← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§465.9-467.4

关系项定义中的目的陈述与限定缺失

亚历山大解释了亚里士多德在《论题篇》卷六第八章中的学说,即阐明关系项的定义应当相对于目的而非朝向目的之手段来陈述、不应将生成、活动或运动当作目的,以及通过揭示缺乏必要种差与限定的残缺定义来进行反驳的论题,并辅以具体的定义例证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.70

" Ἢ εἰ πρός τι εἰρημένον μὴ πρὸς τὸ τέλος." Οὐδὲ τούτους φησὶν ὁρίζεσθαι, ὅσοι τοῦ ὁριστοῦ πρός τι ὄντος καὶ λεγομένου πρὸς δύο,1 ὧν τὸ ἕτερον ἐπὶ τὸ ἕτερον τὴν ἀναφορὰν ἔχει, καὶ ἔστι τὸ μὲν ὡς τέλος τὸ δὲ ὡς πρὸς τὸ τέλος, μὴ πρὸς τὸ τέλος ἀλλὰ πρός τι τῶν πρὸς τὸ τέλος ἀποδιδόασι· δεῖ γὰρ ἀεὶ πρὸς τὸ βέλτιστον τῶν πρὸς ἃ λέγεται ἀποδιδόναι (ἕκαστον γὰρ κατὰ τὸ βέλτιστον τῶν ἐν αὐτῷ μάλιστά ἐστιν) ἢ πρὸς τὸ ἔσχατον. οἷον εἴ τις εἴποι ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδέος, οὐ καλῶς ὡρίσατο· οὐ γὰρ τὸ ἡδὺ τέλος τῆς ἐπιθυμίας ἀλλά τι τῶν πρὸς τὸ τέλος· τέλος γὰρ τῆς ἐπιθυμίας ἡ ἡδονή· διὰ γὰρ ταύτην καὶ τὸ ἡδὺ αἱρούμεθα. ἔδει οὖν εἰπεῖν ὅτι ἐπιθυμία ἐστὶν ὄρεξις ἡδονῆς· αὕτη γὰρ τέλος.

“或者,如果作为关系项被言说的东西未相对于目的被陈述。” 他说,那些在被定义项作为关系项且相对于两件事物被言说时——其中一者指涉另一者,且一者作为目的,另一者作为朝向目的者——不是相对于目的,而是相对于朝向目的之物中的某物来陈述的人,也并未下定义;因为人们必须始终相对于它所相对于言说的对象中最好者(因为每一事物最主要根据其内最好者而存在),或者相对于终极者来陈述。例如,如果有人说欲求是对快意之物的渴望,他就没有恰当地定义;因为快意之物不是欲求的目的,而是朝向目的之物之一;因为欲求的目的是快乐;因为为了快乐的缘故,我们也选择快意之物。因此他本应当说欲求是对快乐的渴望;因为这才是目的。

§6.71

"Σκοπεῖν δὲ καὶ εἰ γένεσις." Σκοπεῖν δὲ δεῖ, φησί, καὶ εἰ γένεσίς ἐστιν ἢ ἐνέργεια ἢ κίνησις πρὸς ὃ ἀπεδόθη ὁ ὁρισμός· οὔτε γὰρ ἡ γένεσις ἢ ἡ ἐνέργεια ἢ ἡ κίνησις τέλη εἰσί, διότι ἡ μὲν γίνεται, ἡ δὲ ἐνεργεῖται, ἡ δὲ κινεῖται, οὐδὲν δὲ τούτων τέλος ἐστίν. οἷον εἴ τις εἴποι ὅτι λευκόν ἐστι σῶμα πρὸς λεύκανσιν κινούμενον· ἐπειδὴ γὰρ κινεῖται καὶ οὔπω εἰς πέρας κατήντησε καὶ ἤδη λευκὸν γέγονεν,2 οὐ καλῶς ἀπεδόθη ὁ ὁρισμός, ἐπεὶ οὐ τὸ τέλος ἔλαβεν. ἢ πάλιν λευκόν ἐστι χρῶμα ἀπὸ μελανίας ἀφιστάμενον· καὶ οὗτος γὰρ ὁ ὁρισμὸς οὐκ ἔχει καλῶς· οὐ γὰρ ἡ ἀπὸ μελανίας ἀπόστασις τὸ πέρας ἐδήλωσεν. ὁμοίως οὖν καὶ ἐπὶ τῶν λοιπῶν, γενέσεως καὶ ἐνεργείας· τὸ γὰρ γεγενῆσθαι καὶ ἐνηργηκέναι τέλη μᾶλλόν εἰσιν ἢ τὸ γίνεσθαι καὶ ἐνεργεῖν. ἐπὶ τούτοις κομίζει ἔνστασιν πρὸς τὸν τόπον καὶ δείκνυσι μὴ ἀληθῆ ὄντα ἐπὶ πάντων· φησὶ γὰρ ἐπὶ τοῦ ἥδεσθαι τοὺς πλείστους τὸ ἐνεργεῖν μᾶλλον βούλεσθαι ἢ τὸ ἐνηργηκέναι, τουτέστι τὸ πεπαῦσθαι, ὥστε ἐπὶ τούτου τὸ ἐνεργεῖν μᾶλλον εἴη ἂν τέλος, οὐ τὸ ἐνηργηκέναι.

