← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《论题篇》注解

§459.4-460.16

时间一致性的考察与定义的更恰当揭示

亚历山大就亚里士多德《论题篇》卷六进行注解,阐明审视被定义项与定义公式在三种时间(过去、现在、未来)中是否相符的论题(145b21),以及通过比较审视本质是否能由另一种表述更恰当揭示的论题(145b34)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.61

" Ἔτι κατὰ τοὺς χρόνους πάντας ἐπισκοπεῖν." Δεῖ, φησίν, ὁρᾶν εἰ διαφωνεῖ κατὰ χρόνον τοῦ ὁριστοῦ τὸ ἐν τῷ ὁρισμῷ ἀποδεδομένον. εἰ γὰρ τὸ ὁριστὸν ἔχει τὴν παράστασιν ἀΐδιον καὶ ἀθάνατον καὶ κατὰ τοὺς τρεῖς χρόνους διήκουσαν, ἔστι δὲ καὶ ὁ ὁρισμὸς τοιοῦτος, καλῶς ἀποδέδοται· εἰ δὲ διαφωνεῖ, οὐ καλῶς. οὕτως ἂν διαβάλλοιτο ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον·1 ἐπεὶ γὰρ τὸ μὲν αἰώνιον ἀΐδιον καθ’ ὅλους τοὺς χρόνους, ὁ δὲ κατὰ τὸν μέλλοντα μόνον τὸ ἐσόμενον ἀπέδωκεν (ἄδηλον γὰρ εἰ τὸ μέλλον τι ἔσται),2 οὐ καλῶς ἀπέδωκε· διεφώνησε γὰρ κατὰ τὸν χρόνον. ὁμοίως καὶ εἴ τις εἴποι ‘ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον’· τὸ γὰρ νῦν ἄφθαρτον νῦν ἀθάνατον δηλοῖ, καὶ διαφωνεῖ κατὰ τὸν μέλλοντα καὶ παρεληλυθότα· ἄδηλον γὰρ εἰ καὶ μετὰ ταῦτα οὐ φθαρήσεται, ἢ εἰ πρώην ἔφθαρται· τὸ γὰρ ἀθάνατον ἀϊδίως ἐστὶν ἀθάνατον. ἢ ἐπὶ μὲν τούτου τοῦ σημαινομένου 〈τοῦ〉 ἐπὶ τοῦ νῦν οὐ συμβαίνει ἀποδοθῆναι καλῶς τὸν ὁρισμόν· ἀμφίβολον γάρ ἐστι τὸ νῦν ἄφθαρτον. τρία γὰρ σημαίνει· ἢ γὰρ ὅτι οὐκ ἔφθαρται νῦν, ἤγουν μέχρι τοῦ νῦν, φθαρήσεται δέ· ἢ ὅτι οὐ δύναται νῦν φθαρῆναι, δύναται δὲ φθαρήσεσθαι· ἢ ὅτι νῦν τοιοῦτόν ἐστιν οἷον μηδέποτε φθαρῆναι. ὅταν οὖν, φησί, λέγωμεν ὅτι ἀθάνατόν ἐστι τὸ νῦν ἄφθαρτον ζῷον, οὐ κατὰ τοῦτο τὸ σημαινόμενον τοῦ νῦν ἀφθάρτου λέγομεν τὸ νῦν ἄφθαρτον, ὅτι νῦν ἐστιν ἄφθαρτον, πρώην δὲ ἔφθαρται, οὐδὲ κατὰ τὸ ἕτερον τὸ ἐπὶ τοῦ μέλλοντος, ἀλλὰ κατὰ τὸ τρίτον σημαινόμενον τοῦ νῦν ἀφθάρτου, ὃ ταὐτόν ἐστι τῷ ἀθανάτῳ, ὥστε οὐ συμβαίνει κατὰ τοῦτο τὸ σημαινόμενον τὸ νῦν ἄφθαρτον νῦν ἀθάνατον εἶναι. ὥστε, εἰ συμφωνεῖ μὲν τὸ ἀθάνατον τῷ νῦν ἀφθάρτῳ κατὰ τὸν λόγον, ἤγουν κατὰ τὸ ἀποδοθὲν τρίτον σημαινόμενον, κατὰ τοὔνομα δὲ διαφωνεῖ, ὅτι τὸ ἀθάνατον οὐ σημαίνει τὸ νῦν ἄφθαρτον, οὐκ ἔστι ταὐτὸν τῷ ἀθανάτῳ τὸ νῦν ἄφθαρτον, καὶ διὰ τοῦτο οὐδὲ ὁρισμὸς αὐτοῦ ἐστιν. Ὁμοίως δὲ καὶ ὁ τὴν τοῦ κόσμου σύστασιν λέγων διὰ τὸ τὸν θεὸν ἀγαθὸν εἶναι3 ἁμαρτάνει· οὐ γὰρ ὑγιές, εἴ γε ὁ μὲν κόσμος ἤρξατο, ὁ δὲ θεὸς ἀγαθός ἐστιν ἀεί. εἶπε δὲ χρηστέον οὖν τῷ τόπῳ καθάπερ εἴρηται, τουτέστιν ἐπὶ τῶν διαφωνούντων κατὰ τὸν χρόνον.

