← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§469.5-471.7

相反者的结合与循环定义的检验

注解亚里士多德《论题篇》147a33–147b4,讨论了当相反者的结合存在多种情形时检验定义的方法,并剖析了在缺失性相反者以及非缺失性相反者中出现的循环定义谬误。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.77

" Κατὰ μίαν τινὰ συμπλοκὴν τῶν ἐναντίων." Ἐπεὶ κατὰ πολλοὺς τρόπους τὰ ἐναντία λαμβάνεται ἐν ταῖς συμπλοκαῖς, ἀξιοῖ ζητεῖν πάσας προχειριζόμενον, εἴ τις τῶν συμπλοκῶν τῶν ποιουσῶν τὴν ἐναντίωσιν ἁρμόζει τῷ ἐναντίῳ τούτου οὗ ὁ ὁρισμὸς ἀποδέδοται. ἡ δὲ συμπλοκὴ τῶν ἐναντίων ὅτι πλεοναχῶς λέγεται, ἐδείχθη ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς παρούσης πραγματείας· “τῷ γὰρ τοὺς φίλους εὖ ποιεῖν ἐναντίον καὶ τὸ τοὺς φίλους κακῶς ποιεῖν καὶ τὸ τοὺς ἐχθροὺς εὖ”. δεῖ οὖν, φησί, τὸν ἐναντίον λόγον τῷ ἀποδοθέντι ὁρισμῷ1 [τοῦ ἐναντίου] ἐφαρμόζειν τῷ ἐναντίῳ τοῦ ὁριστοῦ καθ’ ὁποιανοῦν συμπλοκήν.

“按照相反者的任何一种结合。” 由于相反者在结合中按多种方式被选取,他要求人们摆出全部结合来考察:造成相反关系的结合中,是否有任何一种适合于所给出定义的那个对象的相反者。而相反者的结合按多种方式被言说,这在本论著的第二卷中已经表明:“因为与善待朋友相反的,既有恶待朋友,也有善待敌人”。因此他说,必须按照无论哪一种结合,将与所给出的定义相反的表述配属于被定义项的相反者。

§6.78

"〈Οἷον εἰ ὠφέλιμον τὸ ποιητικὸν ἀγαθοῦ.〉 "Ὅτι τῷ τοῦ ἀγαθοῦ ποιητικῷ ἐναντίον ἢ τὸ ποιητικὸν κακοῦ ἢ τὸ φθαρτικὸν ἀγαθοῦ. τοῦτο μὲν οὖν ὡς παράδειγμα κεῖται τοῦ μὴ μίαν εἶναι τὴν τῶν ἐναντίων συμπλοκήν. τοῦ δὲ τόπου παράδειγμα τίθησι τὸ διπλάσιον καὶ τὸ ἥμισυ, λέγων ‘εἰ τὸ διπλάσιον τῷ ἡμίσει ἀντίκειται, καὶ ὁ τοῦ διπλασίου λόγος τῷ τοῦ ἡμίσεος ἀντικείσεται λόγῳ’. ἔστι δὲ διπλασίου μὲν λόγος τὸ ἐν ἴσῳ ὑπερέχειν, ἡμίσεος δὲ τὸ ἐν ἴσῳ ὑπερέχεσθαι· καὶ φανερὸν ὅτι καὶ οἱ λόγοι ἀντίκεινται. ὡσαύτως δέ, φησί, καὶ ἐπὶ τῶν ἐναντίων· εἰ μὲν γὰρ μηδὲν τῶν ὑστέρων ἐναντίων τῷ ἐξ ἀρχῆς ῥηθέντι ἐναντίον, οὐδ’ ὁ ἐξ ἀρχῆς ἀποδοθεὶς λόγος εἴη ἂν καλῶς ἀποδεδομένος.

