← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§462.1-463.16

析取定义之矛盾与展开属和种差的定义

基于亚里士多德《论题篇》卷六第六章,亚历山大阐明了针对就两件事物作析取式陈述的定义(如美或存在的定义)会导致同一事物自相矛盾的驳斥论题,进而讨论了将定义中的属或种差替换为其各自定义以检验是否存在不一致的论题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.66

" Ἔτι ἐὰν πρὸς δύο." Δεῖ, φησί, καὶ τοῦτο ἐν τῷ ἀποδεδομένῳ λόγῳ ζητεῖν, εἰ πρὸς δύο τὸν ὁρισμὸν ἀποδέδωκεν. ἐπεὶ δὲ1 τῶν πρὸς δύο ἀποδεδομένων τὸ μὲν οὕτως ἀποδεδόσθαι πρὸς αὐτὰ δύναται ὡς πρὸς ἄμφω ἅμα (ὁ γὰρ τὴν γραμματικὴν λέγων ἐπιστήμην τοῦ ἀναγινώσκειν τε καὶ γράφειν πρὸς ἄμφω ἅμα αὐτὴν ἀποδέδωκε), τὸ δὲ πρὸς δύο μὲν ἀποδίδοται, οὐ μέντοι ὡς πρὸς ἄμφω ἅμα, ἀλλ’ ὡς ἐν τούτοις τοῦ πράγματος τοῦ ὁριστοῦ ὄντος, βουλόμενος δεῖξαι πῶς πρὸς δύο τὸν ἀποδεδομένον λόγον ποιεῖται ὁ ὁριζόμενος, προσέθηκε τὸ καθ’ ἑκάτερον, ὅ ἐστι δηλωτικὸν τοῦ μὴ πρὸς ἄμφω ἅμα· ὡς ποιεῖ ὁ τὸ καλὸν ὁριζόμενος τὸ δι’ ὄψεως ἢ δι’ ἀκοῆς ἡδύ. τοὺς δὴ οὕτως ὁριζομένους λέγει μὴ ἀποδιδόναι τὸν τοῦ πράγματος λόγον· ἅμα γὰρ διὰ τοῦ αὐτοῦ λόγου τὸ αὐτὸ καὶ τοῦτο καὶ οὐ τοῦτο λέγουσι καὶ καλὸν καὶ οὐ καλὸν καθ’ ἑκάτερον τῶν ἀποδοθέντων. εἰ γὰρ καλόν ἐστι τὸ δι’ ὄψεως ἡδύ, ἔστι δὲ καλὸν καὶ τὸ δι’ ἀκοῆς, ἔσται ἑκατέρῳ αὐτῶν ταὐτόν· ἀλλ’ εἰ τὸ καλὸν τοῦτο, ὅταν μὴ δι’ ὄψεως ᾖ ἡδύ, οὐκ ἔσται καλόν· τοῖς γὰρ αὐτοῖς καὶ τὰ ἀντικείμενα τὰ αὐτά· εἰ οὖν ταὐτὸν καλόν τε καὶ δι’ ὄψεως ἡδύ, ἀντίκειται δὲ τῷ μὲν καλῷ τὸ μὴ καλόν, τῷ δὲ δι’ ὄψεως ἡδεῖ τὸ μὴ ἡδὺ δι’ ὄψεως, ἔσται ταὐτὸν τὸ μὴ καλὸν τῷ μὴ δι’ ὄψεως ἡδεῖ· ἀλλὰ μὴν τὸ δι’ ἀκοῆς ἡδὺ οὐ δι’ ὄψεώς ἐστιν ἡδύ· τὸ ἄρα δι’ ἀκοῆς ἡδὺ οὐ καλόν· ἀλλ’ ὑπόκειται τὸ δι’ ἀκοῆς ἡδὺ καλόν·2 τὸ αὐτὸ ἄρα ἔσται καλὸν καὶ οὐ καλὸν τοῖς οὕτως ὁριζομένοις. ὁμοίως δὲ καὶ ὁ τοῦ ὄντος ἀποδιδόμενος λόγος ὁ λέγων εἶναι τὸ ὂν τὸ οἷόν τε ποιεῖν καὶ πάσχειν· τὸ αὐτὸ γὰρ ἔσται ὄν τε καὶ μὴ ὄν. εἰ γὰρ τὸ ὂν ταὐτὸν ἑκατέρῳ αὐτῶν, εἰ τὸ ὂν ταὐτὸν τῷ οἵῳ τε ποιεῖν, τὸ μὴ οἷόν τε ποιεῖν οὐκ ἔστιν ὄν· τὸ δὲ οἷόν τε πάσχειν μηκέτι δὲ ποιεῖν ἄλλο τοῦ οἵου τε ποιεῖν· ἔσται ἄρα τὸ οἷόν τε πάσχειν οὐκ ὄν, καὶ ἔσται τὸ οἷόν τε πάσχειν ταὐτὸν τῷ ὄντι καὶ μὴ ὄντι, τῷ μὲν ὄντι, ὅτι ἔκειτο τὸ ὂν καὶ ἐν τούτῳ, τῷ δὲ μὴ ὄντι, ὅτι τὸ ἀντικείμενον τῷ οἵῳ τε ποιεῖν, ὃ ταὐτὸν ἦν τῷ ὄντι, ταὐτὸν ἔσται τῷ μὴ ὄντι. ἀλλὰ καὶ αὐτὸ τὸ ποιοῦν καὶ πάσχον ἔσται ὂν καὶ οὐκ ὄν· καθόσον μὲν γὰρ οἷόν τε ποιεῖν, ὂν αὐτὸ ἐρεῖ, καθόσον δὲ οἷόν τε πάσχειν, οὐκ ὄν· ἢ ἔμπαλιν· οὐδὲν γὰρ διαφέρει.

