- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:455.20-457.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者就亚里士多德关于属官词种差的论点(145a12)展开评述,说明属官词的种差自身亦须是属官词,且定义必须针对其本性所指向的关联项作出;文中列举了刮身板、文法术与医术等例证,并阐明应以明智者及专家的实际运用作为断定其本性目的的基准。
" Καὶ εἴ τινος τῶν πρός τι.1" Ἔτι φησὶ τῶν πρός τι γενῶν καὶ τὰς διαφορὰς εἶναι πρός τι. ἐπεὶ γὰρ τῶν πρός τι τὰ μὲν πρὸς ἕν τι μόνον ἐστὶ καὶ οὐκ ἄν τις αὐτοῖς πρὸς ἄλλο χρήσαιτο ἢ πρὸς ὃ πέφυκεν, ὥσπερ τῇ ὄψει πρὸς μόνον τὸ ὁρᾶν, τοῖς δὲ καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πέφυκε, χρήσαιτο ἄν τις (τῇ γοῦν στλεγγίδι, τουτέστι τῷ κτενίῳ, οὐ πρὸς τὸ περιξύεσθαι χρήσαιτο ἄν τις μόνον ἀλλὰ καὶ πρὸς τὸ ὕδωρ ἀρύσασθαι), δεῖν φησὶν2 ἐν τῇ τῶν πρός τι ἀποδόσει μὴ μόνον παραφυλάττειν τὰς διαφοράς, εἰ πρός τι καὶ αὗται, ἀλλὰ καὶ εἰ πρὸς ὃ πέφυκεν ἀποδίδονται. Ἔστι δὲ στλεγγίς, ὡς μέν τινες λέγουσι, τὸ κτένιον, ὡς δὲ ἕτεροι, ὄργανόν τι κοῖλον, δι’ οὗ τοὺς ἱδρῶτας ἀπέξεον· ὃ δοκεῖ βέλτιον ἐκ τοῦ δι’ αὐτοῦ κοίλου ὄντος καὶ ὕδωρ ἀρύεσθαι. τὸ δὲ τῆς στλεγγίδος ὄνομα ἐν τῷ Λυκόφρονι· φησὶ γὰρ ἐκεῖνος στλεγγίσματα τὰ ἀποξύσματα. [Εἰς τὸ αὐτό. οὐ μόνον, φησί, χρὴ τὰς διαφορὰς τὰς ἐν τοῖς ὁρισμοῖς τῶν πρός τι λαμβανομένας κἀκείνας πρός τι εἶναι, ἀλλὰ δεῖ τὸν προσδιαλεγόμενον σκοπεῖν καὶ εἰ ἕκαστον ὁριστὸν τῶν πρός τι ἀποδίδωσιν ὁ ὁριζόμενος πρὸς ὃ κυρίως πέφυκε λέγεσθαι ὡς σχέσιν ἔχον· χρὴ γὰρ τὸν ὁριζόμενόν τι τῶν πρός τι κἀκείνων μνημονεύειν ἐν τῇ ἀποδόσει τοῦ ὁρισμοῦ, πρὸς ἃ λέγεται κυρίως τὸ ὁριζόμενον, εἴτε ἕν ἐστι τὸ πρὸς ὃ λέγεται, εἴτε καὶ δύο. εἰ μὲν γὰρ τὸ ὁριστὸν ἐκεῖνο πρὸς δύο πέφυκεν ἔχειν κυρίως τὴν σχέσιν, ὡς ἡ γραμματικὴ ὁριστὸν οὖσα καὶ αὐτὴ τῶν πρός τι, καθὸ τῷ γενικωτέρῳ αὐτῆς ὀνόματι ἐπιστήμη λέγεται, πρὸς δύο πέφυκεν ἔχειν τὴν σχέσιν, πρός τε τὸ εὖ γράφειν καὶ τὸ εὖ ἀναγινώσκειν, καὶ ἀμφοτέρων χρὴ τὸν ὁριζόμενον ἐν τῷ αὐτῆς ὁρισμῷ μνημονεύειν λέγοντα ‘γραμματική ἐστι τέχνη τοῦ εὖ γράφειν καὶ τοῦ εὖ ἀναγινώσκειν’. εἰ δὲ πρὸς ἓν κυρίως φαίνεται σχέσιν ἔχον τὸ ὁριστόν, πρὸς δὲ τὸ ἕτερον ἀκύρως, ὡς ἡ ἰατρικὴ πρὸς μὲν τὸ ὑγιάσαι κυρίως λέγεται πρὸς δὲ τὸ νοσοποιῆσαι ἀκύρως, τοῦ πρὸς ὃ κυρίως λέγεται μόνον ἀπομνημονευτέον. εἰ δὲ πρὸς ἓν μόνον, ὡς ἡ ὄψις πρὸς μόνον τὸ ὁρᾶν καὶ ἡ ἀκοὴ πρὸς μόνον τὸ ἀκούειν, τοῦ ἑνὸς μόνου ἀπομνημονευτέον. ἐνδέχεται μέντοι τισὶ τῶν πρός τι χρήσασθαι καὶ πρὸς ἄλλο τι, πρὸς ὃ οὐ πεφύκασι λέγεσθαι· οἷον τῇ στλεγγίδι εἰκός ἐστι χρήσασθαι πρὸς τὸ ἀρύειν ὕδωρ ἢ ἕτερόν τι ὑγρὸν καίτοι ἐπιτηδείᾳ μᾶλλον οὔσῃ πρὸς τὸ ἀποξύειν· ἀλλ’ ὅμως, φησί, κἂν δυνατὸν ἐστι χρήσασθαι ταύτῃ καὶ πρὸς τὸ ἀρύειν δι’ ἣν ἔχει κοιλότητα, ἐπεὶ οὐ πέφυκε πρὸς τὸ ἀρύειν λέγεσθαι ἀλλὰ πρὸς τὸ ἀποξύειν, ἁμαρτάνει ὁ ταύτην ὁριζόμενος ὄργανον πρὸς τὸ ἀρύειν. στλεγγίδα δέ τινες λέγουσι τὸ ὀστρειῶδες κτένιον, ἄλλοι δὲ εἶδος σπόγγου, δι’ οὗ ἀποψῶσι τοὺς ἱδρῶτας τῶν νοσούντων οἱ ἰατροί.] Ὥσπερ δὲ ἐπὶ τῶν ἄλλων τῇ τοῦ ἐπιστήμονος περὶ ἕκαστον γνώμῃ καὶ τῇ τοῦ σπουδαίου χρῆσθαι δεῖ, οὕτω καὶ ἐπὶ τῆς διακρίσεως τῶν προκειμένων φησί. διὸ ἀποδίδωσιν ὅρον τοῦ πρὸς ὃ πέφυκε λέγων ἐφ’ ὃ χρήσαιτ’ ἂν αὐτῷ ὁ φρόνιμος ᾗ φρόνιμος3 καὶ ἡ περὶ ἕκαστον οἰκεία ἐπιστήμη ᾗ ἐπιστήμη. οἷον εἰ ἰατρικόν ἐστιν, ὁρᾶν τοὺς φρονιμωτέρους τῶν ἰατρῶν καὶ ἐπιστήμονας, ἐφ’ ὃ τούτῳ ἐχρήσαντο· ὁμοίως καὶ εἰ γεωμετρικόν, πῶς τοῦτο ἐξελάβοντο. φρόνιμον δὲ εἶπεν, ὅτι μὴ πάντων ἡ χρῆσις ὑπό τινα τέχνην ἢ ἐπιστήμην.