“例如,如有益的是善的产生者。” 意即,与善的产生者相反的,或是恶的产生者,或是善的毁灭者。因此,这被作为相反者的结合并非仅有一种的例子而提出。作为该论题的例子,他列举了双倍与一半,说:“如果双倍与一半对立,双倍的表述也与一半的表述相对立”。而双倍的表述是“以相等之量超出”,一半的表述则是“以相等之量被超出”;显而易见,表述也相对立。他说,在相反者上亦同样如此;因为如果后来的相反者中没有任何一个与最初所说的相反,那么最初给出的表述也就不会是恰当给出的。

§6.79

"Ἐπεὶ δ’ ἔνια τῶν ἐναντίων στερήσει θατέρου λέγεται." Ὅτι ἐπὶ τῶν κατὰ στέρησιν ἐναντίων τὸ μὲν κατὰ στέρησιν λεγόμενον ἀναγκαῖον ὁρίζεσθαι διὰ θατέρου, τὸ δὲ λοιπὸν οὐκέτι 〈δεῖ〉 διὰ τοῦ κατὰ στέρησιν λεγομένου ὁρίζεσθαι. [συμβαίνει γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριστῷ χρῆσθαι ἐν τῷ ὁρισμῷ. οἷον ἄνισον μὲν τὸ μὴ ἴσον ῥηθήσεται· οὐκέτι δὲ καὶ ἴσον τὸ μὴ ἄνισον. διό, φησί, προσεκτέον τὴν τῶν οὕτως ὁριζομένων ἁμαρτίαν, ἤγουν εἴ τις ὁρίσαιτο τὴν ἰσότητα μὴ ἀνισότητα εἶναι· οὐ γὰρ καλῶς ἀπέδωκε τὸν ὁρισμόν, τὸ καθ’ ἕξιν λεγόμενον, ὅ ἐστι τὴν ἰσότητα, διὰ τοῦ κατὰ στέρησιν λεγομένου, τουτέστι τῆς μὴ ἀνισότητος, ὁρισάμενος. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔτι φησὶ τὸν οὕτως ὁριζόμενον, ἤγουν διὰ τοῦ κατὰ στέρησιν λεγομένου τὸ καθ’ ἕξιν.] ἀναγκαῖον γὰρ τὸν οὕτως ὁριζόμενον αὐτῷ τῷ ὁριζομένῳ χρῆσθαι ἐν τῷ ὁρισμῷ. δῆλον δὲ τοῦτο, ἂν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος λόγος·2 ἐπειδὴ γὰρ ἡ ἀνισότης στέρησις ἰσότητός ἐστιν, ἔσται ἰσότης τὸ ἐναντίον στερήσει ἰσότητος, ὥστε αὐτῷ ἂν εἴη κεχρημένος. ὅτι δὲ τοῦτο μοχθηρόν, πρόδηλον· ἔσται γὰρ αὐτὸ δι’ ἑαυτοῦ ὁριζόμενον· ἔτι τε ὅπερ ὡς ἄγνωστον ὁρίζεται, τούτῳ ἤδη γνωρίμῳ χρῆται. Ἂν δὲ μηδέτερον τῶν ἐναντίων κατὰ στέρησιν λέγηται, δεῖ μηδέτερον αὐτῶν διὰ τοῦ ἑτέρου ὁρίζεσθαι. εἰ γὰρ τῶν οὕτω λεγομένων ἐναντίων τὸ ἕτερον διὰ τοῦ ἑτέρου ὁρίσαιτό τις, πάντως ὁμοίως καὶ τὸ ἕτερον διὰ τοῦ ἑτέρου ἀποδώσει· τί γὰρ μᾶλλον τὸ ἀγαθὸν διὰ τοῦ κακοῦ ἢ τὸ κακὸν διὰ τοῦ ἀγαθοῦ ἀποδώσει; οὐ γάρ ἐστι διαφορὰ ὥσπερ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων, ἀλλ’ ἔστιν ὅμοιον τὸ ἀγαθὸν εἰπεῖν τὸ ἐναντίον κακῷ καὶ κακὸν τὸ ἐναντίον ἀγαθῷ· τῶν γὰρ οὕτως λεγομένων ἐναντίων καὶ μὴ ἐχόντων τὸ ἕτερον στερητικὸν ὁ λόγος ὁμοίως ἀποδίδοται.3 ἀλλὰ μὴν τούτου γινομένου συμβαίνει τὸ προειρημένον, τὸ χρῆσθαι αὐτῷ τῷ ὁριστῷ ἐν τῷ ὁρισμῷ αὐτοῦ· εἰ γάρ τις λέγοι ἀγαθὸν τὸ ἐναντίον κακῷ, ἐπεὶ ἐνυπάρχει τῷ τοῦ κακοῦ λόγῳ τὸ ἀγαθόν (ἔστι γὰρ κακὸν τὸ ἐναντίον ἀγαθῷ), μεταληφθέντος τοῦ κακοῦ εἰς τὸν οἰκεῖον λόγον ἔσται ἀγαθὸν τὸ ἐναντίον τῷ τοῦ ἀγαθοῦ ἐναντίῳ. δῆλον οὖν ὅτι αὐτῷ κέχρηται.

