- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:45.15-47.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德《论题篇》第一卷第五章(102a18)中固有属性的定义,亚历山大分析了它与定义的相同点(仅属于与互为谓述)与差异(是否表明本质/实体),并探讨了能力与现实活动以及暂时性、相对性固有属性的区别。
" Ἴδιον δέ ἐστιν ὃ μὴ δηλοῖ μὲν τὸ τί ἦν εἶναι, μόνῳ δ’ ὑπάρχει καὶ ἀντικατηγορεῖται τοῦ πράγματος." Κοινὸν μὲν οὖν ἔχει πρὸς τὸν ὁρισμὸν τὸ ἴδιον τό τε μόνῳ ὑπάρχειν καὶ τὸ ἀντικατηγορεῖσθαι, τοῦτ’ ἔστι τὸ παντὶ ὑπάρχειν· τὸ γὰρ μόνῳ καὶ παντὶ ὑπάρχον ἀντικατηγορεῖται. ἡ δὲ διαφορὰ αὐτῶν, καθ’ ὃ μὲν ὁρισμὸς τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ τοῦ πράγματος καὶ ἔστι πάντως λόγος, τὸ δὲ ἴδιον οὔτε ἀνάγκη λόγον εἶναι οὔτε τὴν οὐσίαν δηλοῦν τοῦ πράγματος οὗ ἐστιν ἴδιον, ἀλλὰ ἢ διάθεσίν τινα αὐτοῦ σημαίνει, ὡς ἐπὶ τοῦ ἀνθρώπου τὸ πλατυώνυχον καὶ τὸ ὄρθιον, ἢ δύναμιν, ὡς τὸ ἐπιστήμης δεκτικὸν καὶ γελαστικόν, ἢ ἐνέργειαν, ὡς τοῦ θείου σώματος τὸ ἀεικίνητον. διὰ τοῦτο ἴδια μὲν οἷόν τε τοῦ αὐτοῦ πλείω εἶναι, ὁρισμοὺς δὲ οὐκέτι, εἴ τις ἀκριβολογοῖτο, εἴ γε μία ἑκάστου ἡ οὐσία, ἧς ὁ ὁρισμὸς δηλωτικός. ὅτι δὲ τὸ ἴδιον οὐ δηλοῖ τὴν οὐσίαν τούτου οὗ ἐστιν ἴδιον, οἷον τὸ γελαστικὸν τὴν τοῦ ἀνθρώπου ἢ τὸ γραμματικῆς δεκτικόν, δῆλον, ὡς ἤδη προείρηται, ὅτι καθ’ ἣν δύναμιν ἑκάστῳ τῶν ζῴων ἐστὶ τὸ εἶναι, ὅταν κατὰ ταύτην ἀνεμποδίστως ἐνεργῇ, τότε τὴν τελειότητα 〈τὴν〉 αὑτοῦ δοκεῖ ἀπειληφέναι. τέλειος γὰρ ἵππος ὁ καθ’ ἣν δύναμίν ἐστιν αὐτῷ τὸ εἶναι ἵππῳ, κατὰ ταύτην ἐνεργῶν ἀπαρεμποδίστως· ὥστε καὶ εἰ ἦν ἡ τοῦ ἀνθρώπου οὐσία ἐν τῇ τοῦ γελᾶν δυνάμει, τέλειος ἄνθρωπος εἴη ἂν ὁ ἀνεμποδίστως τε καὶ εὖ γελῶν. ἀλλ’ ἄτοπον τὸ τοῦ ἀνθρώπου τέλος ἐν τῷ ἀνεμποδίστως γελᾶν τίθεσθαι. τί οὖν ἐπὶ τοῦ πεζοῦ καὶ δίποδος λέγοι τις ἄν, οἷς ὁ ἄνθρωπος ὁρίζεται; μήποτε οὖν ἢ οὐκ ἀληθὲς τὸ κατὰ τοῦτο διαιρεῖν τὸ ἴδιόν τε καὶ τὸν ὁρισμόν, ἢ οἱ μὲν τοιοῦτοι λόγοι ὅροι δοκοῦσιν εἶναι1 τῷ χωρίζειν διὰ τῶν ὑπαρχόντων τῷ προκειμένῳ ἀπὸ πάντων αὐτὸ τῶν ἄλλων. κυρίως δ’ ἂν εἶεν ὅροι οἱ ἔχοντες πρὸς τούτῳ καὶ καθ’ ὃ μάλιστά ἐστι τῷ ὁριστῷ τὸ εἶναι, ὡς τῷ ἀνθρώπῳ κατὰ τὸ λογικόν· διὸ καὶ εἷς ὁ κυρίως ὁρισμὸς ἑκάστου ἐστίν. τὸν γὰρ ὅρον δεῖ ἐκ διαφορῶν εἶναι· αὗται γὰρ τὸ γένος εἰς τὰ εἴδη διαιροῦσιν οὐ κατὰ συμβεβηκότα τινὰ ἀλλὰ κατὰ τὴν οὐσίαν· τὸ δὲ ἴδιον οὐ διαφορά. ὅτι δὲ δεῖ ἀντικατηγορεῖσθαι τὸ ἴδιον τοῦ πράγματος, συνέστησε διὰ τοῦ εἰπεῖν οὐδεὶς γὰρ λέγει ἴδιον τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν,2 οἷον τὸ καθεύδειν ἀνθρώπῳ, οὐδ’ ἂν τύχῃ κατά τινα χρόνον μόνῳ ὑπάρχον. προστίθησι δὲ τοῦτο, ὅτι, κἂν λέγηταί ποτε τῶν μόνῳ τῷ πράγματι ὑπαρχόντων μὴ ἀντικατηγορουμένων δὲ αὐτοῦ ἴδιόν τι, ὅτι μὴ ἁπλῶς τοῦτο λέγεται ἴδιον ἀλλὰ ποτέ, ὡς τὸ ἐκ δεξιᾶς τινα εἶναί τινος ποτὲ ἴδιον· οὕτως καὶ τὸ καθέζεσθαι δύναται ποτὲ ἴδιόν τινος εἶναι· οὐ γὰρ ἂν εἴη πρός τι.3 τὸ γὰρ δίπουν τοῦ ἀνθρώπου πρὸς τὰ μὴ δίποδα ἴδιον, ἀλλ’ οὐχ ἁπλῶς· πρὸς γὰρ ἵππον καὶ κύνα καὶ ὅσα μὴ δίποδα ἴδιον, οὐ μὴν καὶ πρὸς ὄρνεον. ἀεὶ μὲν οὖν τοῦτο, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ἀεὶ πρὸς ταῦτα ἴδιον. δύναται δέ τινα καὶ μόνῳ μὲν ὑπάρχειν, οὐ μὴν δὲ ὡς ἴδια, ὡς αἱ ἀπὸ τῶν δυνάμεων τῶν ἰδίων ἐνέργειαι, τὸ ἀριθμεῖν, τὸ λόγῳ χρῆσθαι, τὸ γελᾶν, τὸ ταριχοποιεῖν· ταῦτα γὰρ οὐκ ἴδια, ὅτι μὴ παντί· αἱ μὲν γὰρ δυνάμεις παντί τε καὶ ἀεί, αἱ δὲ ἐνέργειαι οὐ παντὶ ἅμα οὐδὲ ἀεί. δῆλον δὲ ὅτι οὐδὲ τῶν ἐνδεχομένων καὶ ἄλλῳ ὑπάρχειν οὐδὲν ἀντικατηγορεῖσθαι δύναται· τὸ μὲν γὰρ ἀντικατηγορούμενον ἐπ’ ἴσης ἀνάγκη εἶναι· τὸ δὲ ἴδιον κεῖται ἡμῖν ὅτι ἀντικατηγορεῖται τοῦ πράγματος.
