← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§463.17-465.8

关系项的定义与相关项的陈述

注解亚里士多德《论题篇》卷六第4章(146a36–146b6),论述在定义关系项时,必须在定义中陈述其自身或其属所对应的相关项,并分析将文法学定义为“文字的知识”这一做法的缺陷。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.68

" Ἐὰν δ’ ᾖ πρός τι." Τῶν πρός τι τὰ μὲν καθ’ αὑτά ἐστιν, ὡς ἐπιστήμη, αἴσθησις, διπλάσιον· καθ’ αὑτὰ γὰρ ἀποδίδονται, ἐπιστήμη μὲν πρὸς ἐπιστητόν, αἴσθησις δὲ πρὸς αἰσθητόν, καὶ ὁμοίως διπλάσιον πρὸς ἥμισυ. τὰ δὲ καθ’ αὑτὰ μὲν οὐκ ἔστι πρός τι κατὰ δὲ τὸ γένος, ὡς γεωμετρία, γραμματική· ταῦτα γὰρ κατὰ τὸ γένος, τὴν ἐπιστήμην, πρός τί ἐστι, καθ’ αὑτὰ δὲ ποιότητές, ὡς ἐν Κατηγορίαις δέδεικται. ἂν δὴ ὁριζόμενός τίς τι τῶν πρός τι μὴ ἐν τῷ ὁρισμῷ ἀποδιδῷ πρὸς ὃ λέγεται ἢ αὐτὸ τοῦτο 〈, εἰ〉 εἴη καθ’ αὑτὸ τῶν πρός τι,1 ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι, οὐκ ἂν εἴη ὁρισμός· οὐ γὰρ τὴν οὐσίαν δηλοῖ τοῦ ὁριστοῦ. οἷον εἴ τις ἀποδοίη τῆς ἐπιστήμης ὁρισμὸν λέγων ‘ἐπιστήμη ἐστὶν ὑπόληψις ἀμετάπειστος’, οὐ καλῶς ἀπέδωκε τὸν ὅρον· οὔτε γὰρ καθ’ αὑτὸ πρός τι ὡρίσατο τὴν ἐπιστήμην οὔτε κατὰ τὸ γένος, ἤγουν τὴν ὑπόληψιν, ὃ ἔλαβεν ἐν τῷ ὅρῳ· εἰ γὰρ ἀπεδίδοτο ἡ ὑπόληψις πρὸς ὑποληπτόν, εἶχεν ἂν ὁ ὅρος καλῶς. ὁμοίως καὶ εἴ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις ἄλυπος’, οὐκ ἀπέδωκε καλῶς τὸν ὁρισμόν· οὔτε γὰρ πρὸς ὃ λέγεται τὸ πρᾶγμα, ἤγουν ἡ βούλησις, οὔτε πρὸς ὃ λέγεται τὸ γένος, τὴν ἐν τῷ ὅρῳ ἀπόδοσιν ἐποιήσατο. εἰ δέ τις εἴποι ‘βούλησίς ἐστιν ὄρεξις βουλητοῦ ἢ ὄρεξις ὀρεκτοῦ’, καλῶς ἔσται ἀποδεδωκὼς τὸν ὅρον τῆς βουλήσεως· ἡ γὰρ οὐσία τῶν πρός τι τοῦτό ἐστι τὸ πρὸς ἕτερον λέγεσθαι, ἐπεὶ τὸ εἶναι καὶ ἡ οὐσία τῶν πρός τί ἐστιν ἐν τῷ ἕκαστον πρός τί πως ἔχειν ἢ πρὸς ἕτερον λέγεσθαι. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὄρεξις ὀρεκτοῦ’ εἶπεν ὄρεξις ἀγαθοῦ, ἐπεὶ καθολικώτερόν ἐστι τὸ ὀρεκτὸν τοῦ ἀγαθοῦ· πᾶν γὰρ ἀγαθὸν ὀρεκτόν, οὐ πᾶν δὲ ὀρεκτὸν ἀγαθόν· τῷ γὰρ κλέπτῃ ὀρεκτὸν μέν ἐστι τὸ κλέπτειν, οὐκ ἀγαθὸν δέ.

“如果它是关系项。” 在关系项中,有些是就其自身而言的,如知识、感觉、两倍;因为它们是就其自身被陈述的,知识是相对于可知事物,感觉是相对于可感事物,同样两倍是相对于一半。另一些就其自身而言并不是关系项,而是根据属而言是关系项,如几何学、文法学;因为这些根据属即知识而言是关系项,但就其自身而言是质,正如在《范畴篇》中所证明的那样。因此,如果有人在定义某个关系项时,没有在定义中陈述它是相对于什么而言被言说的——如果是就其自身属于关系项,则陈述这本身;如果是根据属而属于关系项,则根据属[陈述]——那么这就不是定义;因为它没有表明被定义项的实体。例如,如果有人陈述知识的定义,说“知识是不可动摇的领会”,他就没有恰当地陈述该定义;因为他既没有将知识定义为就其自身而言的关系项,也没有根据属即他在定义中所取的领会来定义它;因为如果领会是相对于被领会之物陈述的,该定义就会是恰当的。同样,如果有人说“意愿是无痛苦的欲求”,他就没有恰当地陈述定义;因为他无论相对于该事物即意愿而言被言说的对象,还是相对于属而言被言说的对象,都没有在定义中作出陈述。但如果有人说“意愿是对可意愿之物的欲求,或对欲求对象的欲求”,他就会是恰当地陈述了意愿的定义;因为关系项的实体就在于相对于另一事物被言说,既然关系项的存在与实体在于每一事物以某种方式相对于某物而成立,或相对于另一事物被言说。而他之所以不说“对欲求对象的欲求”,而说“对善的欲求”,是因为欲求对象比善更具普遍性;因为一切善都是欲求对象,但并非一切欲求对象都是善;因为对盗贼来说,偷盗固然是欲求对象,但绝非善。

