← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§473.11-475.16

同音异义词的定义与论辩程序

对亚里士多德《论题篇》卷六关于同音异义词定义论题(148a23–148b9)的评注。亚历山大阐明了为多义事物提供单一共同定义的错误、在多义与同义尚不明确时问答双方的应对策略,以及为了防止对手逃避反驳而在事前就定义对象的性质达成一致的论辩程序。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.84

" Ἔτι εἰ τῶν καθ’ ὁμωνυμίαν." Ἄν τις, φησί, ὁμωνύμως τινῶν λεγομένων ἕνα κοινὸν λόγον ἀποδῷ, δῆλον ὡς ἁμαρτάνει· ποιεῖ γὰρ αὐτὰ ὡς συνώνυμα. οὐδενὸς γὰρ ἔσται τῶν ὑπὸ τὸ ὄνομα ὁ τοιοῦτος λόγος ὁρισμός, τῷ ἐκείνων μὲν διαφέροντας εἶναι τοὺς ὁρισμοὺς τοῦτον δὲ πᾶσιν αὐτοῖς δοκεῖν ὁμοίως ἐφαρμόζειν.1 ἐπιζητήσειε δ’ ἄν τις πῶς οἷόν τε ἐφαρμόζειν πᾶσι τοῖς ὁμωνύμοις ἕνα λόγον κοινόν· οὐκέτι γὰρ μενεῖ ὁμώνυμα, εἰ καὶ ὀνόματος καὶ κοινοῦ τινος κοινωνεῖ λόγου. ἢ εἰ μὲν οὐσίαν τινὰ μίαν καὶ φύσιν πράγματος δηλῶν ὁ λόγος οὗτος ἅπασιν ἐφαρμόζοι, οὐκέτ’ ἂν ὁμώνυμα εἴη· εἰ δὲ κοινά τινα συμβεβηκότα αὐτοῖς ἔχοι συγκείμενα, οὐκέτ’ ἂν οὗτος οὔτε ὁρισμὸς εἴη οὔτε ἀναιροίη τὴν ὁμωνυμίαν αὐτῶν. εἶπε δὲ ὅτι ἐνδέχεται μὲν οὖν καὶ κατὰ προαίρεσιν οὕτως ἀποδοῦναι, τουτέστιν ὅτι εἴτε κατὰ προαίρεσιν ὡς συνωνύμου τοῦ ὁμωνύμου ἕνα λόγον ἀποδοίη πᾶσιν ἐφαρμόζοντα, εἴτε συνορῶν τὴν ὁμωνυμίαν καὶ βουλόμενος ἑνός τινος τῶν ὑπὸ τὸ κοινὸν ὄνομα ὁρισμὸν ἀποδοῦναι λάθοι μὴ ἴδιον ἀλλὰ κοινὸν ἀποδιδοὺς ὡς πᾶσιν ὁμοίως ἐφαρμόζειν τοῖς ὑπὸ τὸ ὄνομα, ὁμοίως ἁμαρτάνει· ὁποτέρως γὰρ ἂν ᾖ γινόμενον τοῦτο, ἁμάρτημά ἐστιν.

“此外,如果是依同音异义的事物。” 他说,如果某些事物是同音异义地被言说的,而有人给出一个单一的共同表述,显然他犯了错误;因为他把它们当作了同名同义者。因为这样的表述对于属于该名称下的任何事物都不会是定义,这是由于它们的定义互不相同,而这一表述却似乎同等地适合于它们所有者。但有人可能会追问,单一的共同表述怎么可能适合于所有同音异义的事物;因为如果它们不仅共有名称,而且共有某种共同表述,它们就不再保持为同音异义的了。或者说,如果这一表述阐明了事物的某种单一实体和自然本性并适合于所有者,它们就不再会是同音异义的;但如果它包含为它们所共有的一些被组合起来的偶性,这就不再会是一个定义,也不会消除它们的同音异义性。但他指出,因此也完全可能是有意如此给出的;也就是说,无论他是出于意图把同音异义者当作同名同义者而给出一个适合于所有者的单一表述,还是觉察到了同音异义性、想要给出属于共同名称之下的某一个事物的定义,却在不经意间给出的不是特有的而是共同的表述,以致同等地适合于该名称下的所有事物,他都同样犯了错误;因为无论这以哪种方式发生,都是一个错误。

