- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:451.24-453.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德《论题篇》144a31–144b12,阿历克山大阐明了属为何不能被述说于种差、种或个体为何不能被述说于种差,以及为何不可将互不包含的异属的种差用于定义,并讨论了这与《范畴篇》相关论述的调和。
" Πάλιν εἰ κατηγορεῖται τὸ γένος τῆς διαφορᾶς." Οὔ φησι τοιαύτας εἶναι δεῖν τὰς λαμβανομένας ἐν τοῖς ὁρισμοῖς διαφορὰς ὥστε τὸ γένος αὐτῶν κατηγορεῖσθαι, ἀλλὰ καθ’ ὧν ἡ διαφορά, τουτέστιν εἰδῶν ἢ ἀτόμων· εἰς ἃ γὰρ ἡ διαίρεσις τῶν γενῶν γίνεται, τούτων τὰ γένη κατηγορεῖται· οὐκ εἰς διαφορὰς δὲ τὰ γένη διαιρεῖται, ἀλλὰ διαφοραῖς.1 ὡς οὖν ἐπὶ τῶν ἄλλων διαιρουμένων τὸ διαιροῦν οὐκ ἔστιν ὅπερ τὸ διαιρούμενον (οὔτε γὰρ ἡ ἐπιφάνεια διαιρεῖται ἐπιφανείᾳ οὔτε ἡ γραμμὴ γραμμῇ), οὕτως οὐδ’ ἐπὶ τῶν διαφορῶν, καθ’ ἃς διαιρεῖται τὸ γένος. εἰ γὰρ τὸ γένος εἴη ἑκάστης τῶν διαφορῶν κατηγορούμενον, οἷον τὸ ζῷον κατὰ τοῦ πεζοῦ καὶ τοῦ δίποδος, ἐπεὶ καθ’ οὗ κατηγορεῖται τὸ ζῷον ἐν τῷ τί ἐστιν, ἐκεῖνο ζῷόν ἐστιν, ἔσται καὶ τὸ πεζὸν ζῷον καὶ τὸ δίπουν πάλιν ζῷον· εἰ οὖν ὁ ἄνθρωπος ζῷον πεζὸν δίπουν, πολλάκις ἂν αὐτοῦ τὸ ζῷον κατηγοροῖτο καὶ πολλὰ ζῷα ὁ ἄνθρωπος εἴη, ὅπερ ἄτοπον.
“再次,属是否被述说于种差。” 他说,在定义中所采取的种差不应当是属能被述说于它们的那样,而应当是〔属〕被述说于种差所被述说的事物,即种或个体;因为属的划分是划分为何物,属就被述说于这些事物;但属并非被划分为种差,而是被种差所划分。因此,正如在其他被划分的事物上,划分者并不等同于被划分者本身(因为面既不被面划分,线也不被线划分),在属依其被划分的诸种差上亦同样如此。因为如果属被述说于各种差之每一者,例如动物被述说于陆生的和双足的,既然动物在“是什么”中被述说于何物,彼物便是动物,那么陆生的也将会是动物,双足的又将会是动物;因此,如果人是“双足的陆生动物”,动物就会多次被述说于他,而人就会是许多个动物,这乃是荒谬的。
"Ἔτι διαφοραὶ πᾶσαι." Δεύτερον δὲ ἑκάστη τῶν διαφορῶν ἢ εἶδος ἢ ἄτομον ἔσται, ἐπειδὴ πᾶν τὸ ὑπὸ γένος ὂν ἢ εἶδός ἐστιν ἢ ἄτομον· εἰς ταῦτα γὰρ ἡ τῶν γενῶν διαίρεσις, καὶ ἐν τούτοις τὸ εἶναι τοῖς γένεσιν, προσεχῶς μὲν ἐν τοῖς εἴδεσι, δευτέρως δὲ ἐν τοῖς ἀτόμοις. [Ἔτι διαφοραὶ ἢ εἴδη ἢ ἄτομα. ἔτι, φησίν, αἱ διαφοραὶ ἢ εἴδη εἰσὶν ἢ ἄτομα, εἴπερ τὰ γένη κατὰ τῶν διαφορῶν κατηγοροῦνται· ἀλλὰ τὰ γένη κατὰ τῶν εἰδῶν καὶ τῶν ἀτόμων κατηγοροῦνται· αἱ διαφοραὶ ἄρα ἢ εἴδη εἰσὶν ἢ ἄτομα. οἷον εἰ τὸ ζῷον κατὰ τῶν διαφορῶν αὐτοῦ κατηγορεῖται, κατηγορεῖται δὲ καὶ τῶν ὑπ’ αὐτὸ εἰδῶν καὶ ἀτόμων, αἱ διαφοραὶ τοῦ ζῴου, τὸ λογικὸν καὶ τὸ ἄλογον, ἢ εἴδη ἔσονται, τουτέστιν εἰδικώτατα, ἢ ἄτομα· ὥσπερ γὰρ τοῦ ζῴου καθ’ ἑκάστου εἴδους αὐτοῦ κατηγορουμένου ἕκαστον εἶδος ζῷόν ἐστί τε καὶ λέγεται, οὕτω καὶ εἰ κατηγορεῖται κατὰ τῶν διαφορῶν αὐτοῦ, ἑκάστη διαφορὰ ζῷον ἔσται· ἕκαστον δὲ ζῷον ἢ εἶδός ἐστιν ἢ ἄτομον.] " Ὁμοίως δὲ σκεπτέον." Ὁμοίως δέ, φησί, σκεπτέον καὶ εἰ τὸ εἶδος ἢ τι τῶν ὑπὸ τὸ εἶδος τῆς διαφορᾶς κατηγορεῖται, οἷον εἴ τις τοῦ ἀθανάτου τὴν ψυχὴν κατηγορήσειεν εἶδος οὖσαν, ἢ εἴ τις ὁμοίως τὸν Σωκράτη τοῦ λογικοῦ ἄτομον ὄντα· τὰ γὰρ ἄτομα ὑποκάτω τῶν εἰδῶν. τοῦτο δὲ ἀδύνατον, φησίν, ἐπειδὴ ἡ διαφορὰ ἐπὶ πλέον τῶν εἰδῶν λέγεται· οὐ τὸ ἀνάπαλιν ὁ ὁρισάμενος πεποίηκε, θεὶς ἐπὶ πλέον τὰ εἴδη ἢ τὰ ἄτομα τῆς διαφορᾶς.2
“此外,一切种差……” 其次,各种差之每一者将或者是种或者是个体,因为凡在属之下的事物或者是种或者是个体;因为属的划分就是划分为这些事物,而属的存在亦在这些事物之中,直接而言在诸种之中,第二性而言在诸个体之中。[此外,种差或者是种或者是个体。此外,他说,如果属确实被述说于种差,种差就或者是种或者是个体;但属是被述说于种与个体的;因此种差或者是种或者是个体。例如,如果动物被述说于它的诸种差,并且也被述说于它之下的诸种和个体,那么动物的诸种差——理性的与非理性的——就或者是种(即最特种),或者是个体;因为正如当动物被述说于它的每个种时,每个种既是动物亦被称为动物那样,如果它被述说于它的诸种差,各个种差也将是动物;然而每个动物或者是种或者是个体。]“同样必须考察……” 他说,同样必须考察种或者种之下的某物是否被述说于种差,例如是否有人把身为种的灵魂述说于不死的,或者是否有人同样把身为个体的苏格拉底述说于理性的;因为个体在诸种之下。他说,这是不可能的,因为种差是在比起诸种更多的对象上被述说的;下定义者难道不是反其道而行之,把种或个体设定为在外延上多于种差吗?
"〈Σκοπεῖν δὲ καὶ εἰ ἑτέρου γένους.〉 "Σκοπεῖν δεῖ, φησίν, εἴ τις τῶν ἐν τῷ ὁρισμῷ τινος ἀποδεδομένων διαφορῶν καὶ ἄλλου γένους ἐστὶ διαφορά, ὃ οὔτε περιέχει οὗ εἴληπται διαφορά, οὔτε περιέχεται ὑπ’ αὐτοῦ, οὔτ’ ἄμφω ὑπὸ ταὐτόν ἐστι γένος. εἰ γὰρ εἴη τοιαύτη τις εἰλημμένη διαφορά, οὐκ ἂν εἴη ὁρισμὸς τοῦ προκειμένου ὁ ἀποδεδομένος λόγος· οὐδὲ 〈γὰρ〉 ἡ διαφορὰ τοῦ προκειμένου γένους. εἰ γὰρ εἴη, συμβήσεται καὶ εἶδος τὸ αὐτὸ ἐν δυσὶ γένεσιν εἶναι μὴ περιέχουσιν ἄλληλα· ἐπιφέρει γὰρ ἑκάστη τῶν διαφορῶν τὸ οἰκεῖον γένος τοῖς εἴδεσιν, ὧν ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. ὥστε, εἰ καθ’ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον, δῆλον ὅτι τὸ εἶδος ἐν δύο γένεσι μὴ περιέχουσιν ἄλληλα,3 ὅταν ἄλλου γένους οὖσα ὡς ἄλλου τινὸς οὖσα ληφθῇ· γένοιτο γὰρ ἂν αὐτὴ τῶν δύο γενῶν, τοῦ μέν, ὅτι