- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:467.5-469.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大基于亚里士多德《论题篇》第6卷,讨论了在涉及欲求的定义中补充“表面上的”这一论题及其对理念论的反转应用,通过同系列之物与相反者检验定义的方法,以及在关系项中属与种的对应关系是否得以保持的审视。
" Ἔτι ἐπὶ τῶν ὀρέξεων." Ὁ τόπος κοινός ἐστι παντὸς οὗ ἐν τῷ ὁρισμῷ ὡς γένος ἡ ὄρεξις παραλαμβάνεται· γένος δὲ ἡ ὄρεξις καὶ βουλήσεως καὶ ἐπιθυμίας καὶ θυμοῦ. λέγει δὲ τοὺς ἐν τοῖς τούτων λόγοις τῇ ὀρέξει τοῦ τινὸς μὴ προστιθέντας τὸ φαινόμενον μὴ ὁρίζεσθαι. προσέθηκε δὲ τὸ καὶ ἐφ’ ὅσων ἄλλων ἁρμόττει, ἐπεὶ τὸ φαίνεσθαι καὶ ἄλλοις τισὶ προστίθεται, οὐ μόνον ταῖς ὀρέξεσι· τὸν γοῦν σοφιστικὸν συλλογισμὸν λέγομεν εἶναι τὸν ἐκ φαινομένων ἐνδόξων. εἰ οὖν τις εἴποι, φησίν, ὅτι βούλησίς ἐστιν ὄρεξις ἀγαθοῦ ἢ ἐπιθυμία ὄρεξις ἡδέος, μὴ προσθεὶς τὸ φαινομένου ἀγαθοῦ ἢ τὸ φαινομένου ἡδέος, οὐ καλῶς ὡρίσατο, διότι οὐ πᾶν ὀρεκτὸν ἀγαθὸν ἢ ἡδύ ἐστιν· ἐπεὶ τῷ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ. πολλάκις γάρ, φησί, λανθάνει τοὺς ὀρεγομένους καὶ δοκεῖ αὐτοῖς ἀγαθὸν εἶναι ἐκεῖνο οὗ ὀρέγονται, οὐκ ἔστι δὲ ἀγαθόν· ὁμοίως οὐδὲ ἡδύ· ὥστε οὐκ ἐξ ἀνάγκης πᾶν τὸ ὀρεκτὸν ἀγαθὸν ἢ ἡδὺ ἁπλῶς λέγεται, ἀλλὰ φαινόμενον. Εἰπὼν δὲ ταῦτα προσέθηκε τὸ δεῖν πάλιν τοὺς τῇ ὀρέξει προστιθέντας τὸ φαίνεσθαι ἐν τοῖς τῶν προειρημένων ὅροις ἐλέγχειν ὡς οὐ καλῶς ὁρισαμένους, ἄγοντας ἐπὶ τὰς ἰδέας καὶ μεταφέροντας1 ἐπ’ ἐκείνας τοὺς ἀποδιδομένους λόγους. ἡ γὰρ ἰδέα πρὸς ἰδέαν λέγεται· οὐχ οἷόν τε δὲ τὸ αὐτοαγαθὸν φαινόμενον εἶναι ἀγαθόν· οὐδὲν γὰρ ἐν τῇ ἰδέᾳ φαινόμενον.