“固有属性是虽不阐明本质,但仅属于该事物并与该事物互为谓述者。” 固有属性与定义所共同具有的,是既仅属于该事物,又互为谓述,也就是属于全体;因为仅属于且属于全体者才是互为谓述的。而它们的区别在于:一方面,定义阐明本质以及该事物的实体,并且在任何情况下都是言论;另一方面,固有属性既不必然是言论,也不必然阐明它是其固有属性的那一事物的实体,而是要么意指它的一种状态——如在人身上的扁平指甲与直立——,要么意指一种能力——如能够接受知识与能笑——,要么意指一种现实活动——如神圣物体的永恒运动。正因如此,如果严格讨论的话,同一事物可能有多个固有属性,却不再可能有多个定义,既然每个事物的实体是唯一的,而定义正是阐明这一实体的。固有属性并不阐明它是其固有属性的那一事物的实体——例如能笑不阐明人的实体,或者能够接受文法不阐明人的实体——这一点正如先前已经说过的,从以下事实可以明了:每种动物的所是依存于哪种能力,当它顺畅无碍地依据这种能力进行现实活动时,它就被认为获得了自身的完满。因为一匹完满的马,就是依据使它成为马所凭借的能力而顺畅无碍地进行活动者;因此,如果人的实体在于笑的能力,一个完满的人也将是顺畅且漂亮地笑的人。然而把人的目的置于顺畅地笑之中是荒谬的。那么,对于人由之被定义的“步行的”和“两足的”,人们又会说什么呢?或许,要么根据这一点来区分固有属性和定义是不真实的,要么这类言论之所以看似是定义,只是因为通过属于所讨论事物的属性而将它与其他一切事物区别开来。但严格说来,只有在具备这一点之外,还具备定义对象的所是主要依存于何者——如在人身上依据理性——的言论,才是本义上的定义;因此每个事物在严格意义上的定义也是唯一的。因为定义必须由种差构成;正是种差不是依据某些偶性而是依据实体将属划分为种;而固有属性并不是种差。至于固有属性必须与该事物互为谓述,他是通过说“因为没有人把可能属于另一事物的属性称为固有属性,例如睡眠之于人,即使它偶尔在某个时间仅属于他”来确立的。他补充这一点,是因为即使在仅属于该事物但并不与它互为谓述的属性中,有时也有某物被称为固有属性,但这不是被无条件地称为固有属性,而是在某一时间,正如处在某人右侧是某一时间的固有属性;依此类推,坐着也能够在某一时间成为某人的固有属性;因为这不会是相对的固有属性。“两足的”相对于非两足的事物是人的固有属性,但不是无条件的;因为相对于马、狗以及所有不是两足的事物它是固有属性,但绝不是相对于鸟。因此,这固然是恒常的,但不是无条件的,而是恒常相对于这些事物的固有属性。某些属性也可能仅属于该事物,但并不是作为固有属性,例如来自固有能力的现实活动:计算、运用语言、笑、腌鱼;因为这些并不是固有属性,由于它们并不属于全体;因为能力既属于全体且是恒常的,而现实活动则既非同时属于全体,亦非恒常。显然,那些也可能属于另一事物的属性,没有一个能够互为谓述;因为互为谓述者必须是等同的;而固有属性与该事物互为谓述,这对我们而言是既定的前提。
- 1.19μήποτε οὖν ἢ οὐκ ἀληθὲς τὸ κατὰ τοῦτο διαιρεῖν τὸ ἴδιόν τε καὶ τὸν ὁρισμόν, ἢ οἱ μὲν τοιοῦτοι λόγοι ὅροι δοκοῦσιν εἶναι
μήποτε 表达委婉的断言或审慎的推测(“或许/可能”)。它引导了 ἢ... ἤ...(“要么……要么……”)的选言结构,针对人被定义为“步行的两足动物”是否仅指明了固有属性而非实体的疑难,提出了两种可能的解答路径。
- 1.19συνέστησε διὰ τοῦ εἰπεῖν οὐδεὶς γὰρ λέγει ἴδιον τὸ ἐνδεχόμενον ἄλλῳ ὑπάρχειν
动词 συνέστησε(“确立了/论证了”)的主语是亚里士多德。在介词短语 διὰ τοῦ εἰπεῖν(“通过说……”)之后,直接嵌入了亚里士多德的原句(οὐδεὶς γὰρ λέγει...)作为引文。
- 1.19οὐ γὰρ ἂν εἴη πρός τι
含有 ἄν 的希求法(potential optative),意为“因为它不会是相对的[固有属性]”。该短语作为插入性的理由说明,将前文所述的暂时性固有属性(ποτὲ ἴδιον,如坐着)与紧随其后讨论的相对性固有属性(πρός τι ἴδιον,如两足)区分开来。
