- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:47.3-48.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
该段注解考察亚里士多德在《论题篇》102a31对属的定义,阐明属如何与种差、种及偶性相区分,并解释涉及种差与属的论题如何归为属的问题。
" Γένος δέ ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον." Καὶ τὸν τοῦ γένους ὁρισμὸν ἀποδέδωκε δι’ οὗ κεχώρικεν αὐτὸ τῶν ἄλλων, οἷς καὶ αὐτοῖς ὑπάρχει τὸ κατὰ πλειόνων κατηγορεῖσθαι· * * * ἀλλὰ καὶ ταῖς διαφοραῖς. τῶν μὲν οὖν εἰδῶν χωρίζει τὸ γένος τῇ προσθήκῃ τοῦ διαφερόντων τῷ εἴδει. ὅταν γὰρ τὰ ὑπ’ ἐκεῖνο κατ’ εἶδος ἀλλήλων διαφέρῃ, ὡς ἄνθρωπος, ἵππος, κύων, τότε γένος τὸ ἐν τῷ τί ἐστι τούτων κατηγορούμενον. οὐ γὰρ καὶ τὸ εἶδος κατὰ διαφερόντων τῷ εἴδει κατηγορεῖται, ἀλλὰ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ κατηγορεῖται ἐν τῷ τί ἐστι, καθ’ ὅ ἐστιν εἶδος. οὐ γὰρ κατηγορουμένου πλειόνων ἐν τῷ τί ἐστι τὰ ὑποκείμενα κατ’ εἶδος ἀλλήλων διαφέρειν δύναται, τοῦτο ἀνάγκη γένος εἶναι.1 ἡ δέ γε διαφορὰ κατὰ πλειόνων μὲν καὶ διαφερόντων τῷ εἴδει κατηγορεῖται καὶ αὐτή, οὐ μὴν ἐν τῷ τί ἐστιν, ἐπεὶ οὕτως ἂν ὁ αὐτὸς λόγος εἴη γένους τε καὶ διαφορᾶς, ἀλλ’, ὡς ἐν ἄλλοις λέγει, ἡ διαφορὰ ἐν τῷ ποῖόν τι μᾶλλον κατηγορεῖται ὧν ἂν ὡς διαφορὰ κατηγορῆται· ποῖον γάρ τι τὸ πρᾶγμά ἐστι, δηλοῖ. ὅθεν οὐχ ἡγητέον τὸ ἐν Κατηγορίαις εἰρημένον, τὸ ὅτι αἱ διαφοραὶ καθ’ ὑποκειμένου κατηγοροῦνται, περὶ τῶν κυρίως λεγομένων εἰρῆσθαι διαφορῶν, ἀλλὰ τῶν ἤδη συνειλημμένων τῇ ὕλῃ·2 τὸ γὰρ καθ’ ὑποκειμένου κατηγορούμενον ἅπαν ἐν τῷ τί ἐστιν ἐκείνου κατηγορεῖται· κατηγορούμεναι δὲ ἐν τῷ τί ἐστιν αἱ διαφοραὶ γένη ἂν εἶεν, ἀλλ’ οὐ διαφοραί. καὶ εἰ τὸ συμβεβηκὸς δὲ πλειόνων κατηγορεῖται καὶ διαφερόντων τῷ εἴδει, ταύτῃ τοῦ γένους διαφέροι ἄν, ὅτι μὴ ἐν τῷ τί ἐστι. τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι αὐτὸς ἐξηγεῖται· ὅσα γὰρ ἁρμόττει ἐρωτηθέντας ἀποδοῦναι τί ἐστι τὸ προκείμενον, ταῦτα ἐν τῷ τί ἐστι κατηγορεῖται. ὅτι δὲ καὶ ἡ διαφορὰ καὶ τὰ ἀπὸ τῶν διαφορῶν προβλήματα γενικά, φθάνει εἰρηκέναι· οἷόν ἐστι καὶ τὸ ‘πότερον ὁ κύων λογικός ἐστιν ἢ οὔ;’. ἔστι δὲ διαφορὰ κυρίως καθ’ ἣν γένος τι εἰς εἴδη τέμνεται· οὐ γὰρ πᾶν τὸ διαφέρον τινὸς τῇ κυρίως λεγομένῃ διαφορᾷ διαφέρει, ἐπεὶ τοῖς πλείστοις γε κατὰ συμβεβηκότα τινὰ ἡ διαφορὰ ἡ πρὸς ἄλληλα, ἀλλὰ κοινότερον τὰ τοιαῦτα καλοῦνται διαφοραί. γενικὰ δέ φησιν εἶναι προβλήματα καὶ ἐν οἷς ζητεῖται πότερον τόδε τῷδε ἐν τῷ αὐτῷ γένει ἐστὶν ἢ οὔ, ὥσπερ ἦν ὁρικὸν καὶ τὸ ζητεῖν εἰ τόδε τῷδε ταὐτόν. καὶ δείκνυσί γε πῶς ἐστι γενικά. δεῖ γὰρ τὸν μέλλοντα δεικνύναι ὅτι ἐν τῷ αὐτῷ γένει τάδε τινά, οἷον ἵππος καὶ ἄνθρωπος, δεῖξαι ὅτι τὸ ζῷον γένος ἐστὶ καὶ τοῦ ἵππου καὶ τοῦ ἀνθρώπου· ταῦτα δὲ γενικὰ προβλήματα. καὶ τὸ δεικνύναι δὲ ὅτι τόδε τι μὴ ἐν τῷ αὐτῷ γένει γενικόν, οἷον ὅτι τὸ ὁρᾶν οὐκ ἔστιν ὑπὸ ταὐτὸν γένος τῷ βοᾶν· τοῦτο μὲν γὰρ ὑπὸ τὸ ποιεῖν, τοῦ δὲ ὁρᾶν οὐκ ἔστι γένος τὸ ποιεῖν· πάσχειν γάρ τί ἐστι τὸ ὁρᾶν. ὅτι γὰρ μὴ ἐν τῷ αὐτῷ γένει τὸ ὁρᾶν τῷ βοᾶν, καίτοι τῷ σχήματι τῆς λέξεως ὅμοιον ὄν, οὕτως δείκνυται· τὰ δὲ τοιαῦτα διὰ τῶν πρὸς τὸ γένος τόπων δείκνυται.