“还要考察它是否是生成。” 他说,还必须考察定义所相对于被陈述的对象是否是生成、活动或运动;因为生成、活动和运动都不是目的,因为一者处于生成之中,另一者处于活动之中,另一者处于被运动之中,而这些没有一个是目的。例如,如果有人说白是朝向变白而运动的物体;因为既然它正在运动,并且尚未达到极限也未已经变为白,那么定义就没有被恰当地陈述,因为他没有取目的。又或者说,白是正在从黑脱离的颜色;因为这一定义也是不恰当的;因为从黑脱离并未表明极限。因此在其余的事物,即生成和活动上,情况也是如此;因为已经生成和已经活动比起正在生成和正在活动而言更是目的。关于这些,他针对该论题提出了一个反驳,并表明它并非在所有情况下都真;因为他说,在享受快乐的事情上,多数人宁愿处于活动之中,而不愿已经活动完毕,即停止下来,因此在这种情况下,处于活动之中反而更是目的,而不是已经活动完毕。

§6.72

"Πάλιν ἐπ’ ἐνίων εἰ μὴ διώρικεν." Ἐπεὶ γίνονταί τινες ἁμαρτίαι ἐν τοῖς ὁρισμοῖς καὶ παρ’ ἔλλειψιν, νῦν παραδίδωσι τόπον, πῶς φωρᾶν τοὺς οὕτως ἁμαρτάνοντας δυνησόμεθα. ἐπεὶ γὰρ ἔνια τῶν ὄντων τοιαῦτά ἐστιν οὐ τῷ ἁπλῶς ἔν τινι εἶναι ἀλλὰ τῷ ἐν ποσότητι ἢ ποιότητι ἢ τόπῳ ἤ τινι τοιαύτῃ διαφορᾷ, ὁ τῶν μετὰ τοιαύτης διαφορᾶς ὄντων τι χωρὶς τῆς διαφορᾶς ὁριζόμενος οὐχ ὁρίζεται. οἷον εἰ εἴποι τις ‘φιλότιμός ἐστιν ὁ τιμῆς ὀρεγόμενος’, μὴ προσθεὶς ποίας, οἷον παρὰ βασιλέως ἢ παρὰ μεγιστάνων, μηδὲ πόσης, οἷον μείζονος ἢ τῆς τυχούσης, μηδὲ ποῦ, οἷον ἐν βουλευτηρίῳ ἢ ἐν ἀγορᾷ, μηδ’ ἄλλην τῶν τοιούτων διαφορῶν, οὐκ ἀποδίδωσι τὸν ὁρισμὸν ἐντελῆ. καὶ ἐπὶ τούτῳ τίθησι καὶ ἕτερα παραδείγματα, ἅπερ ὡς σαφῆ καταλείπομεν. πῶς δέ ἐστιν ὁ τῆς νυκτὸς ὁρισμός, ὁ λέγων ὅτι νύξ ἐστι σκιὰ γῆς, ἐλλιπής; ὅτι καὶ σκιᾶς γινομένης ὑπὸ δένδρου ἢ ὄρους μεγίστου νὺξ οὐκ ἔστιν, ὅτι μὴ ἡ τυχοῦσα καὶ ὡς ἔτυχε γινομένη σκιὰ γῆς νύξ ἐστιν ἀλλ’ ἡ γινομένη παρὰ τὴν τοῦ ἡλίου αἰτίαν, τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους παρ’ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ.3 ἔδει δὴ προσκεῖσθαι τῷ ὅρῳ ‘τοῦ ἡλίου διαμετροῦντος τῇ σκιᾷ’. καὶ ὁ τοῦ σεισμοῦ δὲ ὅρος ὡσαύτως· ἔδει γὰρ προσκεῖσθαι τὸ ‘ἐκ πνεύματος βιαίου ἐνσχεθέντος τοῖς κοιλώμασι τῆς γῆς καὶ ζητοῦντος διέξοδον’· πολλάκις γάρ τινων ὀρυσσόντων γῆν καὶ τὴν δίκελλαν σφοδρότερον καθιέντων διὰ τὸ ἐντετυχηκέναι σκληροτέρᾳ γῇ ἢ λίθου βαρέος ἀπὸ ὕψους πεσόντος κλόνος τις βραχύτατος τῶν περὶ αὐτὰ γίνεται. τῷ δὲ τῆς νεφέλης ὁρισμῷ, ὅτι πύκνωσις ἀέρος, ἔδει προσκεῖσθαι τὸ τοιάδε, ἤγουν σφοδρά. τῷ δὲ ὁρισμῷ τοῦ πνεύματος, ὅτι κίνησις ἀέρος, τὸ ἐξ ἀναθυμιάσεως τῆς γῆς. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διὰ τοῦτο δεῖ, φησίν, ὁρᾶν τὸν ὁρισμόν, [καὶ] εἴ τι παραλέλειπται ἐν αὐτῷ, εἶτα ἐπιχειρεῖν ἀπὸ τοῦ ἐνδεοῦς. οὐδὲ γὰρ ὁπωσοῦν κινηθείσης τῆς γῆς οὐδὲ μικροῦ μορίου τῆς γῆς κινηθέντος σεισμὸς ἔσται· δεῖ οὖν προσθεῖναι τὸ πόσης, ἤγουν ὅλης ἢ ἀξιολογωτάτου μέρους τινός. ὁμοίως δὲ καὶ ἐπὶ τῶν λοιπῶν.

