- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:477.26-479.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》148b33关于复合被定义项具有等长分句之表述的论题进行阐释,指出仅仅以单一名称对等替换名称并不构成定义,复合项的组成名称必须被展开为表述。
" Ἔτι εἰ συνθέτου ὄντος τοῦ ὁριζομένου ἰσόκωλος." Τὸ μὲν ἰσόκωλον σημαίνει τὸ ἴσα μέρη ἔχον. ἔστι δὲ ὃ λέγει, ὅτι ἐὰν συνθέτου τινὸς λόγος ἀποδοθῇ τοσαῦτα μέρη ἔχων, ὅσα καὶ τὸ σύνθετον ἔχει οὗ ὅρος ἀποδέδοται, οὐκ ἔστιν οὗτος ὁ λόγος ὁρισμὸς ἐκείνου. ἐν γὰρ τοῖς οὕτως ἀποδεδομένοις λόγοις ἀναγκαῖον ὀνομάτων εἰς ὀνόματα τὴν μετάληψιν γεγονέναι, ἐπεὶ ἴσα ἐστὶ καὶ τὰ ἐν τῷ ὁριστῷ καὶ τὰ ἐν τῷ λόγῳ· ἡ δὲ τοῦ ὀνόματος εἰς ὄνομα μετάληψις οὐχ ὁρισμός· κεῖται γὰρ ὁ ὁρισμὸς λόγος εἶναι. ὥσπερ οὖν ὁ τὸ ἁπλοῦν εἰς ὄνομα μεταλαβὼν οὐχ ὥρισται, οὕτως οὐδ’ ὁ 〈τοῦ〉 ἐκ πλειόνων ὀνομάτων ἀποδιδοὺς λόγον τοιοῦτον ὡς ἕκαστον τῶν ἐν αὐτῷ ὀνομάτων εἰς ὄνομα μεταλαβεῖν ὥρισται.1 Τὸ δὲ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν πλείστων εἶπεν ὡς μὴ πάντων ἐξ ἀνάγκης ὀφειλόντων τῶν ἐν τῇ συνθέσει ὀνομάτων ἐν τῷ ὁρισμῷ αὐτῶν μεταλαμβάνεσθαι εἰς λόγον·2 ἱκανὸν γὰρ ἔν τισι τὸ τὰ πλεῖστα μεταληφθῆναι· λέγομεν γὰρ συλλογισμοῦ ἀποδεικτικοῦ λόγον εἶναι τὸν λέγοντα συλλογισμὸν “ἐξ ἀληθῶν καὶ πρώτων καὶ ἀμέσων καὶ αἰτίων τοῦ συμπεράσματος”, καίτοι τὸν συλλογισμὸν οὐχ ὁρισάμενοι. γίνεται δὲ τοῦτο ἐν οἷς ἐστι τὸ γένος τινὸς λεγόμενον γνώριμον· καὶ γὰρ ὁ προειρημένος λόγος ὁρισμός, ὅτι γένος ὁ συλλογισμὸς καὶ ὡς γένος εἴληπται ἐν τῷ λόγῳ. Ἔστω δὲ σαφέστερον τὸ λεγόμενον διὰ παραδείγματος. οἷον ἄνθρωπος λευκός ἐστι μέροψ ἀργός· ἐνταῦθα ἰσόμετρος ὁ ὅρος τῷ ὁριστῷ· καὶ ἑκάτερον γὰρ ἐκ δύο ὀνομάτων σύγκειται, καὶ ἀμφότερα τὰ ὀνόματα τὰ ἐν τῷ ὁριστῷ εἰς ἴσα ὀνόματα μετείληπται ἐν τῷ ὁρισμῷ. ἢ τινῶν, ὡς ὅταν γένηται μεταλλαγὴ τοῦ ἑνός· οἷον ἄνθρωπος λευκός ἐστι μέροψ λευκός. δῆλον οὖν ὅτι ἐναλλαγῆς γενομένης ἐν τῷ ὅρῳ, ἐπεὶ οὐ πλείω ὀνόματα εἴρηται τῶν ἐν τῷ ὁριστῷ, οὐκ ἔστιν ὁρισμὸς ὁ ἀποδοθείς· δεῖ γὰρ τὸν ὁρισμὸν πλείονα τοῦ ὁριστοῦ ὀνόματα ἔχειν δηλοῦντα δὲ ἕν, ὡς ἔχει ἐπὶ τοῦ ἀνθρώπου· οἷον ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. [Δεῖ δὲ τὸν ὁριζόμενον πάντα μὲν τὰ ὀνόματα εἰς λόγον μεταλαβεῖν, ὡς ὅταν εἴπῃ ‘ἄνθρωπος λευκός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἔχον χρῶμα λευκόν’. ἢ μὴ πάντων, ἀλλ’ ὅμως τῶν πλείστων καὶ ἀσαφεστέρων· οἷον συλλογισμὸς ἀποδεικτικός ἐστι συλλογισμὸς “ἐν ᾧ τεθέντων τινῶν” καὶ τὰ ἑξῆς· ἐνταῦθα τὸ μὲν ‘συλλογισμός’ οὐ μετείληπται εἰς λόγον διὰ τὸ σαφές, τὸ δὲ ‘ἀποδεικτικός’ μετείληπται εἰς λόγον.] Εἰ δὲ μὴ οὕτω γένοιτο μετάληψις τῶν ὀνομάτων εἰς λόγους, ἀλλ’ ὄνομα ἀντὶ ὀνόματος ἀποδούς τις ἀξιοίη ὅρον εἶναι, ἔσται καὶ πᾶν ὄνομα ἁπλοῦν εἰς ἁπλοῦν μεταλαβεῖν καὶ εἰπεῖν ὅρον εἶναι,3 οἷον ἱμάτιον ἀντὶ λωπίου. Ἔτι δὲ μεῖζον ἁμάρτημα, εἰ καὶ δι’ ἀγνωστοτέρων ὀνομάτων τὴν μετάληψιν ποιήσαιτο, οἷον ὁ ἀντὶ τοῦ λευκοῦ ἀνθρώπου βροτὸν ἀργὸν ἀποδούς· πρὸς γὰρ τῷ μὴ ὡρίσθαι καὶ ἀσυνετώτερον τὸ λεγόμενον πεποίηκε.