“此外,如果是相对于两件事物。” 他说,在所陈述的定义公式中也必须考察这一点,即他是否相对于两件事物陈述了定义。而在相对于两件事物陈述的定义中,一种能够这样相对于它们陈述,即同时相对于两者(因为说文法是阅读与书写的知识的人,是将它同时相对于两者陈述的),而另一种虽然相对于两件事物陈述,却绝非同时相对于两者,而是将被定义的事物置于这二者之中;为了表明下定义者如何使所陈述的定义公式相对于两件事物,他便添加了“分别就每一方而言”,这表明并非同时相对于两者;正如将美定义为通过视觉或通过听觉令人愉悦之物的人所做的那样。于是他说,这样下定义的人并没有陈述事物的定义公式;因为通过同一个定义公式,他们同时说同一事物分别就所陈述的每一方而言既是这一个又不是这一个,既是美又不是美。因为,如果通过视觉令人愉悦之物是美,而通过听觉令人愉悦之物也是美,那么美就会与它们各自是同一的;但如果这就是美,那么当它不是通过视觉令人愉悦时,它就不是美;因为对于同一事物,对立面也是同一的;因此,如果美与通过视觉令人愉悦之物是同一的,而对立于美的是不美,对立于通过视觉令人愉悦之物的是不通过视觉令人愉悦之物,那么不美就会与不通过视觉令人愉悦之物是同一的;但是,通过听觉令人愉悦之物确实不是通过视觉令人愉悦的;因此,通过听觉令人愉悦之物不是美;然而,原先设定了通过听觉令人愉悦之物是美;因此,对于这样下定义的人来说,同一事物既会是美又会是不美。同样,关于“存在”所陈述的、称存在是“能够施动与受动之物”的定义公式也是如此;因为同一事物既会是存在又会是非存在。因为,如果存在与它们各自是同一的,如果存在与能够施动之物是同一的,那么不能施动之物就不是存在;而能够受动却不再能施动之物,是不同于能够施动之物的;因此,能够受动之物将是非存在,而能够受动之物将与存在和非存在都是同一的——与存在是同一的,是因为存在也曾被设定在此物之中;与非存在是同一的,是因为与能够施动之物相对立者(它曾与存在是同一的)将与非存在是同一的。不仅如此,施动且受动之物自身也将既是存在又是非存在;因为就其能够施动而言,他将称其为存在,而就其能够受动而言,他将称其为非存在;或者反过来亦然;因为没有任何区别。

§6.67

"Ἔτι καὶ τῶν γενῶν καὶ τῶν διαφορῶν." Ἔτι δεῖ, φησίν, ἀντὶ τῶν ὀνομάτων τῶν ἐν τοῖς ὅροις κειμένων, εἴτε γένη εἰσὶ ταῦτα εἴτε διαφοραί, λαμβάνειν τοὺς ὅρους αὐτῶν καὶ σκοπεῖν εἰ διαφωνοῦσιν. οἷον φυτόν ἐστι ζῷον ἐρριζωμένον ἐν τῇ γῇ· ἐπεὶ οὖν ληφθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου, ὃ ὡς γένος κεῖται ἐν τῷ ὅρῳ τοῦ φυτοῦ (ἔστι δ’ οὗτος τὸ οὐσία ἔμψυχος αἰσθητική), διαφωνία ἔσται τούτου πρὸς τὸ φυτόν (οὐ γὰρ ἔστιν αἰσθητικὸν τὸ φυτόν), οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος3 ὁ τοῦ φυτοῦ ὁρισμός, τὸ ζῷον ἐρριζωμένον ἐν γῇ. ὁμοίως καὶ ἐπὶ τῶν διαφορῶν.

“此外,关于属和种差。” 他说,此外,代替定义中所设定的名称,无论这些名称是属还是种差,都必须获取它们的定义,并考察它们是否不一致。例如,“植物是扎根于地里的动物”;既然当取了作为属设定在植物定义中的动物的定义时(这是“有灵魂的、具感知能力的实体”),这一定义与植物之间就会产生不一致(因为植物不是具感知能力的),那么植物的定义即“扎根于地里的动物”就不会是被恰当陈述的。对于种差而言亦是如此。

语法注3 条
  1. 6.66ἐπεὶ δὲ τῶν πρὸς δύο ἀποδεδομένων τὸ μὲν... τὸ δὲ...

    属格 τῶν πρὸς δύο ἀποδεδομένων 是表示整体的部分属格,统辖随后形成对比的两个主语 τὸ μὲν... τὸ δὲ...(一种……另一种……)。在承接该 ἐπεὶ 从句的整句结构中,βουλόμενος δεῖξαι... προσέθηκε τὸ καθ’ ἑκάτερον 构成主句,用以解释亚里士多德添加该短语的意图。

  2. 6.66ἀλλ’ ὑπόκειται τὸ δι’ ἀκοῆς ἡδὺ καλόν

    动词 ὑπόκειται 采用双重主格结构,其中 τὸ δι’ ἀκοῆς ἡδύ 为主语,καλόν 为谓词主格,意为“原先设定了通过听觉令人愉悦之物是美”,用于重申初始前提以导出矛盾。

  3. 6.67ἐπεὶ οὖν ληφθέντος τοῦ ὁρισμοῦ τοῦ ζῴου... διαφωνία ἔσται τούτου πρὸς τὸ φυτόν... οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος

    整个句子的骨架是由 ἐπεὶ οὖν... διαφωνία ἔσται... 引导的原因从句,引出带有 ἄν 的愿望语气(οὐκ εἴη ἂν καλῶς ἀποδεδομένος)的主句以表达推论结论。从句内的 ληφθέντος τοῦ ὁρισμοῦ 作为独立属格结构表示时间或条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:462.1-463.16