“再次,在某些事物上,如果他未加以规定。” 既然定义中的某些错误也是因遗漏而产生的,现在他就传授一个论题:我们将如何能够察觉这样犯错误的人。因为在存在之物中,有些事物之所以如此,并非由于单纯存在于某物之中,而是由于存在于数量、性质、场所或某种这类的种差之中,因而那些不用种差来定义具有此类种差而存在之物的人,并未给出定义。例如,如果有人说“爱慕荣誉者是渴求荣誉的人”,而没有补充是何种荣誉(如来自国王还是显贵),多大荣誉(如更大的还是寻常的),何处(如在议事厅还是在广场),也没有补充任何其他此类种差,他就没有给出完满的定义。关于这一点,他还列举了其他例子,我们因为它们清楚明白而予以略过。那么,称夜为大地的阴影的这一定义,又是如何具有缺陷的呢?这是因为,即使当树木或极大的山丘产生阴影时,那也不是夜,因为并非任意产生的、碰巧产生的大地阴影就是夜,而是因太阳之故、因太阳处于(相对于身处夜中的人而言的)地底半球而产生的阴影才是夜。因此定义中本应加上“当太阳正处于阴影对面时”。地震的定义同样如此;因为本应加上“由受阻于大地空隙中并寻求出口的狂暴气流所致”;因为往往当有人挖掘土地、由于遇到更坚硬的泥土而更加用力地挥下十字镐时,或者当沉重的石头从高处坠落时,周围的事物都会发生极其微小的震动。而云的定义即“空气的凝结”,本应加上“某种程度的”,即剧烈的。而风的定义即“空气的运动”,本应加上“来自大地的蒸发”。在其余事物上亦同样如此。因此他说,必须审视定义,看其中是否有任何遗漏,然后从欠缺之处展开反驳。因为既不是大地以任意方式被震动,也不是大地的一小部分被震动,就会成为地震;因此必须补充“多大的”,即整个大地的,或是极其显著的一部分的。其余的事物也是如此。

语法注3 条
  1. 6.70τοῦ ὁριστοῦ πρός τι ὄντος καὶ λεγομένου πρὸς δύο

    属格独立结构 τοῦ ὁριστοῦ πρός τι ὄντος καὶ λεγομένου πρὸς δύο 嵌套在关系从句 ὅσοι... ἀποδιδόασι 内部,且修饰 δύο 的关系从句 ὧν τὸ ἕτερον... ἔχει 紧随其后。整个句子的主动词是 φησίν,支配带不定式的宾格结构 οὐδὲ τούτους... ὁρίζεσθαι(“他说这些人也没有下定义”)。

  2. 6.71οὔπω εἰς πέρας κατήντησε καὶ ἤδη λευκὸν γέγονεν

    否定副词 οὔπω(“尚未”)同时统辖其后并列的两个动词 κατήντησε 和 γέγονεν,表达一种双重未实现的状态:“它既尚未达到终极,也[尚未]已经变白”。

  3. 6.72τῷ εἶναι αὐτὸν ἐν τῷ ὑπὸ γῆν, ὡς πρὸς τούτους παρ’ οἷς ἐστιν ἡ νύξ, ἡμισφαιρίῳ

    带冠词的不定式 τῷ εἶναι 是表示原因的与格。在介词短语 ἐν τῷ... ἡμισφαιρίῳ 中,冠词 τῷ 与名词 ἡμισφαιρίῳ 之间插入了修饰语 ὑπὸ γῆν 以及包含关系从句的插入成分 ὡς πρὸς τούτους παρ’ οἷς ἐστιν ἡ νύξ,构成长距离的倒置间隔结构(hyperbaton)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:465.9-467.4