“此外,在欲求上。” 这一论题对于凡是在定义中将欲求作为属来采用的一切事物都是共通的;欲求是意愿、欲望和激情的属。他说,在这些事物的表述中,未在对某物的欲求上加上“表面上的”的人,并未给出定义。他又加上“以及在其他凡适用的情形中”,因为“表面上”不仅加于欲求,也加于某些其他事物;至少我们说诡辩三段论是由表面上的公认见解构成的。因此他说,如果有人说意愿是对善的欲求,或者欲望是对快意之物的欲求,而未加上“表面上的善”或“表面上的快意之物”,他就没有恰当地定义,因为并非一切欲求对象都是善或快意的;因为对小偷而言,偷窃虽是欲求对象,却不是善。他说,因为对欲求者而言,他们所欲求的那个东西常常未被觉察地看似是善,实则不是善;同样也不是快意的;因此并非必然一切欲求对象都被简明地说成是善或快意,而是被说成表面上的。在说了这些之后,他补充说,又必须把那些在前述事物的定义中将“看似”加于欲求的人,作为未恰当定义者予以反驳,方法是引向理念,并将所给出的表述转移到理念上。因为理念是相对于理念而言的;但自体善绝不可能是表面上的善;因为在理念中绝无任何表面之物。
"Ἔτι ἐὰν μὲν ᾖ τῆς ἕξεως ὁρισμός." Ὁ τόπος ἀπὸ τῶν συστοίχων ἐστὶ καὶ ἀπὸ τῶν ἐναντίων. ἐπεὶ γὰρ τὰ μὲν σύστοιχα ἀλλήλοις ὄντα ὁμοίως ἔχει, τὰ δὲ ἐναντία ἐναντίως, δεῖν φησιν ἀποδοθέντος ὁρισμοῦ τινος μεταφέρειν τὸν ἀποδοθέντα ὁρισμὸν ἐπὶ τὰ σύστοιχα, δηλονότι ἁρμόζοντα κατὰ τὴν λέξιν ἑκάστῳ αὐτῶν οἰκείως τὸν ἀποδοθέντα ὁρισμόν,2 κἂν ἐπί τινος διαφωνῇ, ἀνασκευάζειν τὸν ὁρισμὸν ὡς μὴ ὄντα ἐκείνου οὗ ἀπεδόθη. ἐν γὰρ τοῖς τοιούτοις, φησίν, ὁρισμοῖς τρόπον τινὰ πλείω ἑνὸς συμβαίνει τὸν ὁριζόμενον ὁρίζεσθαι· καὶ γὰρ τὰ σύστοιχα καὶ τὰ ἐναντία καὶ τὰ τοῖς συστοίχοις ἐναντία καὶ τὰ τοῖς ἐναντίοις σύστοιχα· ὥστ’, εἰ ἐφ’ ἑνὸς διαφωνεῖ, ἀνασκευάζοιτο ἂν ὁ ἀποδιδόμενος λόγος. διὸ σκοπεῖν φησι δεῖν ἐπὶ τούτων στοιχείοις καὶ τόποις χρώμενον πρὸς τὴν τῶν εἰρημένων δεῖξιν τοῖς ἐκ τῶν ἐναντίων καὶ τοῖς ἐκ τῶν συστοίχων, τοῖς μὲν ἐκ τῶν ἐναντίων, ὅτι, εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ, τοῖς δὲ ἐκ τῶν συστοίχων, ὅτι, ὡς ἂν ἐφ’ ἑνὸς ἔχῃ τῶν συστοίχων, οὕτως καὶ ἐπὶ τῶν λοιπῶν.
“此外,如果是品质的定义。” 该论题来自同系列之物(同根词)和相反者。因为同系列之物彼此具有相似的关系,而相反者则具有相反的关系,他说,在给出一个定义之后,必须将所给出的定义转移到同系列之物上,显而易见是在措辞上将所给出的定义适当地配属于它们中的每一个,如果在任一情形下不相吻合,就作为不属于其所被给予的对象而推翻该定义。他说,因为在这样的定义中,定义者在某种方式上碰巧定义了不止一个事物;因为他既定义了同系列之物和相反者,也定义了与同系列之物相反者以及与相反者同系列之物;因此,只要在一种情形下不相吻合,所给出的表述就会被推翻。因此他说,在这些情形中必须考察,在证明所言之事时,使用来自相反者的元素与论题以及来自同系列之物的元素与论题:来自相反者的,即如果相反者属于相反者,则相反者亦属于相反者;来自同系列之物的,即无论在同系列之物中的一个情形下如何成立,在其余情形下亦同样如此。
"Ἔτι ἐπὶ τῶν πρός τι." Δεῖν φησιν ἐπὶ τῶν πρός τι σκοπεῖν, εἰ πρὸς ὃ γένος τὸ γένος ἀποδίδοται, καὶ τὸ εἶδος πρὸς τὸ εἶδος. οἷον ἐπεὶ γένος μὲν ἡ ὑπόληψις, εἶδος δὲ αὐτῆς ἡ τὶς ὑπόληψις, καὶ πάλιν γένος μὲν τὸ ὑποληπτόν, εἶδος δὲ τὸ τὶ ὑποληπτόν, φανερὸν ὅτι, εἰ τὸ γένος, ἡ ὑπόληψις, πρὸς εἶδος τὸ ὑποληπτὸν3 ἀποδίδοται, καὶ ἡ τὶς ὑπόληψις εἶδος οὖσα πρὸς εἶδος τὸ τὶ ὑποληπτὸν ἀποδοθήσεται· εἰ δὲ μὴ ἐκεῖνο πρὸς ἐκεῖνο, οὐδὲ τοῦτο πρὸς τοῦτο. ὁμοίως, φησί, καὶ εἰ τὸ πολλαπλάσιον πρὸς τὸ πολλοστημόριον, καὶ τὸ τὶ πολλαπλάσιον πρὸς τὸ τὶ πολλοστημόριον· γένη γὰρ τὸ πολλαπλάσιον καὶ τὸ πολλοστημόριον, καὶ εἴδη τὸ τὶ πολλαπλάσιον καὶ τὸ τὶ πολλοστημόριον.
