- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:475.17-477.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德《论题篇》卷八148b10–148b23。他讨论了如何反驳在未预先达成一致时强称同名同义者为同音异义者的回答者,如何应对为逃避反驳而根本否认名称适用于受质疑对象的人(区分日常语词惯用法与哲人的本质适用),以及通过抽离其中一个要素来检验复合项定义的法则。
" Ἐὰν δὲ μὴ γενομένης ὁμολογίας φῇ τις τὸ συνώνυμον." Ἐὰν μὴ γενομένης ὁμολογίας ὁ ἀποκρινόμενος φεύγων τὸν ἔλεγχον τὸν ἐκ τοῦ μὴ ἐφαρμόζειν τὸν ἀποδοθέντα λόγον πᾶσι τοῖς ὑπὸ τοὔνομα φῇ αὐτὸ μὴ συνώνυμον ἀλλ’ ὁμώνυμον εἶναι, δεῖ, φησί, χρῆσθαι τοιούτῳ τρόπῳ πρὸς ἔλεγχον τοῦ λεγομένου· ἐπισκοπεῖν1 εἰ ὁ λόγος καὶ ὁ ὅρος τούτου, ᾧ οὐκ ἐφαρμόζει ὁ ἀποδιδόμενος λόγος (δῆλον γὰρ ὅτι ἔστι τις λόγος αὐτοῦ), ἐφαρμόζει καὶ τούτοις ὧν ἔλεγε τὸν ἀποδοθέντα λόγον ὁρισμόν. τούτου γὰρ δειχθέντος ἔσται συνώνυμον δεδειγμένον2 τοῦτό τε κἀκεῖνα, ἃ ἐλέγετο ὁμώνυμα εἶναι τούτου οὗ ὁρισμὸν ἀποδέδωκεν, εἴ γέ ἐστιν αὐτῶν εἷς λόγος· ὧν γὰρ εἷς λόγος, ταῦτα συνώνυμα. εἰ γὰρ μὴ εἴη συνώνυμα, συμβήσεται ὁμολογουμένως αὐτῶν πλείους εἶναι ὁρισμούς, τὸν αὐτόν τε ὃν αὐτὸς ἀποδέδωκε καὶ τὸν ὕστερον ἀποδεδομένον, ὃς κοινὸς εὕρηται ὢν αὐτοῖς πρὸς ἐκεῖνο τὸ δοκοῦν αὐτῶν ὁμώνυμον εἶναι.
“但如果在未达成一致的情况下有人说同名同义者。” 他说,如果在未达成一致的情况下,回答者为了逃避因所给出的表述不适合于该名称下的所有事物而产生的反驳,声称它不是同名同义的而是同音异义的,就应当使用如下方法来反驳所说的话:考察这个事物(所给出的表述并不适合于它,因为显然它也有某种表述)的表述和定义,是否也适合于他说所给出的表述是其定义的那些事物。因为一旦证明了这一点,这个事物以及那些曾被说成与他为其给出定义的事物同音异义的事物,就都将被证明是同名同义的,如果它们确实具有单一的表述的话;因为凡具有单一表述的事物,都是同名同义的。因为如果它们不是同名同义的,公认地就会产生这样的后果:它们有多个定义,即他自己给出的那同一个定义,以及后来给出的、被发现对它们与那个看似与它们同音异义的事物而言是共同的定义。
"Πάλιν εἴ τις ὁρισάμενος τῶν πολλαχῶς τι λεγομένων." Εἴ τις, φησίν, ὁρισάμενός τι τῶν πολλαχῶς λεγομένων, ἔπειτα ἐλεγχόμενος ὅτι μὴ πᾶσι τοῖς ὑπὸ τοὔνομα ἐφαρμόζει ὁ ἀποδεδομένος λόγος, μὴ λέγοι μὲν αὐτὰ ὁμωνύμως λέγεσθαι, λέγοι δὲ μηδὲ τὴν ἀρχὴν3 τὸ ὄνομα ἐφαρμόζειν τούτοις οἷς οὐδὲ ὁ ἀποδεδομένος ὑπ’ αὐτοῦ ὁρισμός, δεῖ, φησί, πρὸς τοῦτον οὕτως λέγειν, ὅτι τοῖς μὲν ὀνόμασι δεῖ χρῆσθαι ὡς οἱ πολλοὶ λέγουσι καὶ μὴ καινοτομεῖν, τοῖς δὲ πράγμασιν ἐφαρμόζειν τὰ ὀνόματα οὐχ ὡς οἱ πολλοὶ ἀλλ’ ὡς οἱ σοφοί· οὐ γὰρ χρὴ ὁμοίως τοῖς πολλοῖς οὔτε τὸν εὐτυχῆ εὐδαίμονα καλεῖν οὔτε οἰκονομικὸν τὸν ἀνελεύθερον οὔτε τὸν δεινὸν φρόνιμον οὔτε τὸν τολμηρὸν ἀνδρεῖον, ὡς εἰώθασιν οἱ πολλοί· διαφέρει δὲ ταῦτα [τῶν] οἷς κεῖται, ὅτι ἐκεῖνα μὲν οἱ σπουδαῖοι οὕτω καλοῦσι, ταῦτα δὲ οἱ ἰδιῶται ὀνομάζουσιν.