“此外,应当根据所有时间来考察。” 他说,应当审视在定义中所陈述的内容在时间上是否与被定义项不一致。因为如果被定义项的实在具有永恒和不灭、贯穿于三种时间的性质,并且定义也是如此,那么它就是被恰当陈述的;但如果不一致,就是不恰当的。这样一来,说永恒者是“将永远存在之物”的人就会被驳倒;因为既然永恒者在所有时间中都是永恒的,而他仅就未来而言陈述为“将存在之物”(因为未来的某物是否存在并不确定),所以他没有恰当地陈述;因为他在时间上造成了不一致。同样,如果有人说“不死者是现在不灭之物”,也是如此;因为“现在不灭之物”意味着“现在是不死者”,而在未来和过去方面存在不一致;因为在此之后它是否也不会毁灭,或者它此前是否已经毁灭,都是不确定的;因为不死者是永恒不死者。或者宁可说,在关于“现在”的这种含义下,定义并没有能够被恰当地陈述;因为“现在不灭之物”是具有歧义的。因为它意味着三件事:要么是它现在(也就是直到现在为止)还没有毁灭,但将来会毁灭;要么是它现在不可能毁灭,但将来能够毁灭;要么是它现在具有绝不毁灭的性质。因此,他说,当我们说“不死者是现在不灭的动物”时,我们并不是根据“现在不灭之物”的这一含义(即它现在不灭但此前曾毁灭)来说“现在不灭之物”的,也不是根据关于未来的另一种含义,而是根据“现在不灭之物”的第三种含义(这与不死者是相同的),以至于根据这种含义,并不会得出“现在不灭之物”只是“现在不死”。因此,即使不死者在定义公式上与“现在不灭之物”一致(也就是根据所陈述的第三种含义是一致的),但在名称上却不一致(因为不死者并不意味着“现在不灭之物”),那么现在不灭之物与不死者就不是同一的,因而这甚至也不是它的定义。同样,说宇宙的构造是由于神是善的人,也是犯了错误的;因为如果宇宙是有开端的,而神永远是善的,这就不合理。他说,因此应当如上所述来使用这个论题,也就是说,用于那些在时间上不一致的事物上。

§6.62

"Σκεπτέον δὲ καὶ εἰ καθ’ ἕτερόν τι μᾶλλον.4" Ἐπεὶ ὁ ἑκάστου ὁρισμὸς τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικός, δεῖ, φησίν, ἀποδοθέντος τινὸς ὁρισμοῦ ἐπισκοπεῖν εἰ κατά τινα λόγον ἄλλον 〈μᾶλλον〉λέγεται τὸ προκείμενον ὁριστόν· εἰ γὰρ εἴη μᾶλλον ὑπ’ ἄλλου τινὸς δηλούμενον, οὐκ ἂν εἴη ὁ εἰρημένος λόγος ὁρισμὸς αὐτοῦ· ὁ γὰρ λόγος ὁ μάλιστα δηλῶν τὸ προκείμενον αὐτός ἐστιν αὐτοῦ ὁρισμός. εἴη δ’ ἂν ὁ τόπος οὗτος ἐκ παραβολῆς. ὅτι δ’ ἐν προαιρέσει μᾶλλον ἢ δυνάμει ἡ δικαιοσύνη, καὶ ἀπὸ τῶν ἄλλων ἀρετῶν δείκνυται· κυριωτέρα γὰρ ἡ προαίρεσις τῆς δυνάμεως· οὐ γὰρ ὁ δυνάμενος ἀλλ’ ὁ προαιρούμενος σπουδαῖος, κἂν μὴ δύνηται. τὸ δ’ αὐτὸ καὶ ἐπὶ τῆς κακίας.

“还必须考察它是否宁可根据某种其他事物[被述说]。” 他说,既然每一事物的定义都是对其本质的揭示,那么在给出一个定义之后,应当考察所提出的被定义项是否宁可根据某种其他定义公式来被述说;因为如果它宁可被某种其他公式揭示,那么所说的这个公式就不会是它的定义;因为最能揭示所提出事物的那个公式本身才是它的定义。而这一论题应当是来自比较的。正义宁可在抉择之中而不在能力之中,这也可以从其他的德性中得到证明;因为抉择比能力更为首要;因为并非有能力的人,而是作出抉择的人是卓越的,即便他可能没有能力。同样的情况也适用于恶德。

语法注4 条
  1. 6.61ὁ τὸ αἰώνιον λέγων ἀεὶ ἐσόμενον

    双重宾格结构:τὸ αἰώνιον 为直接宾语,ἀεὶ ἐσόμενον 为宾语补足语(谓语性宾格),意为“把永恒者称为(定义为)‘将永远存在之物’的人”。

  2. 6.61ἄδηλον γὰρ εἰ τὸ μέλλον τι ἔσται

    连词 εἰ 引导依赖于 ἄδηλον 的间接疑问从句:“因为未来的某物是否存在并不确定”。τὸ μέλλον τι 为主语,ἔσται 作存在动词使用。

  3. 6.61ὁ τὴν τοῦ κόσμου σύστασιν λέγων διὰ τὸ τὸν θεὸν ἀγαθὸν εἶναι

    分词 ὁ λέγων 带有直接宾语 τὴν τοῦ κόσμου σύστασιν,后接表示原因的介词短语 διὰ τὸ ... εἶναι。此处省略了不定词 εἶναι 或 γεγονέναι,表达“主张宇宙的构成是由于神是善的[这一说法]的人”。

  4. 6.62καθ’ ἕτερόν τι μᾶλλον

    引文(标目)中的省略结构。由上下文及注释者的释义(κατά τινα λόγον ἄλλον μᾶλλον λέγεται)可知,此处省略了谓语动词 λέγεται 或 ὁρίζεται,意为“是否宁可根据某种其他事物[被述说/被定义]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:459.4-460.16