“此外,如果在被定义者是复合项的情况下,[所给出的表述]具有等长分句。” “具有等长分句”意为具有相等的组成部分。他的意思是:如果对于某个复合项,所给出的表述所具有的部分与被给出定义的复合项所具有的部分数量相等,那么这表述就不是该事物的定义。因为在如此给出的表述中,必然发生了以名称替换名称的情况,因为在被定义项中的成分与在表述中的成分是相等的;然而以名称替换名称并不是定义;因为定义被预设为是一种表述。因此,正如将单纯的[名称]替换为[另一个]名称的人并没有下定义一样,对于由多个名称组成的事物,给出一种将其中每个名称都替换为一个[单一]名称之表述的人,同样没有下定义。 他说“最好是全部,否则至少是绝大多数”,乃是因为复合中的所有名称并不必然在它们的定义中都必须被替换为表述;因为在某些情况下,绝大多数被替换就足够了;因为我们说论证性三段论的表述是说它是“出于真实的、原始的、无中介的以及作为结论之原因的事物的”三段论,尽管我们并没有定义三段论。而这发生在事物的所述属是熟知的情况中;因为上述表述确实是一个定义,因为三段论是一个属,并且在表述中被当作属来选取。 让我们通过例子使所说的话更加清楚。例如,白人是有声发音的发亮者;在此,定义项与被定义项大小相当;因为二者各自都由两个名称组成,并且被定义项中的两个名称在定义中都被替换为等数量的名称。或者对于某些[名称],例如仅当其中一个发生置换时:比如白人是有声发音的白〔人〕。因此显然,在定义中发生替换时,既然所说的名称没有多于被定义项中的名称,那么所给出的就不是定义;因为定义必须具有多于被定义项的名称,却表明单一事物,如在人身上的情形:例如,人是能接受理智与知识的理性可死动物。[下定义者必须把所有的名称都替换为表述,例如当他说‘白人是能接受理智与知识的、具有白色的理性可死动物’时。或者不是全部,但无论如何必须是绝大多数且较为晦涩的名称:例如,论证性三段论是‘在其中某些事物被设定’等等的三段论;在此,‘三段论’一词由于清晰而未被替换为表述,而‘论证性’一词则被替换为表述。]如果名称向表述的替换不依此种方式进行,而是有人在以名称代替名称给出后主张这是定义,那么也将可以把每一个单纯名称替换为单纯名称并声称它是定义,比如以‘外衣’代替‘披风’。如果有人通过更未知的名称来进行替换,则是更大的过错,比如以‘发亮的凡人’代替白人的人;因为除了未能下定义之外,他还使得所说的话变得更加难以理解。
- 6.91οὐδ’ ὁ 〈τοῦ〉 ἐκ πλειόνων ὀνομάτων ἀποδιδοὺς λόγον τοιοῦτον ὡς ἕκαστον τῶν ἐν αὐτῷ ὀνομάτων εἰς ὄνομα μεταλαβεῖν ὥρισται
主句的主语是分词短语 ὁ ... ἀποδιδούς,主要动词是 ὥρισται。校勘补入的 〈τοῦ〉 用以修饰 ἐκ πλειόνων ὀνομάτων,意为“关于由多个名称组成者[的定义]”。从属短语 ὡς ἕκαστον ... μεταλαβεῖν 作为依附于 τοιοῦτον 的结果/程度从句,表示“达到将其中每个名称都替换为一个[单一]名称的这样一种表述”。
- 6.91ὡς μὴ πάντων ἐξ ἀνάγκης ὀφειλόντων τῶν ἐν τῇ συνθέσει ὀνομάτων ἐν τῷ ὁρισμῷ αὐτῶν μεταλαμβάνεσθαι εἰς λόγον
连词 ὡς 后接属格绝对结构(ὀφειλόντων ... ὀνομάτων),表示亚里士多德作此言说的主观理由或理据(“乃是因为……”)。分词 ὀφειλόντων 接不定词 μεταλαμβάνεσθαι 作为补足语,表明“并非所有名称都必须被替换为表述”。
- 6.91ἔσται καὶ πᾶν ὄνομα ἁπλοῦν εἰς ἁπλοῦν μεταλαβεῖν καὶ εἰπεῖν ὅρον εἶναι
ἔσται 此处非人称地用作“将可能……”(类似于 ἔξεστι 的将来时),统辖不定词 μεταλαβεῖν 与 εἰπεῖν 作为其实际主语。