“此外,如果有人在定义了依多种方式被言说的事物之一后。” 他说,如果有人在定义了依多种方式被言说的事物之一后,接着由于所给出的表述并不适合于该名称下的所有事物而受到反驳时,并不声称它们是同音异义地被言说的,而是声称该名称从根本上甚至不适合于由他所给出的定义亦不适合的那些事物,就应当对这样的人如此说:应当像众人所说的那样使用名称,而不应当标新立异,但在把名称适合于事物时,则不应当像众人那样,而应当像智者那样;因为不应当像众人那样,把幸运者称为幸福者,或者把不慷慨者称为节俭者,或者把精明者称为明智者,或者把鲁莽者称为勇敢者,正如众人所惯常做的那样;而这些与它们所被赋予者有所不同,因为对于前者是有德之士如此称呼,而对于后者则是外行人命名的。
"Ἐὰν δὲ τῶν συμπεπλεγμένων." Ὅτι ἐπὶ τῶν ὁρισμῶν τῶν συνθέτων, εἰ εἴη τὸ σύνθετον, οὗ ὁρισμὸς ἀποδέδοται, ἐκ δύο τινῶν συγκείμενον, δεῖ ἀφελόντα4 ἀπὸ τοῦ ὅλου λόγου τὸν τοῦ ἑτέρου τῶν ἐν τῷ ὁρισμῷ λόγον ἐπισκοπεῖν εἰ τὸ καταλειπόμενον μέρος τοῦ ἀποδεδομένου λόγου τοῦ καταλειπομένου ἐν τῷ ὁριστῷ τῷ συνθέτῳ ὁρισμός ἐστιν· εἰ γὰρ μή, οὐδ’ ὅλος ὁ λόγος εἴη ἂν ὁρισμὸς ὅλου τοῦ συνθέτου ὁριστοῦ. [Εἰς τὸ αὐτό. εἰ δέ τινος τῶν συμπεπλεγμένων, φησίν, ἀποδοθείη ὅρος, οἷον ὅτι ἄνθρωπος λευκός ἐστι ζῷον λογικὸν θνητὸν δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως, δεῖ σκοπεῖν καὶ ἀφαιρεῖν τὸν λόγον τοῦ ἑτέρου, ἤτοι τοῦ ἑνὸς τῶν συμπεπλεγμένων, οἷον τὸ ζῷον λογικὸν θνητόν· εἰ οὖν καὶ ὁ λοιπός, ἔστι δὲ τὸ δεκτικὸν χρώματος διακριτικοῦ ὄψεως, ὅρος ἐστὶ τοῦ λοιποῦ, ὃ συμπέπλεκται τῷ ἀνθρώπῳ, ἤγουν τοῦ λευκοῦ, δῆλον ὅτι καὶ ὁ ὁρισμὸς τοῦ ὅλου ἔσται ὁρισμός. εἰ δὲ τὸ ἀπολειφθὲν οὐκ ἔστι τοῦ ἀπολειφθέντος ὁρισμός, οὐδὲ ὁ ὅλος τοῦ ὅλου. οἷον γραμμὴ πεπερασμένη εὐθεῖά ἐστι πέρας ἐπιπέδου ἔχοντος πέρατα, οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· δίελε τὸ συμπεπλεγμένον καὶ εἰπέ· εἰ τῆς πεπερασμένης γραμμῆς ὁρισμός ἐστι τὸ πέρας ἐπιπέδου ἔχοντος πέρατα (καὶ ἔστι τῆς μὲν γραμμῆς τὸ πέρας ἐπιπέδου· πέρας γὰρ ἐπιφανείας ἡ γραμμή· τῆς