- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:457.4-459.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》卷八关于反驳错误定义的论点(145a28–145b11)展开注解,通过睡眠、痛苦、健康和困惑(疑难)等具体例证,阐明了将定义归于次要整体而非首要主体、将受动或状态归于非接受性基底,以及将结果(被产生者)与原因(能产生者)倒置等定义谬误。
"〈Ἢ εἰ μὴ τοῦ πρώτου ἀπέδωκεν.〉 "Προστίθησι καὶ τοῦτο τοῖς ἄνω· ἐπεὶ γὰρ ἔνια τῶν πρὸς πλείω λεγομένων οὐ πρὸς πάντα λέγεται πρώτως, ἀλλὰ πρὸς μέν τι πρώτως πρὸς δέ τι δευτέρως, δεῖ, φησίν, ὁρᾶν εἰ μὴ πρὸς ὃ λέγεται πρώτως ἀπέδωκεν ὁ ὁριζόμενος. ἡ γὰρ φρόνησις πρώτως τοῦ λογιστικοῦ ἐστιν ἀρετή· τῆς δὲ ψυχῆς μέρος ἐστὶ τὸ λογιστικόν· τὸ δὲ ὑπάρχον τῷ μέρει ὑπάρχει καὶ τῷ ὅλῳ· κατὰ τοῦτο οὖν λέγεται καὶ ἡ ψυχὴ φρόνιμος, ἀλλὰ δευτέρως, καὶ ὁ ἄνθρωπος διὰ τὴν ψυχήν· ἐκ ψυχῆς γὰρ καὶ σώματος. καὶ εἰ τὴν σωφροσύνην τοῦ ἐπιθυμητικοῦ πρώτως οὖσαν ἀρετὴν καὶ τὴν ἀνδρίαν τοῦ θυμικοῦ τῆς ψυχῆς ἀποδοίη τις ἀρετάς.1
“或者如果他没有就第一位的事物作出陈述。” 他也将这一点加到上述内容中:因为既然在相对于多数事物而言的事物中,有些并非就所有事物而言都是原初地被述说的,而是相对于某物原初地被述说,相对于另一物居次地被述说,所以他说,应当审视定义者是否没有就其原初所指向的对象作出陈述。因为明智原初是理性部分的德性;而理性部分是灵魂的一个部分;归属于部分的事物也归属于整体;因此,灵魂也是依此被称为明智的,但却是居次地,人也是由于灵魂[被称为明智];因为人由灵魂和身体组成。如果有人将原初是欲望部分德性的节制,以及属于激情部分的勇气,[仅仅]陈述为灵魂的德性,[同样也是犯了错误]。
"Ἔτι εἰ μὴ δεκτικόν ἐστι." Ἔτι, φησίν, εἰ μὴ δεκτικόν ἐστι τὸ ὡρισμένον [ἐκεῖνο] πάθος ἢ ἡ διάθεσις ἢ ἡ ἕξις ἢ ἄλλο ὁτιοῦν ἐκείνου οὗ ἀπέδωκεν, ὁ ὁριζόμενος οὕτως ἥμαρτε· πᾶν γὰρ πάθος καὶ πᾶσα διάθεσις ἐν ἐκείνῳ πέφυκε γίνεσθαι τῷ πράγματι, οὗ καὶ ἔστι διάθεσις ἢ πάθος. οἷον εἰ μέν τις ὁρίσαιτο τὴν ἐπιστήμην διάθεσιν τῆς ψυχῆς, καλῶς ἀπέδωκε τὸν ὁρισμὸν τῆς ἐπιστήμης· ἐν γὰρ τῇ ψυχῇ ἐστιν ἡ ἐπιστήμη διάθεσις. εἰ δὲ τὸ ἀποδοθὲν τῷ πάθει ἢ τῇ διαθέσει ἐν τῷ ὁρισμῷ οὐκ ἔστιν ἐκείνου, οὐ καλῶς ὡρίσατο. οἷον ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως· καὶ γὰρ ὁ ὕπνος πάθος μέν ἐστιν, ἀλλὰ τοῦ ζῴου ἐν ᾧ ἡ αἴσθησις, οὐ μέντοι αὐτῆς τῆς αἰσθήσεως· οὗ γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ἂν εἴη ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλ’ ἐν ζῴῳ.2 καὶ πάλιν ἀπορία ἐστὶν ἰσότης ἐναντίων λογισμῶν· καὶ γὰρ ἡ ἀπορία πάθος ἐστὶν ἀνθρώπου δι’ ἰσότητα ἐναντίων λογισμῶν. καὶ ἔτι ἀλγηδών ἐστιν διάστασις τῶν συμφύτων μερῶν μετὰ βίας· ἡ γὰρ ἀλγηδὼν πάθος ἐστὶ ζῴου διὰ τὴν μετὰ βίας τῶν συμφύτων μερῶν διάστασιν, ἀλλ’ οὐ διάστασις τῶν συμφύτων μερῶν· εἰ γὰρ ἦν οὕτως, ἔδει καὶ τὰ ἄψυχα τεμνόμενα καὶ τὴν τῶν μερῶν διάστασιν πάσχοντα ἀλγηδόνας ἔχειν. καὶ πάλιν ὑγεία ἐστὶ συμμετρία ψυχρῶν καὶ θερμῶν· εἰ γὰρ τοῦτο, ἀνάγκη καὶ τὰ ψυχρὰ καὶ τὰ θερμὰ ὑγιαίνειν, ἤγουν αὐτὰς τὰς ἀψύχους ποιότητας· ἔστι γὰρ καὶ ἐν ταύταις συμμετρία ψυχρῶν καὶ θερμῶν· ἀλλ’ ὑγεία ἐστὶ διάθεσις σώματος ζῴου ἐν συμμετρίᾳ θερμῶν καὶ ψυχρῶν καὶ ξηρῶν καὶ ὑγρῶν. ἐν πᾶσιν οὖν τοῖς εἰρημένοις ἡ ἁμαρτία παρὰ τὸ μὴ δεκτικὸν εἶναι τὸ ἀποδεδομένον ὑποκεῖσθαι τοῖς εἰρημένοις πάθος ἢ διάθεσιν.
