← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§460.17-461.30

依程度容纳之不一致驳斥定义

注解亚里士多德《论题篇》卷六第7章(146a3–146a18),阐明基于“程度”(更多与更少)的驳斥论题:当被定义项与定义公式在容纳程度的属性上不一致,或者两者并非同时而是交替容纳程度时,以及名称与定义公式在述说各下属种或部分时程度不匹配的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.63

" Εἰ τὸ μὲν πρᾶγμα δέχεται τὸ μᾶλλον." Εἰ τὸ μὲν ὁριστόν, φησίν, ἐπίτασιν ἐπιδέχεται, τὸ δὲ κατὰ τὸν λόγον ἀποδοθὲν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν τὸ μὲν κατὰ τὸν λόγον ἐπιδέχεται, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἡ ἡδονή ἐστι διάθεσις ψυχῆς βελτίστη· ἰδοὺ γὰρ τὸ μὲν ὁριστὸν ἐπιδέχεται τὸ μᾶλλον· ἔστι γὰρ μᾶλλον καὶ ἧττον ἡδονή· ὁ δὲ ὁρισμός, τουτέστιν ἡ διάθεσις ψυχῆς ἡ βελτίστη, ἐπεὶ ἕξις ἐστίν, οὐκ ἐπιδέχεται τὸ μᾶλλον. ἢ τὸ ἀνάπαλιν, οἷον ὁ ἄνθρωπός ἐστι ζῷον λευκὸν γραμματικόν· ἰδοὺ γὰρ τὸ μὲν ὁριστόν, ὁ ἄνθρωπος, οὐκ ἐπιδέχεται τὸ μᾶλλον· οὐδὲ γὰρ ἔστι μᾶλλον ἄνθρωπος· τὸ δὲ λευκὸν καὶ τὸ γραμματικὸν τὸ ἐν τῷ ὁρισμῷ ἐπιδέχεται· ἔστι γὰρ ζῷον λευκὸν γραμματικὸν καὶ μᾶλλον καὶ ἧττον. δεῖ δὲ καὶ ἀμφότερα ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον ἢ οὐδέτερον, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ. εἰ οὖν ὁ ὁρισμὸς ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δὲ ὁριστὸν οὐκ ἐπιδέχεται, ἢ τὸ ἀνάπαλιν, οὐκ ἔστι ταὐτὸν τῷ ὁριστῷ, καὶ δῆλον ὅτι οὐδὲ ὁρισμός ἐστιν. ἔτι δέ, φησίν, εἰ καὶ ἀμφότερα, τό τε ὁριστὸν καὶ ὁ ὁρισμός, ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, οὐχ ἅμα δὲ ἀλλὰ ἀνὰ μέρος,1 οὐ καλῶς ἀποδέδοται ὁ ὁρισμός. οἷον ἔρως ἐστὶν ἐπιθυμία συνουσίας· ὅτε γὰρ ὁ ἔρως ἔχει τὸ μᾶλλον, ἡ ἐπιθυμία τῆς συνουσίας τὸ ἧττον ἔχει· ὁ γὰρ μᾶλλον ἐρῶν οὐ μᾶλλον ἐπιθυμεῖ συνουσίας· ἡ γὰρ συνουσία φθαρτική ἐστι τοῦ ἔρωτος· ὅτε δὲ ἡ ἐπιθυμία τῆς συνουσίας τὸ μᾶλλον ἔχει, ὁ ἔρως αὖθις τὸ ἧττον· ὁ γὰρ μᾶλλον ἐπιθυμῶν συνουσιάσαι ἧττον ἐρᾷ· ἔδει δὲ ἀμφότερα τό τε μᾶλλον καὶ τὸ ἧττον ἅμα ἐπιδέχεσθαι καὶ μὴ ἀνὰ μέρος, εἴπερ ὁ ὁρισμὸς ὁ αὐτὸς ὀφείλει εἶναι τῷ ὁριστῷ.

“如果事物自身容纳更多。” 他说,如果被定义项容纳增强,而在定义公式中陈述的内容不容纳,或者相反,在定义公式中陈述的内容容纳,而被定义项不容纳,那么这一定义就没有被恰当陈述。例如,“快感是灵魂的最佳情状”;因为看哪,被定义项容纳“更多”;因为存在着更多和更少的快感;而定义,也就是灵魂的最佳情状,既然是一种品格,就不容纳“更多”。或者相反,例如,“人是具有白色的、通晓语法的动物”;因为看哪,被定义项即人并不容纳“更多”;因为并不存在“更多的人”;但定义中的“白色”与“通晓语法”却容纳;因为存在着更多或更少具有白色的、通晓语法的动物。然而,如果定义确实应当与被定义项是同一的,那么双方就必须要么都容纳“更多”与“更少”,要么都不容纳。因此,如果定义容纳“更多”与“更少”,而被定义项不容纳,或者反之,那么它就与被定义项不是同一的,显然它甚至也不是定义。他说,此外,即使被定义项和定义双方都容纳“更多”与“更少”,但不是同时容纳,而是交替容纳,那么这一定义也没有被恰当陈述。例如,“情爱是对结合的渴望”;因为当情爱具有“更多”时,对结合的渴望具有“更少”;因为爱得更多的人并不是更多地渴望结合(因为结合是对情爱的破坏);而当对结合的渴望具有“更多”时,情爱反过来具有“更少”;因为更多渴望结合的人爱得更少;然而,如果定义确实应当与被定义项是同一的,那么双方就应当同时容纳“更多”与“更少”,而不是交替容纳。