“但是,既然某些相反者是以另一方的缺失而被言说的。” 意即,在依缺失而论的相反者中,依缺失而被言说者必然通过另一方来定义,而余下的一方则不再应当通过依缺失而被言说者来定义。[因为这样定义的人碰巧会在定义中使用被定义项本身。例如,不相等将被说成是不等同的;但相等却不再被说成是非不相等的。因此他说,必须注意这样定义的人的错误,即如果有人将相等定义为非不相等;因为他没有恰当地给出定义,他将依具有而被言说者,即相等,通过依缺失而被言说者,即非不相等来定义。在其他事物上亦同样如此。此外,他说到这样定义的人,即通过依缺失而被言说者来[定义]依具有而被言说者。]因为这样定义的人必然会在定义中使用被定义者本身。如果用表述代替名称,这一点就是显而易见的;因为既然不相等是相等的缺失,那么相等就会是相等的缺失的相反者,从而他就使用了它本身。而这是拙劣的,显而易见;因为它将通过自身来定义自身;而且,他把正作为未知者而被定义的东西,当作已知者来使用了。另一方面,如果相反者中没有哪一个依缺失而被言说,它们两者就都不应当通过另一方来定义。因为如果有人通过另一方来定义这样被言说的相反者中的一方,他必定同样也会通过另一方给出另一方;因为凭什么通过恶来给出善,而不通过善来给出恶呢?因为并不存在像依缺失和具有而对立的事物那样的差异,而说善是恶的相反者与说恶是善的相反者是相似的;因为这样被言说且没有哪一方是缺失性的相反者的表述是以同样方式给出的。然而,当这种情况发生时,就会出现前述的后果,即在其定义中使用被定义项本身;因为如果有人说善是恶的相反者,既然在恶的表述中内含有善(因为恶是善的相反者),当恶被代换为其固有的表述时,善就会成为善的相反者的相反者。因此,显而易见他使用了它本身。

语法注3 条
  1. 6.77τὸν ἐναντίον λόγον τῷ ἀποδοθέντι ὁρισμῷ

    与格 τῷ ἀποδοθέντι ὁρισμῷ 依附于形容词 ἐναντίον(“与所给出的定义相反的”);主要动词 ἐφαρμόζειν 的直接宾语是宾格 τὸν ἐναντίον λόγον,间接宾语是后接的与格 τῷ ἐναντίῳ τοῦ ὁριστοῦ(“配属于被定义项的相反者”)。

  2. 6.79ἂν μεταληφθῇ ἀντὶ τοῦ ὀνόματος λόγος

    这是一个条件从句(ἄν 搭配虚拟式被动态 μεταληφθῇ),主语是不带冠词的名词 λόγος。该结构表达了定义讨论中特有的逻辑替换操作:“如果用表述代替名称”。

  3. 6.79τῶν γὰρ οὕτως λεγομένων ἐναντίων καὶ μὴ ἐχόντων τὸ ἕτερον στερητικὸν ὁ λόγος ὁμοίως ἀποδίδοται

    属格短语 τῶν ... ἐναντίων καὶ μὴ ἐχόντων ... 是依附于主语 ὁ λόγος 的限定属格(或关联属格)。分词 μὴ ἐχόντων 修饰 ἐναντίων,τὸ ἕτερον 为其直接宾语,στερητικόν 为补足谓词(“并不具有其中一方为缺失性的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:469.5-471.7