§6.85

"Ἐπεὶ δ’ ἔνια λανθάνει." Ἐπεὶ δέ, φησί, τινὰ τῶν ὁμωνύμων οὐκ ἔστι γνώριμα, πότερόν ἐστιν ὁμώνυμα ἢ συνώνυμα, ἐρωτῶντας μέν, φησί, καὶ ἐλέγχειν βουλομένους δεῖ ὡς περὶ συνωνύμων αὐτῶν τὸν λόγον ποιεῖσθαι καὶ δεικνύναι ὅτι ὁ ἀποδιδόμενος λόγος οὐκ ἐφαρμόζει πᾶσιν αὐτοῖς ὡς οὖσι μιᾶς φύσεως καὶ ὁμοειδέσιν, εἰ δηλονότι τοιοῦτος εἴη ὁ ἀποδιδόμενος λόγος·2 ἀποκρινομένους δὲ διαιρεῖσθαι χρὴ καὶ δεικνύναι τὴν τῶν σημαινομένων κοινωνίαν οὖσαν μόνον κατὰ τοὔνομα, διὸ οὐδ’ ὁ ἀποδοθεὶς λόγος πάντων κοινὸς ἀπεδόθη. οἷον εἴ τις ὁρισμὸν κινήσεως εἴη ἀποδεδωκὼς ὅτι μεταβολή ἐστι κατὰ τόπον, ἐπεὶ κίνησίς ἐστι καὶ ἡ ἀλλοίωσις, δεικνύναι χρὴ ὅτι μὴ ἐφαρμόζει ταύτῃ ὁ ἀποδεδομένος λόγος τῆς κινήσεως 〈ὡς〉 οὔσης συνωνύμου· αὐτὸν δὲ ἀποκρινόμενον χρὴ δεικνύναι ὅτι καὶ ἡ κίνησις ὁμώνυμος καὶ αὐτὸς ὡρίσατο τὴν κατὰ τόπον κίνησιν, ἥτις ἐστὶ πρώτη τε καὶ κυριωτάτη κίνησις. χρὴ δὲ τοῖς τοιούτοις πρὸς τοὺς ἐριστικωτέρους χρῆσθαι· σοφιστικὸς γὰρ ὁ τόπος ὁ πρὸς τοὔνομα καὶ οὐ διαλεκτικός.

“但既然有些事物不为人知晓。” 他说,既然同音异义的事物中有某些事物未被知晓究竟是同音异义的还是同名同义的,那么提问且想要反驳的人,就应当把关于它们的讨论当作关于同名同义者的讨论来进行,并表明所给出的表述并不适合于它们所有者(仿佛它们具有单一自然本性且同种那样),显然只要所给出的表述是如此的;而回答的人则应当进行区分,并表明被指称者的共通性仅仅在于名称,因此所给出的表述也不是作为对所有者共同的表述而被给出的。例如,如果有人把运动的定义给出为它是就位置而言的变化,既然质变也是运动,就应当表明运动的被给出表述并不适合于这个[质变],仿佛运动是同名同义的;而回答者本人则应当表明运动也是同音异义的,且他自己所定义的是就位置而言的运动,它是原初且最根本的运动。但应当对那些更好争辩的人使用这类方法;因为针对名称的论题是智者派的,而不是辩证的。

§6.86

"Ἐπεὶ δ’ ἔνιοι τῶν ἀποκρινομένων." Ἐπεὶ δέ, φησί, τινὲς τῶν ἀποκρινομένων δι’ ἀνεπιστημοσύνην πολλάκις τὸ συνώνυμον ὁμώνυμον λέγουσιν, ὅταν μὴ ἐφαρμόττῃ ὁ ἀποδοθεὶς ὅρος πᾶσιν (οἷον ὅταν εἴπῃ τις ὅτι ζῷόν ἐστιν οὐσία ἔμψυχος ἄλογος, ἐπεὶ ὁ λόγος οὗτος, ὃν ἀπέδωκεν, οὐ προσαρμόζει πᾶσιν, ἀναγκαζόμενος φήσει ὅτι οὐ καινὸν εἰ οὐ προσαρμόζει πᾶσι· τὸ γὰρ ζῷον ὁμώνυμον, ἐπὶ δὲ τῶν ὁμωνύμων οὐ δύναται εἷς κοινὸς ὅρος ἀποδίδοσθαι), ἢ πάλιν τὸ ὁμώνυμον συνώνυμον (οἷον εἰ ἀποδοίη ἕνα κοινὸν ὁρισμὸν ἐπ’ ἄμφω, ἤγουν ἐπὶ πάντων τῶν ὑπὸ τοῦ ὀνόματος δηλουμένων, οἷον ὅτι κίνησίς ἐστιν ἐντελέχεια τοῦ κινητοῦ ὅτε κινητόν, φήσει ὁ τοιοῦτος, ὅτι ἐπειδὴ ὁ ἀποδοθεὶς οὗτος ὁρισμὸς πάσῃ κινήσει ἐφαρμόζει, ἡ κίνησις λοιπὸν συνώνυμός ἐστιν· ἐπὶ γὰρ τῶν συνωνύμων εἷς κοινὸς ὅρος), ἐπεὶ οὖν, ὡς εἴπομεν, τινὲς τῶν ἀποκρινομένων δι’ ἀμαθίαν λέγουσι τὰ ὁμώνυμα συνώνυμα καὶ τὰ συνώνυμα ὁμώνυμα, καὶ διὰ τοῦτο ἐλέγχονται ὑπὸ τοῦ ἐρωτῶντος ὡς μὴ καλῶς ἀποδιδόντες τὸν ὅρον, προδιομολογητέον ὑπὲρ τῶν τοιούτων, τουτέστι δεῖ τὸν ἐρωτῶντα καταναγκάσαι τὸν ἀποκρινόμενον ὁμολογῆσαι πότερον τὸ ὁριστὸν ὁμώνυμόν ἐστιν ἢ συνώνυμον.