§6.64

"Ἔτι εἰ δύο τινῶν προτεθέντων." Ἔτι εἰ δύο τινῶν προτεθέντων εἰδῶν, οἷον φλογὸς καὶ 〈φωτὸς〉πυρός, ἀποδοθείη τοῦ πυρὸς ὁρισμὸς σῶμα λεπτομερέστατον, ληπτέον μέρη τοῦ πυρὸς τὴν φλόγα καὶ τὸ φῶς, καὶ σκεπτέον καθ’ οὗ τὸ πρᾶγμα, ἤγουν τὸ πῦρ, μᾶλλον λέγεται, ὁ δὲ λόγος τοῦ πυρός, ἤγουν τὸ σῶμα λεπτομερέστατον, ἧττον.2 ἐν τούτοις οὖν ἡ μὲν φλὸξ μᾶλλον πῦρ λέγεται ἢ τὸ φῶς, τὸ δὲ φῶς σῶμα λεπτομερέστατον μᾶλλον ἢ ἡ φλόξ. ὥστε οὐκ ἔστιν ὁρισμὸς τὸ σῶμα τὸ λεπτομερέστατον· ἔδει γάρ, εἰ ἦν ὁρισμὸς τοῦτο τοῦ πυρός, καὶ κατ’ ἀμφοτέρων τῶν αὐτοῦ, τῆς τε φλογὸς καὶ τοῦ φωτός, καὶ τὸ ὄνομα ὁμοίως λέγεσθαι καὶ τὸν λόγον3 καὶ μὴ τοῦ μὲν ἧττον τοῦ δὲ μᾶλλον.

“此外,如果提出了两件事物。” 此外,如果提出了两个种,例如火焰和火的光,而将火的定义陈述为“最细微粒的物体”,那么就应当把火焰和光作为火的部分来把握,并且考察事物自身即火对哪一个被述说得更多,而火的定义公式即“最细微粒的物体”被述说得更少。在这些事物中,火焰比起光来更多被称为“火”,而光比起火焰来更多被称为“最细微粒的物体”。因此,“最细微粒的物体”并不是定义;因为如果这是火的定义,本应当在其两样东西即火焰与光两者上,名称与定义公式都同样地被述说,而不是对一方较少而对另一方较多。

§6.65

"Πάλιν εἰ τὸ μὲν ὁμοίως ἀμφοτέροις ὑπάρχει τοῖς προτεθεῖσι, τὸ δὲ ἕτερον μὴ ὁμοίως ἀμφοτέροις ἀλλὰ τῷ ἑτέρῳ μᾶλλον." Κατὰ τοῦτο οὐκ ἂν εἴη ὁρισμὸς πυρὸς σῶμα καυστικόν· ὑπάρχει μὲν γὰρ ἀμφοτέροις, καὶ τῇ φλογὶ καὶ τῷ ἄνθρακι, ἀλλὰ τὸ μὲν πῦρ ὁμοίως, τὸ δὲ καυστικὸν οὐχ ὁμοίως· δοκεῖ γὰρ ὁ ἄνθραξ μᾶλλον καυστικὸς εἶναι διὰ τὴν πυκνότητα.

“再次,如果一方同样地属于所提出的两者,而另一方并非同样地属于两者,而是更多地属于其中之一。” 根据这一点,“燃烧的物体”就不会是火的定义;因为虽然它同时属于两者即火焰和木炭,但“火”是同样地属于两者的,而“燃烧”却不是同样地属于;因为木炭由于其致密性似乎是更具有燃烧性的。

语法注3 条
  1. 6.63οὐχ ἅμα δὲ ἀλλὰ ἀνὰ μέρος

    副词短语 ἀνὰ μέρος 意为“按次序地、交替地”,在此指情爱与欲望的程度呈现反比例或相互消长的关系(一方增强时另一方减弱)。它与 ἅμα(“同时地”)相对立,揭示了定义与被定义项未能在程度上同步保持一致的逻辑缺陷。

  2. 6.64σκεπτέον καθ’ οὗ τὸ πρᾶγμα, ἤγουν τὸ πῦρ, μᾶλλον λέγεται, ὁ δὲ λόγος τοῦ πυρός, ἤγουν τὸ σῶμα λεπτομερέστατον, ἧττον

    由 καθ' οὗ 引导的关系从句依赖于动词 λέγεται(即 κατά τινος λέγεσθαι“述说关于某物”结构),形式上充当动词性形容词 σκεπτέον 的受词,包含隐含的先行词(“考察那样一个对象,在其上火被述说得更多,而火的公式被述说得更少”)。

  3. 6.64καὶ κατ’ ἀμφοτέρων τῶν αὐτοῦ, τῆς τε φλογὸς καὶ τοῦ φωτός, καὶ τὸ ὄνομα ὁμοίως λέγεσθαι καὶ τὸν λόγον

    短语 τῶν αὐτοῦ 为属格复数,指属于火的部分或种,并由同位语 τῆς τε φλογὸς καὶ τοῦ φωτός 具体说明。整体句法骨架是由无人称动词 ἔδει 所统辖的带宾格的不定式结构:καὶ τὸ ὄνομα ... καὶ τὸν λόγον 充当主格意义上的宾格,λέγεσθαι 为不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:460.17-461.30