- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:454.1-455.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《论题篇》卷六(144b26–145a3)进行注解,阐明当同一种差属于互不从属的诸属时,定义无须连带引入所有这些属,并论证处所(在某处存在)以及引起质变的受动均不能充当实体的本质种差。
" Δῆλον δὲ ὅτι οὐκ ἀνάγκη τὴν διαφορὰν πᾶν τὸ οἰκεῖον ἐπιφέρειν γένος." Τοῦτο ἐπιδιορθωτικόν ἐστι τοῦ τόπου τοῦ λέγοντος ὅτι πᾶσα διαφορὰ τὸ οἰκεῖον ἐπιφέρει γένος· οὐ γὰρ ἀνάγκη, φησί, συνεπιφέρειν τὸ οἰκεῖον γένος. ἐπεὶ γὰρ ἔν τισιν ἡ αὐτή ἐστι διαφορὰ δύο γενῶν μὴ ὑπ’ ἄλληλα τεταγμένων, οὐκ ἀνάγκη συνεπιφέρειν ἐν τῷ ὁρισμῷ καὶ ἄμφω τὰ γένη, ἀλλὰ τὸ ἕτερον μόνον καὶ τὰ ἐπάνω τούτου πάντα· τὸ γὰρ δίπουν ἐν τῷ τοῦ ἀνθρώπου ὁρισμῷ οὐκ ἐπιφέρει ἀμφότερα τὰ γένη, τὸ πεζὸν καὶ τὸ πτηνόν, ἀλλὰ τὸ πεζὸν μόνον καὶ τὸ ὑπὲρ τοῦτο, ἐν οἷς ἀμφοτέροις τὸ ζῷον.
“显而易见,种差并无必然性带来其一切固有的属。” 这是对主张“每一个种差都带来其固有的属”这一论点的修正;因为他说,并无必然性连带引入固有的属。因为既然在某些事物中,同一的种差属于两个互不从属排列的属,那么在定义中便无必然性连带引入这两个属,而只需引入其中一者以及在其之上的所有事物;因为在人的定义中,“双足的”并不带来两个属,即“陆生的”与“有翼的”,而仅仅带来“陆生的”以及在其之上的事物,在两者之中都存在着“动物”。
"Οὐ δοκεῖ γὰρ διαφέρειν οὐσία οὐσίας τῷ ποὺ εἶναι." Ἐπεὶ τὸ ποὺ εἶναι καὶ ἐν τόπῳ τινὶ οὐκ ἔστιν οὐσίας τινὸς τὸ τί ἦν εἶναι σημαῖνον, ὁ δὲ ὅρος τὸ τί ἦν εἶναι σημαίνει, φησὶ δεῖν ὁρᾶν εἴ τις ὁριζόμενος οὐσίαν τινὰ καὶ διαφορὰν ἐν τῷ ὁρισμῷ λαμβάνει τὸ ποὺ εἶναι σημαίνουσαν· τὸ γὰρ ἔν τινι πλεοναχῶς λεγόμενον νῦν ἐπὶ τοῦ ποὺ καὶ ἐν τόπῳ εἶναι λέγεται· ὁ γὰρ οὕτω λαμβάνων ἁμαρτάνει. καὶ ἐπεὶ χρώμενοί τινες τῷ τόπῳ ἀνασκευάζουσι δεικνύντες ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ εἰσὶ διαφοραὶ τοῦ ζῴου (τὸ γὰρ ἐν τόπῳ εἶναι σημαίνουσι), δείκνυσιν ἁμαρτάνοντας· καὶ φησὶν ὅτι τὸ ἔνυδρον καὶ τὸ χερσαῖον οὐκ ἀπὸ τοῦ πού, ἤγουν ἐν τόπῳ εἶναι, οὕτω λέγονται, ἀλλ’ ἀπὸ τοῦ ἐν δυνάμει τινὶ καὶ διαθέσει τοιαύτῃ· ποιὸν γάρ τι σημαίνουσιν. εἰκότως δὲ καὶ τὸ οὐσίας προσέθηκεν· οὐσίας γὰρ διαφορὰ οὐ δύναται τὸ ποὺ εἶναι. τῶν μέντοι ποὺ ὄντων1 ἀναγκαῖον καὶ τὸν ὁρισμὸν ἔχειν τινὰ διαφορὰν τοῦ ποὺ δηλωτικήν, οἷον τὸ ἔνυδρον καὶ τὸ χερσαῖον, οὐχ ὡς νῦν μὲν ὄντων ἐν ᾧ εἰσι τόπῳ, νῦν δ’ οὐχ ὄντων, ἀλλ’ ἀεὶ ὄντων, ἐπειδὴ καὶ ὅτε συμβαίνει τοὺς τόπους αὐτὰ μεταβάλλειν, τὰς διαφορὰς οὐ μεταβάλλουσιν· ὁ γὰρ ἄνθρωπος νηχόμενος οὐ λέγεται ἔνυδρος ἀλλὰ χερσαῖος· ὡσαύτως καὶ ὅσα τῶν ἐνύδρων ἐν τῇ χέρσῳ ἐξέρχονται, οὐ χερσαῖα ἀλλ’ ἔνυδρα.