“此外,如果它不具有接受性。” 他说,此外,如果被定义的那种受动、素质、状态或任何其他属性,并不能接受定义者所陈述的那个主体,那么如此定义的人就犯了错误;因为一切受动和一切素质,本性上都产生于它作为其实际素质或受动的那个事物之中。例如,如果有人把知识定义为灵魂的素质,他就把知识的定义陈述得很恰当;因为知识就是灵魂中的一种素质。但如果在定义中陈述给受动或素质的[主体]并不属于它,他就没有恰当地定义。例如,“睡眠是感觉的无力”;因为睡眠确实是一种受动,但它是具有感觉的动物的受动,而不是感觉本身的受动;因为它是何者的无力,睡眠也就会是那事物的受动,但睡眠并不存在于感觉之中,而是存在于动物之中。又如,“困惑是对立推理的平等”;因为困惑是人由于对立推理的平等而具有的受动。又如,“痛苦是共生部分的强力分离”;因为痛苦是动物由于共生部分的强力分离而具有的受动,而不是共生部分的分离本身;如果真是如此,那么那些被切割并遭受部分分离的无生命之物也必定会有痛苦了。再如,“健康是冷与热的调和”;因为如果是这样,冷与热,即这些无生命的性质本身,也必然会处于健康之中;因为在这些性质之中也存在冷与热的调和;但健康是在热、冷、燥、湿的调和中动物身体的一种素质。因此,在所有上述事例中,错误都在于所陈述的主体并不是上述受动或素质所能寓居的接受性基底。
"Ἔτι τὸ ποιούμενον εἰς τὸ ποιητικὸν ἢ ἀνάπαλιν." Ἔτι, φησίν, οἱ οὕτως ὁριζόμενοι καὶ λαμβάνοντες ἐν τῷ ὁρισμῷ τὸ τοιοῦτον, ὃ οὐκ ἔστι δεκτικὸν τοῦ ὁριστοῦ, ἢ τὸ ποιούμενον τιθέασιν εἰς τὸ ποιητικὸν ἢ τὸ ποιητικὸν εἰς τὸ ποιούμενον.3 [ὁ γὰρ λέγων ὕπνος ἐστὶν ἀδυναμία αἰσθήσεως ἐποίησε τὴν αἴσθησιν δεκτικὴν τοῦ ὕπνου· οὐκ ἔστι δὲ τῆς αἰσθήσεως, ὡς εἴρηται, πάθος ὁ ὕπνος· ἢ γὰρ ἂν ἡ αἴσθησις ὕπνωττεν.] οὐ γὰρ ἡ ἀλγηδών ἐστι διάστασις τῶν συμφύτων μερῶν· συμβαίνοι γὰρ ἂν οὕτως τὸ ποιούμενον εἶναι ποιητικόν· τοῦτο δὲ ἄτοπον· ἡ γὰρ διάστασις τῶν συμφύτων μερῶν μᾶλλόν ἐστι ποιητικὸν τῆς ἀλγηδόνος. οὐδὲ ὁ ὕπνος ἀδυναμία αἰσθήσεως, ἀλλὰ ποιητικὸν θάτερον θατέρου· ἢ γὰρ ἡ ἀδυναμία ἐστὶ ποιητικὸν τοῦ ὕπνου· ἀδυνατήσαντος γὰρ τοῦ ὁρατικοῦ ὀργάνου ὑπνώττει τὸ ζῷον· ἢ ὕπνος ποιητικὸς τῆς ἀδυναμίας· ὑπνώττοντος γὰρ τοῦ ζῴου ἀδυναμία τῇ αἰσθήσει ἐπιγίνεται. ἀλλ’ οὐδὲ ἡ ἀπορία ποιητική ἐστι τῶν ἐναντίων λογισμῶν, ἀλλὰ τὸ ἀνάπαλιν· ἔστι γὰρ ἡ ἀπορία πάθος τῆς διανοίας δι’ ἐναντιότητα λογισμῶν ἐπιγινομένη. ὅταν γὰρ ἐπὶ δυσὶ λογισμοῖς ἐναντίοις σκοποῦσι καὶ ἐξετάζουσιν ἡμῖν, ποῖος μᾶλλον ἁρμόδιος φαίνεται, ἰσότης καὶ ὁμοιότης καὶ ἐπ’ ἀμφοτέροις καθ’ ἑκάτερον φαίνηται, τὸ τοιοῦτον πάθος γίνεται. οἷον προτεθέντος εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή, καὶ ληφθέντων καθ’ ἑκάτερον λόγων δεικνύντων καὶ ἄμφω τὰ ζητούμενα λόγοις καὶ ἀποδείξεσιν ἰσχυραῖς, τότε γίνεται ἀπορία, ποίῳ τῶν μερῶν δεῖ προστεθῆναι. ὅταν οὖν πάντα ἰσχυρὰ φαίνηται καὶ ὅμοια τοσοῦτον ὥστε καὶ ἀπορεῖν τίνος τῶν μερῶν ἔσται μᾶλλον λῆψις, ἀπορία ἐστίν.
“此外,[是否将]被产生的归入能产生的,或反之亦然。” 他说,此外,那些如此定义并在定义中采纳了不能接受被定义项之物的人,要么是将被产生者归入能产生者之中,要么是将能产生者归入被产生者之中。[因为说‘睡眠是感觉的无力’的人,使得感觉成为了睡眠的接受者;但正如已经说过的,睡眠并不是感觉的受动;否则感觉就会处于睡眠之中了。]因为痛苦并不是共生部分的分离;如果这样,就会得出被产生者成了能产生者;但这很荒谬;因为共生部分的分离宁可说是痛苦的致成原因。睡眠也不是感觉的无力,而是一者对于另一者是致成原因;因为要么是无力导致了睡眠(因为当视觉器官变得无力时,动物就会入睡),要么是睡眠导致了无力(因为当动物入睡时,感觉上便伴随产生无力)。但困惑也不是对立推理的产生者,反倒相反;因为困惑是由于推理的对立而在思想中伴随产生的一种受动。因为当我们考察和审视两个对立的推理,看哪一个显得更为合适时,如果在这两者中各自都显现出平等与相似,这种受动就会产生。例如,当提出‘灵魂是不死的还是必死的’这一问题,并且就每一方都获得了通过有力的论证和证明来表明两个所探究事项的论据时,那时就会产生困惑,不知道应当赞同哪一方。因此,当一切论据都显得同样有力且极其相似,以至于令人困惑究竟更应采纳哪一方时,这就是困惑。
- 6.58καὶ εἰ τὴν σωφροσύνην τοῦ ἐπιθυμητικοῦ πρώτως οὖσαν ἀρετὴν καὶ τὴν ἀνδρίαν τοῦ θυμικοῦ τῆς ψυχῆς ἀποδοίη τις ἀρετάς.
承前省略主句的条件分句结构。结合前文“应当审视定义者是否没有就其原初所指向的对象作出陈述”的语境,此处言外省略了“[同样是犯了错误]”之类的结论句。'τῆς ψυχῆς ἀρετάς' 在句中充当'ἀποδοίη'的双重宾格结构中的宾语补足语(述谓宾格)。
- 6.59οὗ γάρ ἐστιν ἀδυναμία, ἐκείνου καὶ πάθος ἂν εἴη ὁ ὕπνος· οὐκ ἔστι δὲ ὁ ὕπνος ἐν αἰσθήσει ἀλλ’ ἐν ζῴῳ.
此处紧承前文“感觉并非接受者”的论述,并带有一个省略了条件从句的虚拟归结句('ἐκείνου καὶ πάθος ἂν εἴη',意即“[如果这样]睡眠就会是它的受动”)。尽管某些校订本拟补为'οὐ γάρ, [εἰ] ἐστιν ἀδυναμία',但直接依底本亦可清晰理解为:感觉不能作为承受基底,否则睡眠就将成为感觉的受动,而事实是睡眠属于动物整体。
- 6.60ἢ τὸ ποιούμενον τιθέασιν εἰς τὸ ποιητικὸν ἢ τὸ ποιητικὸν εἰς τὸ ποιούμενον.
'τίθημι εἰς' 意为“将……置于/归入……之中”。此处指将产生的果('τὸ ποιούμενον')与促成它的因('τὸ ποιητικόν')在范畴分类上发生的混淆。