εἴληπται μὴ οὖσα αὐτοῦ, τοῦ δὲ ἑτέρου, ὅτι κυρίως ἐκεῖνο διαιρεῖ. οἷον εἴ τις τὸ ζῷον ὁρίσαιτο οὐσίαν θεωρητικήν· τὸ γὰρ θεωρητικὸν ἔστι μὲν ἐπιστήμης διαφορά, εἴληπται δὲ οὐσίας· καὶ ἔστιν ἕτερα ἀμφοτέρων γένη καὶ οὐχ ὑπάλληλα· οὕτως δὲ ἔσται τὸ ζῷον οὐσία καὶ ἐπιστήμη, ἐπεὶ ἡ διαφορὰ τὸ οἰκεῖον γένος συνεπιφέρει, οὗ ἐν τῷ ὁρισμῷ παραλαμβάνεται. Ἐν τούτοις ἔοικε διορθοῦν τὸ εἰρημένον ἐν Κατηγορίαις τὸ “τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί”. ἢ κἀκεῖ διώρισται τοῦτο τῇ προσθήκῃ τοῦ εἴδει. ἢ ἐν Κατηγορίαις ἕτερα γένη τὰ πρῶτα λέγει, ἐπεὶ “τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων” μηδ’ ἄμφω ὑπὸ ταὐτὸν ὄντων γένος “ἕτεραι τῷ εἴδει αἱ διαφοραί”.
“〈还要考察是否属于另一属。〉”他说,必须考察在某物的定义中所给出的种差中,是否有某一个是另一属的种差,而那一属既不包含它作为其种差被采纳的属,也不被其包含,两者亦不在同一属之下。因为如果采纳了任何这样的种差,所给出的说明就不可能是所提议之物的定义;因为种差亦不属于所提议的属。因为如果它属于,就会导致同一的种存在于两个互不包含的属之中;因为各种差之每一者,都将自身固有的属带给在定义中采纳它的那些种。因此,如果种差被述说于何物,两个属之每一者亦被述说于彼物,那么显而易见,当属于另一属的种差被当作属于另一物而被采纳时,种就会存在于两个互不包含的属之中;因为这同一个种差将成为两个属的,属于其中一者是因为它本不属于它却被采纳为属于它,属于另一者则是因为它本真地划分那一属。例如,假若有人把动物定义为“沉思的实体”;因为沉思的固然是知识的种差,却被采纳为实体的种差;而两者的属各不相同且不相互从属;这样一来,既然种差将自身固有的属连带引入它在定义中被采纳于其中的事物,动物就将会是实体亦是知识。在这些论述中,他似乎在修正《范畴篇》中所说的“属于不同属且不相互从属排列的事物,其种差在种上也不同”。或者在那里这也已通过添加“在种上”而被限定?或者在《范畴篇》中他是把第一诸属称为不同属,因为“属于不同属且不相互从属排列的”亦非两者都在同一属之下的事物,“其种差在种上是不同的”。
- 6.50εἰς ἃ γὰρ ἡ διαίρεσις τῶν γενῶν γίνεται, τούτων τὰ γένη κατηγορεῖται· οὐκ εἰς διαφορὰς δὲ τὰ γένη διαιρεῖται, ἀλλὰ διαφοραῖς.
通过 εἰς ἃ(划分所产生的划分项,介词 εἰς 加宾格)与 διαφοραῖς(划分的工具或手段,手段与格)的对比,表明属并非被划分为诸种差(εἰς διαφοράς),而是被种差所划分。因此,属所被述说的对象是划分所产生的项(种或个体),而非种差本身。
- 6.52οὐ τὸ ἀνάπαλιν ὁ ὁρισάμενος πεποίηκε, θεὶς ἐπὶ πλέον τὰ εἴδη ἢ τὰ ἄτομα τῆς διαφορᾶς.
此处作带有否定词 οὐ 的修辞反问句解释,意为“下定义者难道不是反其道而行之,把种或个体设定为在外延上多于种差吗?(即犯下了这种错误)”。分词 θεὶς 表示手段或情态的伴随分词。
- 6.53ὥστε, εἰ καθ’ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον, δῆλον ὅτι τὸ εἶδος ἐν δύο γένεσι μὴ περιέχουσιν ἄλληλα
在条件从句 εἰ καθ’ οὗ ἡ διαφορά, καὶ τῶν γενῶν ἑκάτερον 中,动词 κατηγορεῖται 在两处均被省略(“如果种差被述说于何物,两个属之每一者亦被述说于彼物”)。接下来的主句 δῆλον ὅτι... 中系动词 ἔσται 同样被省略,构成了表达推论结果的完整句式框架。
