← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§471.8-473.10

缺失的定义要件与对理念论的检验

本节注解了亚里士多德《论题篇》卷六中关于定义的论题(147b26–148a14),涉及依缺失而论的事物的定义要求(所缺失者、载体与时间)、将非缺失者定义为缺失的错误、词形屈折的一致性,以及定义对理念论者的适用性考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.80

" Ἔτι εἰ τὸ κατὰ στέρησιν." Παραδοὺς ἀπὸ τῶν κατὰ πρός τι ἀντικειμένων τόπους καὶ ἀπὸ τῶν ἐναντίων, τῶν τε ἁπλῶς ἐναντίων καὶ ὡς κατὰ στέρησιν ἀντικειμένων, εἰπών τε ἐν τοῖς πρὸ τούτων, ὅτι τὰ κατὰ στέρησιν λεγόμενα ὁρίζεσθαι δεῖ διὰ τούτων ὧν ἐστερῆσθαι λέγεται, ἄν τε ὦσι στερήσεις ἄν τε ἐναντία στερητικῶς λεγόμενα, νῦν φησιν,1 ὅτι εἰ τὸ κατὰ στέρησιν λεγόμενον ὁριζόμενός τις μὴ παραλάβοι ἐν τῷ ὁρισμῷ τοῦτο οὗ ἐστιν ἐν στερήσει τὸ ὁριστόν, οὐχ ὁρίζεται ὀρθῶς. ἀλλὰ κἂν τοῦτο μὲν θῇ, μὴ προσθῇ δὲ τὸ ἐν ᾧ πέφυκε γίνεσθαι, ἢ ἁπλῶς ἢ ἐν ᾧ πρώτως, οὐδ’ οὕτως ὡρίσατο· ἡ γὰρ στέρησίς ἐστι τινός τε καὶ ἔν τινι, ἀλλὰ καὶ ποτέ (ὅτε γὰρ πέφυκεν), εἰ τὴν κυρίως στέρησιν λαμβάνει. δεῖν γάρ φησι τὸν καλῶς ὁριζόμενον τὸ τί ἐστι καὶ τίνος ἐστὶν ἡ στέρησις ἀποδοῦναι καὶ ἐν τίνι γίνεται· τοῦτο γάρ ἐστι καὶ τί ἐστι τὸ ἐστερημένον· ἐπὶ μὲν γὰρ τῆς ἀγνοίας τὸ λογικὸν μέρος τῆς ψυχῆς ἐστι τὸ ἐστερημένον, ἐπὶ δὲ τῆς τυφλότητος ὁ ὀφθαλμός.

“此外,如果是依缺失[而被定义]的事物。” 在传授了源于作为关系对立项的论题和源于相反项——既有单纯的相反项,也有作为依缺失对立的相反项——的论题之后,并且在前述内容中指出依缺失而被言说的事物必须通过它们被说成所缺失的那些事物来定义(无论它们是缺失,还是按缺失方式被言说的相反者)之后,他现在指出:如果有人在定义依缺失而被言说的事物时,没有在定义中列入被定义项所处于缺失状态的那个对象,他就没有正确地给出定义。不仅如此,即使他设定了这一点,但若没有加上它依自然倾向于在其中生成的事物(无论是单纯地还是原初地),哪怕这样他也并没有定义它;因为如果按严格意义把握缺失,缺失不仅是属于某物的、存在于某物之中的,而且是在某时的(因为是在它依自然倾向于发生之时)。因为他说,恰当定义的人必须给出缺失是什么、是何物的缺失、以及在何物中生成;因为这也是被剥夺者是什么;因为在无知的情况下,被剥夺者是灵魂的理性部分,而在失明的情况下则是眼睛。

§6.81

"Ὁρᾶν δὲ καὶ εἰ μὴ λεγομένου." Ἔτι, φησίν, ἁμαρτάνει καὶ ὁ τὸ μὴ στερητικὸν ὡς στερητικὸν ὁριζόμενος. διὸ δόξει μὴ ὀρθῶς ὁ τῆς ἀγνοίας ἀποδίδοσθαι ὁρισμός, εἴ τις αὐτὴν στέρησιν λέγοι ἐπιστήμης· ὅσοι γὰρ τὴν ἄγνοιαν μὴ κατὰ ἀπόφασιν λέγουσιν μηδὲ λέγουσιν ἁπλῶς τὸ μὴ γινώσκειν ἀγνοεῖν (μήτε γὰρ τὸν τοῖχον ἀγνοεῖν μήτε τὰ παιδία, ἀλλὰ ταῦτα μὲν μὴ γινώσκειν, ἀγνοεῖν δὲ τοὺς διάθεσίν τινα ἠπατημένην καὶ μοχθηρὰν ἔχοντας), τούτους φησὶ τὴν ἄγνοιαν ἕξιν τινὰ μοχθηρὰν καὶ ἠπατημένην λέγειν2 ἀλλ’ οὐ γνώσεως στέρησιν. ἁμαρτάνοι ἂν οὕτως καὶ ὁ τὴν ἀθανασίαν ὁριζόμενος στέρησιν θανάτου· οὐ γὰρ στέρησις θανάτου ἡ ἀθανασία, ἀλλ’ ἕξις καὶ διάθεσις.

