει καὶ ἡ τῆς διαφορᾶς γνῶσις περιέχεται.

“此外,若在对两个名称之一进行替换时。” 他说在名称向名称的替换中也必须考察这一点:是否有人在对两个名称之一进行替换时,所替换的不是晦涩的那个,而是清晰的那个;因为应当对较为未知的那个进行替换,无论它是种差还是属。在陈述了上面的例子(显然就是理论知识的例子)之后,他说:但是种差并不必然总是比属更未知;因此在某些情况下,如果碰巧种差比属更为熟知,[就应当]将属替换为一个名称。他说,如果所设定的两者(其一是属,其一是种差)中之一的替换不是变为名称,而是变为表述与定义,那么他说应当替换种差而非属;因为对于每一事物而言,种差比属更为固有,而对于事物更为固有的成分,定义是必然的;因为属关乎这一事物并不多于关乎同属的其他任何事物,以至于通过种差这一事物[得以表明],而通过属,这一事物并不比与其同属的其他任何事物得到更多的表明;因为定义的给出是为了使之被认知。例如,如果任务是定义论证性三段论,那么不应当定义三段论,而应当定义论证性的成分;因为我们寻求这一成分作为固有的、并且在属于该三段论的事物中更能起区分作用的成分。而“因为种差比属更不熟知”这句话,似乎与刚才所说的不一致;因为他此前说过,种差可能以熟知的方式被命名,而属则不然;因此他也说过应当替换较为晦涩的那个。或者应当说,即便种差的名称有时比属的名称更为熟知,但由种差所表明的事物本身却比由属所表明的更不熟知;因为认知种差的人必须也认知属,然而在对属的认知中绝不包含对种差的认知。

§6.94

"Εἰ δὲ τῆς διαφορᾶς." Πάλιν δεῖν φησιν, ὅταν μεταληφθῇ ἡ διαφορὰ εἰς λόγον, σκοπεῖν εἰ ὁ ἀποδεδομένος λόγος τῆς διαφορᾶς καὶ ἄλλῳ τινὶ ἐφαρμόζει· ἂν γὰρ ᾖ καὶ ἄλλῳ τινὶ ἐφαρμόζων, οὐκ ἔσται ὁρισμὸς τῆς μετειλημμένης διαφορᾶς· δεῖ γὰρ τὸν ὅρον ἴδιον εἶναι τούτου οὗ ἐστι καὶ πρὸς μηδὲν ἄλλο κοινόν. οὐ μόνον δὲ ἁμαρτάνει ὁ ἀποδιδοὺς τοῦ ὡς διαφορᾶς κειμένου λόγον τὸν καὶ ἄλλοις ἐφαρμόζοντα, ἀλλὰ κἂν μὴ παντὶ ἐφαρμόζῃ τῷ οὗ ἀποδέδοται, καὶ οὕτως ἡμάρτηται.2 ὁ γὰρ γραμμῆς εὐθείας λέγων ὅρον γραμμήν, ἧς “τὸ μέσον ἐπιπροσθεῖ τοῖς πέρασιν”, ἁμαρτάνει, ὅτι οὐκ ἐφαρμόζει ὁ λόγος οὗτος καὶ τῇ ἀπείρῳ γραμμῇ εὐθείᾳ· οὔτε γὰρ μέσον αὕτη οὔτε πέρας ἔχει.

“而如果种差的[表述]。” 他又说,当种差被替换为表述时,必须考察所给出的种差之表述是否也适用于其他事物;因为如果它也适用于其他事物,它就不会是被替换之种差的定义;因为定义必须固有于它所属于的事物,而绝不能与任何其他事物相共有。而且,不仅对于被设定为种差的事物给出同样适用于其他事物的表述者犯了错误,即便它未能适用于其所针对的全部事物,依此方式同样是犯了错误。因为将直线的定义说成是“其中间遮蔽两端”的线的人犯了错误,因为这一表述并不同样适用于无限直线;因为后者既无中间也无两端。

语法注2 条
  1. 6.93τὸ δὲ ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον δοκεῖ μὴ ὁμόλογον εἶναι τῷ μικρῷ πρόσθεν εἰρημένῳ

    中性定冠词 τὸ 将引语“ἧττον γὰρ ἡ διαφορὰ τοῦ γένους γνώριμον”整体名词化,作为主句动词 δοκεῖ 的主语。该句式揭示了亚里士多德该句文词与前文所论之间表面上的不一致。

  2. 6.94κἂν μὴ παντὶ ἐφαρμόζῃ τῷ οὗ ἀποδέδοται, καὶ οὕτως ἡμάρτηται

    κἂν(即 καὶ ἐάν)引导带有虚拟语气 ἐφαρμόζῃ 的条件从句,归结分句则使用了无人称完成时被动态 ἡμάρτηται(“犯了错误”)。此句与前文的人称句式相对照,指出定义的外延过窄与过宽一样都是错误的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:479.7-481.1