δὲ πεπερασμένης τὸ ἔχοντος πέρατα), δεῖ καὶ τῆς εὐθείας ὅρον εἶναι τὸ λοιπόν, ἤγουν τὸ οὗ τὸ μέσον ἐπιπροσθεῖ τοῖς ἄκροις· ἀλλ’ ἔστιν ἡ ἄπειρος γραμμὴ οὔτε μέσον ἔχουσα οὔτε πέρατα, ἔστι δὲ εὐθεῖα, τουτέστιν ἔστι δὲ ἐπινοῆσαι εὐθεῖαν γραμμὴν ἀχθεῖσαν μήτε μέσον ἔχουσαν μήτε πέρατα, ᾗ οὐ προσαρμόζει τὸ ἀπολειφθέν, ἤτοι τὸ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ, ἐπεὶ οὔτε μέσα ἔχει οὔτε πέρατα· ὥστε οὐκ ἔστιν ὁ λοιπὸς ὅρος τοῦ λοιποῦ, ἤγουν τὸ οὗ τὸ μέσον τοῖς ἄκροις ἐπιπροσθεῖ τῆς εὐθείας, ἀλλ’ οὐδὲ τὸ ὅλον τοῦ ὅλου.]
“但如果属于那些交织在一起的事物。” 这是说,在复合项的定义上,如果被给出定义的复合项是由两个部分构成的,就必须从整个表述中去除定义中包含的两者之一的表述,并考察所给出的表述中剩余的部分是否为复合被定义项中剩余部分的定义;因为如果不是,那么整个表述也不会是整个复合被定义项的定义。[针对同一段文字。他说,如果给出了交织在一起的事物中的某一事物的定义,例如白人是能够接受分离视觉之颜色的理性可死动物,就必须考察并去除另一者的表述,即交织在一起的两者之一的表述,比如理性可死动物;因此,如果剩余的表述(即能够接受分离视觉之颜色者)也是与人交织在一起的剩余部分(即白)的定义,显然整体的定义也将是[整体的]定义。但如果遗留下来的并非遗留下来的定义,整体的[表述]也不是整体的[定义]。例如,有限直线是具有界限之平面的界限,其中间遮蔽两端;请区分这交织在一起者并说:如果有限线的定义是具有界限之平面的界限(而在属于线的那部分是平面的界限——因为线确实是面的界限——,而在属于有限线的那部分是具有界限者),那么对于直线而言剩余的部分也必定是其定义,即中间遮蔽两端者;但无限线既无中间也无界限,然而它却是直线,也就是说,可以设想一条被画出的既无中间也无界限的直线,遗留下来的表述(即中间遮蔽两端者)并不适合于它,因为它既无中间部分也无界限;因此剩余的定义并不是剩余部分的定义,即中间遮蔽两端者并不是直线的定义,因而整体也不是整体的定义。]
- 6.88ἐπισκοπεῖν
该不定式由前一主句中的非人称动词 δεῖ 所统辖,与 χρῆσθαι 并列,或作为说明性不定式具体阐述应当使用何种方法(τοιούτῳ τρόπῳ)。
- 6.88ἔσται συνώνυμον δεδειγμένον
由将来时 ἔσται 与完成被动分词 δεδειγμένον 构成的迂言法将来完成被动句式。主语为后文的 τοῦτό τε κἀκεῖνα,συνώνυμον 则作为表语性补足语(主格中性单数)。
- 6.89μηδὲ τὴν ἀρχὴν
与否定词 μηδέ 连用的副词性对格(宾格)短语,意为“从根本上甚至不……”或“起初就完全不……”,用于彻底否定该名称适用于所讨论的对象。
- 6.90ἀφελόντα
宾格阳性单数不定过去时主动分词,作为依赖于非人称动词 δεῖ... ἐπισκοπεῖν 的“带宾格的不定式”结构中泛指主语(“人须在去除……之后考察……”)。