“并且如果某类关系词[的种差]……” 他进一步说,属官词诸属的种差也是属官词。因为既然在属官词中,有些仅仅相对于单一事物,人们不可能将它们用于除了其本性所指向者之外的别处(正如视觉仅仅用于观看),而有些事物人们也可以用于其本性并不指向的其他事物(例如刮身板,也就是小梳子,人们不仅可以用来刮拭自身,也可以用来舀水),所以他说,在陈述属官词的定义时,不仅要审视种差本身是否也是属官词,而且还要审视它们是否相对于其本性所指向者而被陈述出来。刮身板如某些人所言是一种小梳子,而如另一些人所言是一种中空的器具,人们借此刮除汗水;后一种说法显得更为优越,这是因为它是中空的,因而也能用它来舀水。刮身板这一名称见于吕科弗隆;因为他将刮下的垢屑称为‘刮屑’。[论同一段落。他说,不仅在属官词的定义中所采纳的种差本身必须是属官词,而且问难者还必须考察定义者是否将每个被定义的属官词陈述为相对于其在本性上本真地被称为具有关系的对象;因为定义属官词中某物的人,在陈述定义时也必须提及被定义项本真地被述说所指向的对象,无论它所指向的对象是一还是二。因为如果那个被定义项在本性上本真地与两件事物具有关系——正如文法自身作为一个属官词的被定义项,就其以更具属类性的名称被称为知识而言,在本性上与两件事物具有关系,即写得好与读得好——,定义者就必须在其定义中提及两者,说‘文法是写得好与读得好的技艺’。但如果被定义项显得只本真地与一者具有关系,而与另一者非本真地具有关系——正如医术本真地是相对于治愈而言的,而非本真地相对于致病而言——,那就应当仅仅提及它本真地所指向的那一者。如果它仅仅指向单一者——正如视觉仅仅相对于观看,听觉仅仅相对于聆听——,那就应当仅仅提及那一者。然而,对于某些属官词而言,人们也可以将其用于它们在本性上并不被称为指向的其他事物;例如刮身板很可能被用来舀水或某种其他液体,尽管它更适宜于刮除;但他仍说,即使由于它所具有的中空构造而有可能将它用于舀水,既然它在本性上并非被称为指向舀水而是指向刮除,那么将其定义为用于舀水的器具的人就是犯了错误。有些人将刮身板称为贝壳状的小梳子,另一些人则称之为某种海绵,医生们借此擦拭病人的汗水。]他说,正如在其他事情上应当运用关于各事物的知识者的意见以及贤善者的意见一样,在辨别当前的问题时也是如此。因此,他陈述了其本性所指向者的定义(界限),说它就是明智者作为明智者以及关于各事物的固有知识作为知识所会运用它的目的。例如,若是医学上的事物,就当察看医生中较为明智者和有知识者将它用于何处;同样,若是几何学上的事物,就当看他们如何理解它。他说‘明智者’,乃是因为并非所有事物的使用都从属于某种技艺或知识。
- 6.57Καὶ εἴ τινος τῶν πρός τι
经文引语中的省略结构。根据前文关于种差的各个论点(如 145a3)的语境,受属格 τινος(支配部分属格 τῶν πρός τι)修饰的省略主语当理解为“种差”(διαφορά)。
- 6.57ἐπεὶ γὰρ τῶν πρός τι τὰ μὲν πρὸς ἕν τι μόνον ἐστὶ ... δεῖν φησὶν
由 ἐπεὶ γάρ 引导的长原因从句穿插了括号式例证,最终落到主句 δεῖν φησὶν(间接引语)上的复杂句式结构。不定词 δεῖν 的逻辑主语泛指辩证提问者或定义者。
- 6.57ἀποδίδωσιν ὅρον τοῦ πρὸς ὃ πέφυκε λέγων ἐφ’ ὃ χρήσαιτ’ ἂν αὐτῷ ὁ φρόνιμος ᾗ φρόνιμος
这里的 ὅρον 并非严格的形式定义,而是指“界限、判定准则”,τοῦ πρὸς ὃ πέφυκε 作其宾格性属格。分词短语 λέγων ἐφ’ ὃ χρήσαιτ’ ἂν... 在句中起到同位语性质的作用,明确说明这一准则的具体内容。