§6.69

"Ὁμοίως δὲ καὶ εἰ τὴν γραμματικὴν ὡρίσατο ἐπιστήμην γραμμάτων." Ὁ οὕτως ὁριζόμενος οὐχ ὁρίζεται αὐτήν, ἐπειδὴ οὐκ ἀποδέδοται ἐν τῷ ὅρῳ πρὸς ὃ ἡ ἐπιστήμη τὸ εἶναι ἔχει· ἔστι δὲ τὸ ἐπιστητόν· οὐκ ἔστι δὲ ταὐτὸν τὸ γραμμάτων τῷ ‘ἐπιστητοῦ’. διὸ ἔδει ἐν τῷ ὅρῳ κεῖσθαι ‘ἐπιστητοῦ’· αὐτὴ μὲν γὰρ ἡ γραμματικὴ οὐ λέγεται πρός τι, οὐδέ ἐστιν αὐτῆς τὸ εἶναι τὸ γραμμάτων εἶναι. διὸ τοῦτο μὲν οὐκ ἔδει ἐν τῷ λόγῳ εἰπεῖν· ἐπεὶ δὲ κατὰ γένος ἐστὶ πρός τι, πρὸς ὃ τὸ γένος αὐτῆς λέγεται, τοῦτο ἔδει ἀποδιδόναι. ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος· ἡ δὲ γραμματικὴ οὔτε πρός τί ἐστι καθ’ αὑτὴν οὔτε γραμμάτων ἐστὶν ἐπιστήμη, ἀλλὰ τοῦ ἀναγινώσκειν καὶ γράφειν. τὸ δ’ ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι εἴη ἂν εἰρημένον, ὅτι2 τῶν πρός τι τὰ μὲν καθ’ αὑτά ἐστι πρός τι, πρὸς ἃ δεῖ ἀποδίδοσθαι· ὁ γὰρ λέγων τὴν ἐπιστήμην ὑπόληψιν ἐπιστητῶν οὐ πρὸς ὃ ἡ ὑπόληψις λέγεται, ὃ γένος ἔλαβε τῆς ἐπιστήμης, ἐν τῷ ὅρῳ τέθεικεν, ἀλλὰ πρὸς ὃ ἡ ἐπιστήμη· καθ’ αὑτὴν γὰρ ἡ ἐπιστήμη πρός τι. ὁ δὲ τὴν γραμματικὴν λέγων ἐπιστήμην ἐπιστητῶν τοιούτων, πρὸς ὃ τὸ γένος λέγεται τοῦ ὁριζομένου, τοῦτο ἔλαβεν, ἐπειδὴ καὶ τὸ ὁριστόν, ἡ γραμματική, κατὰ τὸ γένος πρός τι.

“同样,如果他将文法学定义为文字的知识。” 这样下定义的人并未定义它,因为在定义中并没有陈述知识的存在所依托的对象;这就是可知事物;而“文字的”与“可知事物的”并不是同一的。因此在定义中应当设定“可知事物的”;因为文法学本身并不被称为关系项,“是文字的”也不是它的存在。因此在定义公式中本不应说这个;但既然它根据属而言是关系项,他就应当陈述它的属是相对于什么而言被言说的。因为他本应当陈述它自身相对于什么被言说,或者属相对于什么被言说;然而文法学既非就其自身而言是关系项,也非文字的知识,而是阅读与书写的[知识]。而“因为他本应当在定义中陈述它自身相对于什么被言说,或者属相对于什么被言说”这句话所要表达的应当是:在关系项中,有些是就其自身而言的关系项,也就是应当相对于它们来陈述的;因为称知识为“可知事物的领会”的人,在定义中所置入的并非领会(他将其取作知识的属)所相对于被言说的对象,而是知识所相对于被言说的对象;因为知识就其自身而言是关系项。而称文法学为“此类可知事物的知识”的人,则取了被定义项的属所相对于被言说的对象,因为被定义项即文法学也是根据属而言的关系项。

语法注2 条
  1. 6.68ἢ αὐτὸ τοῦτο 〈, εἰ〉 εἴη καθ’ αὑτὸ τῶν πρός τι, ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι

    此结构详述了由 μὴ ἐν τῷ ὁρισμῷ ἀποδιδῷ 所支配的宾语从句 πρὸς ὃ λέγεται 在两种条件下的对应关系。为与后半部分的 ἢ κατὰ τὸ γένος, εἰ κατὰ τοῦτο εἴη τῶν πρός τι 形成平行对称,前半部分的 ἢ αὐτὸ τοῦτο 之后在校勘中补入了 〈, εἰ〉,构成选言条件句:“如果它自身属于关系项,则陈述这本身[所相对于者];如果根据属属于关系项,则根据属[陈述所相对于者]”。

  2. 6.69τὸ δ’ ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι εἴη ἂν εἰρημένον, ὅτι

    由中性定冠词 τὸ 实词化的引用语句 ἔδει γὰρ ἢ πρὸς ὃ αὐτὸ λέγεται ἢ πρὸς ὃ τὸ γένος ἐν τῷ ὁρισμῷ ἀποδίδοσθαι 置于句首,充当主谓短语 εἴη ἂν εἰρημένον(带 ἄν 的潜能祈愿语气)的语法主语。随后的 ὅτι 从句则引出对该引用语句所意指的理由或含义的阐释(“……这句话所要表达的应当是……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:463.17-465.8