“此外,在关系项上。” 他说,在关系项上必须考察:属被相对于哪个属陈述,种是否也被相对于种陈述。例如,既然见解是属,而某种见解是它的种,反之见解对象是属,而某种见解对象是种,显而易见,如果作为属的见解是相对于作为属[原文作:种]的见解对象陈述的,那么作为种的某种见解也将相对于作为种的某种见解对象被陈述;如果前者不相对于前者,则后者亦不相对于后者。他说,同样,如果倍数相对于几分之一,某种倍数也相对于某种几分之一;因为倍数和几分之一是属,而某种倍数和某种几分之一是种。
"Ὁρᾶν δὲ καὶ εἰ τοῦ ἀντικειμένου." Δεῖν φησιν εἰδέναι, ὅτι εἰ μὴ καταλλήλως τὰ τῶν πρός τι γένη καὶ εἴδη τις ὁρίσαιτο, ἡμάρτηκε. διὸ δεῖν φησιν ἐπισκοπεῖν εἰ ὁ ἀντικείμενος τῷ ἀποδεδομένῳ λόγος τοῦ ἀντικειμένου αὐτῷ ἐστιν ὁρισμός. ἀντικείμενα δὲ νῦν τὰ πρός τι καλεῖ. καὶ ἐπὶ τῶν ἐναντίων ὡσαύτως· εἴρηκε γὰρ ὅτι ὁ ἐναντίος τοῦ ἐναντίου λόγος ἔσται.
“还要看是否[属于]对立者。” 他说必须知道,如果有人不相应地定义关系项的属和种,他就犯了错误。因此他说,必须审视与所给出的表述相对立的表述是否是与它相对立之物的定义。而他现在把关系项称为对立者。在相反者上亦同样如此;因为他已说过,相反的表述将是相反者的表述。
- 6.73ἄγοντας ἐπὶ τὰς ἰδέας καὶ μεταφέροντας
阳性宾格复数分词 ἄγοντας 与 μεταφέροντας 指向非人称结构 δεῖν ... ἐλέγχειν(“必须反驳”)的逻辑主语(泛指反驳者)。尽管紧随其前的 τοὺς ... προστιθέντας 是 ἐλέγχειν 的逻辑宾语,此处的分词短语则是作状语(表示手段或方式),修饰实施反驳的主体。
- 6.74δηλονότι ἁρμόζοντα κατὰ τὴν λέξιν ἑκάστῳ αὐτῶν οἰκείως τὸν ἀποδοθέντα ὁρισμόν
分词 ἁρμόζοντα 为阳性单数宾格,修饰不定词 μεταφέρειν 的未明指逻辑主语(τινά),作状语性说明,其直接宾语是后置的 τὸν ἀποδοθέντα ὁρισμόν。分词与其宾语之间存在倒装离隔结构(hyperbaton)。
- 6.75πρὸς εἶδος τὸ ὑποληπτὸν
从上下文逻辑来看,前面刚刚确立了“见解对象(τὸ ὑποληπτόν)是属(γένος)”,此处按理论本应期待作 πρὸς γένος,但传抄文本作 πρὸς εἶδος。这可能是抄写流传中的讹误,或将 εἶδος 作为某种同格表述。译文严格遵循传抄字面,同时维持句法上的介词补足成分结构。