“因为实体似乎并不以‘在某处存在’而与实体相区别。” 既然在某处存在以及在某一场所中存在并不表示任何实体的本性(本质),而定义则表示本性,他说就必须察看是否有人在定义某个实体时,在定义中采纳了表示在某处存在的种差;因为以多种方式被述说的“在某物中存在”,在这里是被述说为“在某处存在”和“在场所中存在”;因为这样采纳的人乃是犯了错误。并且,由于某些人运用这一论点进行反驳,表明“水生的”与“陆生的”不是动物的种差(因为它们表示在场所中存在),他便指出这些人是错误的;并且他说,水生的与陆生的并不是因在某处存在——即在场所中存在——而如此被称呼的,而是由于在某种潜能以及此种性状之中;因为它们表示某种性质。而且他合理地加上了“实体的”;因为在某处存在不可能成为实体的种差。然而,对于在某处存在的事物而言,它们的定义亦必然具有表明‘某处’的某种种差,例如水生的与陆生的,这并不是说它们此时在它们所处的场所中而彼时不在,而是说它们总是在那里,因为即使当它们改变场所时,它们也不会改变诸种差;因为人在游泳时并不被称为水生的而是陆生的;同样,水生动物中无论何者走向陆地,也非陆生的而是水生的。
"Πάλιν εἰ τὸ πάθος." Οἷον εἴ τις εἴποι ‘ἄνθρωπός ἐστι ζῷον θερμαινόμενον ἢ ψυχόμενον’, φανερὸν ὅτι τὸ θερμαίνεσθαι καὶ τὸ ψύχεσθαι πάθη ὄντα διαφορὰν οὐσιώδη πεποίηκε. πάντα δὲ τὰ τοιαῦτα πάθη ἐπίτασιν λαμβάνοντα ἐξιστῶσι τὸ ζῷον τῆς οὐσίας·2 ὥστε καὶ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐπίτασιν ἐν τῷ ζῴῳ δεξάμενα φθείρει τὸ ζῷον. ἡ δὲ οὐσιώδης διαφορὰ σωστικὴ μᾶλλον ὀφείλει εἶναι τῆς οὐσίας καὶ οὐ φθαρτική· καθόλου γὰρ ἀδύνατόν ἐστιν εἶναι τῶν ὄντων ἕκαστον ἄνευ τῆς οἰκείας διαφορᾶς, οἷον ἄνθρωπον μὲν ἄνευ τοῦ λογικοῦ, ἵππον δὲ ἄνευ τοῦ ἀλόγου. καὶ καθόλου εἰπεῖν, καθ’ ὅσα πάθη ἀλλοιοῦται τὸ εἶδος τὸ ἔχον ταῦτα, ἅ εἰσι τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἢ τὸ λευκὸν καὶ τὸ μέλαν καὶ τὰ τοιαῦτα, οὐδὲν τούτων ἔσται διαφορά· τὸ γὰρ θερμὸν ἐπιταθὲν φθείρει τὴν ἁφὴν καὶ τὸ ζῷον· ἄνευ γὰρ ἁφῆς ἀδύνατον εἶναι ζῷον· καὶ τὸ λευκὸν καὶ ἄγαν λαμπρὸν ὑπερβαίνοντα τὴν ὁρατικὴν δύναμιν φθείρει τὴν ὄψιν· καὶ τὰ ἄλλα δ’ ὡσαύτως.
“再次,如果把受动……” 例如假若有人说“人是被加热或被冷却的动物”,显而易见,他把作为受动的被加热和被冷却造作成了本质种差。然而所有此类受动在获得强化时,都会使动物偏离其本质;因此热与冷在动物中遭受强化时,就会毁坏动物。但是本质种差应当更是本质的保存者而非毁坏者;因为大体上,在诸存在物中,每一者都不可能没有其固有的种差而存在,例如人不能没有理性的,马不能没有非理性的。总而言之,凡是拥有这些受动的种依其发生质变的受动——它们便是热与冷,或者白与黑以及此类事物——,这些之中没有一个会成为种差;因为热一旦强化就会毁坏触觉与动物;因为没有触觉,动物便不可能存在;而白色与过度耀眼的光芒若超过视觉潜能,就会毁坏视力;其他事物亦同样如此。
- 6.55τῶν μέντοι ποὺ ὄντων
句首的属格 τῶν μέντοι ποὺ ὄντων 是依赖于无人称结构 ἀναγκαῖον 的关涉属格(或主题化属格短语),预先指示了后随不定式结构(τὸν ὁρισμὸν ἔχειν…)所适用的对象与范围。
- 6.56ἐξιστῶσι τὸ ζῷον τῆς οὐσίας
ἐξιστῶσι 是动词 ἐξίστημι 的使役/及物用法(现在时主动态第三人称复数),后接宾格宾语 τὸ ζῷον 以及分离属格 τῆς οὐσίας,意为“使动物偏离/逸出其本质(实体)”。