“但既然某些回答者。” 他说,既然回答者中的某些人由于缺乏知识,常常在给出的定义不适合于所有者时把同名同义者说成同音异义的(例如,当有人说动物是无理性的有魂实体时,由于他所给出的这个表述不适合于所有者,他在被迫之下就会说,即使不适合于所有者也并无奇怪;因为动物是同音异义的,而在同音异义的事物上不可能给出一个共同的定义),或者反过来把同音异义者说成同名同义的(例如,如果他对于两者、即对于该名称所指明的所有事物给出一个单一的共同定义,比如运动是可动者在可动时的现实,这样的人就会说,既然给出的这个定义适合于一切运动,那么运动从此就是同名同义的;因为在同名同义的事物上有一个共同的定义);既然如此,正如我们所说,回答者中的某些人由于无知而把同音异义者说成同名同义的,把同名同义者说成同音异义的,并且因此被提问者反驳为没有恰当给出定义,就必须就这类事情预先达成一致,也就是说提问者必须迫使回答者承认被定义项究竟是同音异义的还是同名同义的。

§6.87

"Μᾶλλον γὰρ συγχωροῦσιν οὐ προορῶντες τὸ συμβησόμενον." Ῥᾷον γάρ, φησί, συγχωροῦσι τοῖς ἀληθέσι μὴ προορῶντες τὸν ἐσόμενον ἐκ τῆς τοιαύτης ὁμολογίας ἔλεγχον. εἰ γάρ τις εἴη ὁρισάμενος τὸ ἀγαθὸν φέρε εἰπεῖν οὕτως ‘τὸ ποιοῦν ἀγαθούς’, δέον πρῶτον ὁμολογίαν ποιῆσαι τὸν ἐρωτῶντα,3 πότερον τὸ ἀγαθὸν ὁμώνυμον ἢ συνώνυμον· καὶ εἰ μὲν λέγει ὅτι συνώνυμον, δεικνύναι ὅτι μὴ πᾶσι τοῖς ἀγαθοῖς ὁ ἀποδεδομένος ἐφαρμόζει λόγος· εἰ δὲ ὁμώνυμον λέγει, εὐθυντέον ὡς πεπειραμένον τοῦ ὁμωνύμως λεγομένου πράγματος ἕνα ὁρισμὸν ἀποδιδόναι. Τὸ δὲ ὁπότερον ἂν ᾖ ἀντὶ τοῦ ‘ἢ ἑτερώνυμον ἢ πολυώνυμον’.

“因为他们没有预见到将会发生的事情,所以更容易让步。” 他说,因为他们更容易在未预见到由这种承认所产生的反驳时对真理做出让步。因为例如如果有人把善这样定义为“使〔人们〕变善者”,提问者应当首先使对方承认善究竟是同音异义的还是同名同义的;如果他说善是同名同义的,就应当表明给出的表述并不适合于所有善的事物;如果他说善是同音异义的,就应当受到追究,因为他试图对同音异义地被言说的事物给出一个定义。而“无论它是哪一个”这句话,替代了“或者是异名异义的,或者是多名同义的”。

语法注3 条
  1. 6.84τῷ ἐκείνων μὲν διαφέροντας εἶναι τοὺς ὁρισμοὺς τοῦτον δὲ πᾶσιν αὐτοῖς δοκεῖν ὁμοίως ἐφαρμόζειν

    带冠词不定式的与格(τῷ + 不定词)充当表示原因/理由的状语短语,解释前文的 οὐδενὸς γὰρ ἔσται… ὁρισμός。在不定式结构内部,μέν 与 δέ 对比了两个“带不定式的宾格”(ἐκείνων… διαφέροντας εἶναι τοὺς ὁρισμούς 与 τοῦτον… πᾶσιν αὐτοῖς δοκεῖν… ἐφαρμόζειν)。

  2. 6.85εἰ δηλονότι τοιοῦτος εἴη ὁ ἀποδιδόμενος λόγος

    作为限定性从句插入的条件分句(εἰ + 希求式)。它补充了“如果所给出的表述显然是这样一种表述(即旨在将所有种涵盖于单一普遍表述之下的表述)”的条件,限定了主句义务表达 δεῖ… τὸν λόγον ποιεῖσθαι 的适用范围。

  3. 6.87δέον πρῶτον ὁμολογίαν ποιῆσαι τὸν ἐρωτῶντα

    非人称动词 δεῖ 的中性单数分词 δέον 省略系动词 ἐστί 的谓语用法(相当于 δεῖ)。作为条件句 εἰ γάρ τις εἴη ὁρισάμενος… 归结分句的主谓语,它支配宾格不定式结构 τὸν ἐρωτῶντα… ποιῆσαι,后续的不定式 δεικνύναι 也同样从属于它。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:473.11-475.16