“属是在何者之中被谓述于多个在种上有差异之物者。” 他也给出了属的定义,借此将属与其他那些自身也具有被谓述于多个事物之属性者分离开来——[不仅与种],而且也与种差分离开来。因此,他首先通过添加“在种上有差异”而将属与各种分离开来。因为凡是在其下的事物在种上彼此相异时,如人、马、狗,那么在这些事物的“何者”之中被谓述的便是属。因为种并不被谓述于在种上有差异的事物,而是只要它是种,就在“何者”之中被谓述于在数目上有差异的多数事物。因为凡是在多数事物的“何者”之中被谓述时底层事物能够在种上彼此相异者,这必然是属。然而种差本身固然也谓述于在种上有差异的多数事物,却绝不在“何者”之中,否则属与种差的说明就会成为同一个;相反,正如他在别处所言,在种差作为种差被谓述的事物上,它更多地是在“何种”之中被谓述的;因为它阐明该事物是何种事物。由此不可认为《范畴篇》中所说的“种差依底层被谓述”是就本义上的种差而言的,而是就那些已经与质料一同被把握的种差而言;因为一切依底层被谓述者都在该事物的“何者”之中被谓述,而种差若在“何者”之中被谓述,就会成为属而非种差了。即使偶性也被谓述于在种上有差异的多数事物,它也将因不在“何者”之中而在这一点上与属相区别。至于在“何者”之中被谓述,他自己解释道:凡是被问及所讨论之物是什么时适于给出的答复,这些就是在“何者”之中被谓述的。至于种差以及由种差产生的问题属于属的问题,他先前已经说过;例如“狗是有理性的还是不是?”就是如此。而本义上的种差是某个属据之被划分为各种的种差;因为并非每一个与某物有差异者都是依据本义上的种差而有差异的,既然对大多数事物而言彼此之间的差异是根据某些偶性,但这般属性也在更宽泛的意义上被称为种差。他说那些探究“此物与彼物是否在同一属中”的问题也是属的问题,正如探究“此物与彼物是否相同”是定义的问题一样。他确实表明了它们如何是属的问题。因为将要表明某些事物——如马与人——在同一属中的人,必须表明动物既是马的属也是人的属;而这些就是属的问题。表明某物不在同一属中也是属的问题,例如表明“看”与“叫喊”不在同一个属之下;因为后者属于“作为”,而“作为”并不是“看”的属;因为“看”是某种“受动”。因为“看”与“叫喊”尽管在词的形式上相似,却并不在同一属中,这正是如此被表明的;而此类问题是通过关于属的论题来证明的。
- 1.20οὐ γὰρ κατηγορουμένου πλειόνων ἐν τῷ τί ἐστι τὰ ὑποκείμενα κατ’ εἶδος ἀλλήλων διαφέρειν δύναται, τοῦτο ἀνάγκη γένος εἶναι.
文本中的 οὐ 在句法和语境上应读作关系代名词属格 οὗ(气息符与重音误写)。由此,οὗ ... κατηγορουμένου πλειόνων ἐν τῷ τί ἐστι 构成带有关系词的独立属格结构,其指涉对象由主句中的指示代词 τοῦτο 承接,结构为:“凡是在多数事物的何者之中被谓述时底层事物能够在种上互异者,这必然是属”。
- 1.20τῶν ἤδη συνειλημμένων τῇ ὕλῃ
完成时被动分词 συνειλημμένων 源自动词 συλλαμβάνω(共同把握、结合),与与格 τῇ ὕλῃ 搭配,构成定语修饰语,意为“已经与质料一同被把握的[种差]”,以此在句法上充当关于《范畴篇》中种差谓述方式的调和性解释。