“也要看如果并不是被[依缺失]言说的事物。” 此外,他说,将非缺失性的事物定义为缺失性事物的人同样犯有错误。因此,如果有人说无知是知识的缺失,无知的定义似乎就不是被恰当给出的;因为凡不按否定来谈论无知、也不单纯把不知称为无知的人(因为墙并非无知,婴儿也不是,而是它们不知,而那些拥有某种被欺骗且劣恶的状态的人才是无知),他说,这些人称无知为某种劣恶且受欺骗的具有(状态),而不是知识的缺失。把不朽定义为死亡的缺失的人也会这样犯错;因为不朽并不是死亡的缺失,而是一种具有与状态。

§6.82

"Ἔτι εἰ τῶν ὁμοίων τοῦ ὀνόματος πτώσεων." Οὗτος ὁ τόπος σχεδὸν ὁ αὐτός ἐστι τῷ τεσσαρακοστῷ ἐννάτῳ· καὶ γὰρ ἀξιοῖ νῦν ὅτι ταῖς πτώσεσι τοῦ ὁριστοῦ τὰς πτώσεις τοῦ ὁρισμοῦ ἐφαρμόζειν δεῖ· εἰ γὰρ μὴ ἐφαρμόζουσιν, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένος ὁ ὁρισμός. σαφὲς δὲ ποιεῖ τοῦτο διὰ τοῦ παραδείγματος.

“此外,如果名称的相同屈折形式。” 这个论题与第四十九个论题几乎相同;因为他现在同样要求定义的屈折形式必须适合于被定义项的屈折形式;因为如果它们不相适合,定义就不会是恰当给出的。他通过例子使这一点变得清楚。

§6.83

"Σκοπεῖν δὲ καὶ ἐπὶ τὴν ἰδέαν." Οὗτος ὁ τόπος πρὸς τοὺς ἰδέας τιθεμένους καὶ λέγοντας ἐκείνων εἶναι τοὺς ὁρισμούς· ἐὰν γὰρ ὁ ἀποδεδομένος λόγος τινὸς μὴ ἁρμόζῃ τῇ ἰδέᾳ τῇ κατ’ ἐκεῖνο, οὐκ ἂν εἴη καλῶς ἀποδεδομένος. οἷον ἐὰν λέγῃ τις τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν, οὐ καλῶς ὁρίζεται διὰ τὸ μὴ δύνασθαι τοῦ αὐτοανθρώπου, τῆς ἰδέας, τοῦτον εἶναι ὅρον· οὐ γὰρ ἐμπαθὲς οὐδὲ θνητὸν ἐκεῖνο. καὶ καθόλου ἐν οἷς λόγοις πρόσκειται ποιητικόν τι ἢ παθητικόν, οὗτοι οὐχ ἁρμόζουσιν ἐπὶ τῶν ἰδεῶν· ἀκίνητοι γὰρ αἱ ἰδέαι καὶ ἀίδιοι οὐσίαι. τὸ δὲ πρὸς τούτοις δὲ καὶ οἱ τοιοῦτοι λόγοι χρήσιμοι λέγοιτ’ ἂν ἤτοι περὶ τῶν ἐφεξῆς λεγομένων τόπων ἢ περὶ τῶν πρὸς τὰς ἰδέας εἰρημένων, καὶ εἴη ἂν ἴσως ἡ γραφὴ ἀντὶ τοῦ ‘πρὸς τούτους οἱ λόγοι χρήσιμοι’. τὸ δὲ λέγειν καὶ τὸν αὐτοάνθρωπον θνητὸν εἶναι, οὐ τῷ ἀποθνήσκειν ἀλλὰ τῷ λόγῳ εἶναι θνητόν, καθ’ ὃν τὰ θνητὰ τοιαῦτά ἐστιν, οὐκ οὐσίας ἐστὶ ποιούντων3 τὰς ἰδέας αὐτὰς καθ’ αὑτὰς πρώτας τε καὶ ἀιδίους, ἀλλὰ τοὺς λόγους τε καὶ ὁρισμοὺς τῶν τῇδε ποιούντων ἰδέας.

“也要着眼于理念。” 这个论题是针对那些设定理念、并主张定义是属于理念的人;因为如果某物的被给出的表述不适合于相应的那种理念,它就不会是恰当给出的。例如,如果有人说人是“理性的可死动物”,他的定义并不恰当,因为这不可能成为自人、即理念的定义;因为那个理念既不受动也不是可死的。普遍而言,凡是添加了某种施动性或受动性成分的表述,在理念上都是不适合的;因为理念是不动的、永恒的实体。而“除这些之外,这类论证也是有用的”这一句,可以说要么是关于接下来说到的论题,要么是关于针对理念所说的论题,而且或许异文替代了“论证对于这些人是有用的”。而说自人也是可死的,并不是因其死亡而是因可死者依其是如此的那个表述而是可死的,这种说法不属于把理念本身设为自存的原初永恒实体的人,而是属于把此地事物的表述和定义设为理念的人。

语法注3 条
  1. 6.80Παραδοὺς ... εἰπών τε ... νῦν φησιν

    两个分词短语(Παραδοὺς... 与 εἰπών τε...)与主句未明确表达的主语(亚里士多德)一致,作为背景状语统领至主要动词 νῦν φησιν。

  2. 6.81ὅσοι γὰρ ... τούτους φησὶ τὴν ἄγνοιαν ἕξιν τινὰ ... λέγειν

    关系从句 ὅσοι ... λέγουσιν 置于句首,指示代词 τούτους 承接该从句并在由 φησί 支配的“宾格加不定式”结构中作不定式 λέγειν 的宾格主语,而 τὴν ἄγνοιαν 则是 λέγειν 的宾语。

  3. 6.83τὸ δὲ λέγειν ... οὐκ οὐσίας ἐστὶ ποιούντων ... ἀλλὰ ... ποιούντων

    主语是带冠词的不定式短语 τὸ δὲ λέγειν ...,动词 ἐστί 接属格分词 ποιούντων 构成表示特征或归属的述语属格结构:“说……并不属于那些把……设立为……的人,而是属于那些把……设立为……的人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:471.8-473.10