- 底本
- Alexander, In Aristotelis Topicorum Libros Octo Commentaria. Commentaria in Aristotelem Graeca II.2, ed. M. Wallies, Berlin: Reimer 1891, pp. 1-591. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg006.humanitext-grc1:450.1-451.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解亚里士多德《论题篇》143b33–144a23,考察了在定义缺乏时使用否定的必然性,以及将种、属或偶性误作为种差给出的相关论题。
" Ἴσως δ’ ἐπ’ ἐνίων ἀναγκαῖον καὶ ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον οἷον ἐπὶ τῶν στερήσεων." Ἐπ’ ἐνίων δέ, φησίν, ἀναγκαῖον ἀποφάσει χρῆσθαι τὸν ὁριζόμενον, ὡς ἐπὶ τῶν ὅρων οἳ τῶν στερήσεών εἰσιν· οἷον τυφλόν ἐστι τὸ μὴ ἔχον ὄψιν, ὅτε πέφυκεν ἔχειν· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. καὶ τοῦτο εἰκός· οὐδὲ γὰρ γένος τι λαμβάνομεν ἐν αὐτοῖς. ἐν οἷς δὲ γένος τὸ λαμβανόμενον, ἄτοπον ἐπὶ τούτων ἀποφάσει χρῆσθαι· οὔτε γὰρ τὸ εἶναί τινα ἡ ἀπόφασις σημαίνει, οὔτε διορίζει καὶ περιγράφει τῶν ὑπὸ τὸ γένος καὶ τίθησί τι, καθ’ αὑτήν γε λεγομένη,1 καὶ οὐδὲν μᾶλλον κατὰ ὄντος ἢ κατὰ μὴ ὄντος ἀληθεύεται.
“但在某些情况下,下定义者或许也必然要使用否定,例如在缺乏的情况中。” 他说,在某些情况下,下定义者必然要使用否定,如同在缺乏的定义中那样;例如,盲是在本应具有视力时而不具有视力之物;在其他缺乏的情况中也同样如此。而这是合情合理的;因为在它们之上,我们甚至根本不采取任何属。但是在所采取之物为属的情况中,在它们之上使用否定则是荒谬的;因为否定只要是就其自身而言被述说的,既不意味着某物存在,也不限定和划定属下的诸物并确立某物,而且对于存在之物为真并不多于对于非存在之物为真。
"Διαφέρει δ’ οὐδὲν ἀποφάσει." Διαφέρει δ’ οὐδὲν διελεῖν τὸ γένος ἀποφάσει, ὡς ὅταν εἴπωμεν ‘τὸ μῆκος διαιρεῖται εἴς τε τὸ πλάτος ἔχον καὶ εἰς τὸ ἀπλατές’ ἢ ‘τὸ ζῷον εἰς τὸ λογικὸν καὶ τὸ ἄλογον’, ἢ τοιαύτῃ καταφάσει, ᾗτινι δύναται συνεπινοεῖσθαι καὶ ἡ ἀντιδιῃρημένη ταύτῃ ἀπόφασις,2 ὡς εἰ ὁρίσαιτό τις μῆκος πλάτος ἔχον· συνεπινοεῖται γὰρ τούτῳ καὶ τὸ πλάτος μὴ ἔχον ὡς ἀντιδιῃρημένον ὂν ἐκείνῳ· ἢ πάλιν ὅταν εἴπωμεν χρῶμα διακριτικὸν ὄψεως, συνεπινοοῦμεν καὶ τὸ μὴ διακριτικὸν ὄψεως. ἀλλ’ οὐκ ἐν πᾶσι τοῦτο φυλάσσεται· εἰ γὰρ εἴποι τις ὅτι ὄψις ἐστὶν ὄργανον ὁράσεως, οὐκ εὐθὺς συνεπινοεῖταί τι ἀντιδιῃρημένον τούτῳ· οὐδὲ γὰρ ἔχει. καὶ ἄλλα δὲ πλεῖστα τοιαῦτά εἰσιν.
“而[以否定划分属]并无差别。” 以否定来划分属——例如当我们说“长度被划分为有宽度的和无宽度的”或者“动物被划分为理性的和非理性的”时——与以这样一种肯定来划分并无差别,即伴随着这种肯定,与其对分的否定也能够被连带思及,例如假若有人将〔某物〕定义为“有宽度的长度”;因为伴随着这一肯定,“没有宽度的”作为与其对分之物也被连带思及;或者又如当我们说“离析视觉的颜色”时,我们亦连带思及“不离析视觉的”。但这一点并非在所有事物上都被保持;因为如果有人说视觉是看见的器官,并不会立刻有与其对分之物被连带思及;因为实际上它并没有任何对分物。而且极多其他事物也是如此情况。
"Πάλιν εἰ τὸ εἶδος ὡς διαφορὰν ἀπέδωκεν." Οἷον εἰ τὴν φωνὴν ὡρίσατο ἀέρα πεπληγμένον· γένος γὰρ τῆς φωνῆς ἡ πληγὴ ἀλλ’ οὐ διαφορά. καὶ τῆς σιμότητος γένος ἡ κοιλότης· διὸ οὐχ ὁρίζεται ὁ ὁριζόμενος λέγων ῥῖνα κοίλην τὴν σιμότητα· κοιλότης γάρ ἐστιν ἐν ῥινί· διαφορὰ γὰρ εἰδοποιὸς τῆς σιμότητος τὸ ἐν ῥινὶ σιμόν. καὶ ὁ πηλὸς δὲ οὐ “γῆ ὑγρῷ φυραθεῖσα”, ὡς Πλάτων, ἀλλὰ φύραμα γῆς· γένος γὰρ τοῦ πηλοῦ τὸ φύραμα ἀλλ’ οὐ διαφορά.
“再次,如果他把种作为种差给出了。” 例如,如果有人把声音定义为“受击打的空气”;因为击打是声音的属而非种差。而且凹是狮鼻的属;因此,说狮鼻是“凹的鼻子”而下定义的人并未下定义;因为它是鼻子中的凹;因为狮鼻的构成种的种差是鼻子中的狮鼻。此外,泥土也并非如柏拉图所说的那样是“与湿气捏合的土”,而是土的捏合物;因为捏合物是泥土的属而非种差。
"Ἔτι εἰ τὸ γένος ὡς διαφορὰν εἴρηκεν." Τῆς ἀρετῆς † γένος εἶναί φησι τὴν ἀγαθὴν ἢ τὴν σπουδαίαν ἕξιν, διόπερ τὸ ἀγαθόν, ὅπερ ὡς διαφορὰν τῆς ἕξεως ἔλαβε, γένος μᾶλλόν ἐστι καὶ οὐ διαφορά. εἶτ’ ἐπιδιορθούμενος ἑαυτὸν ἴσως, φησίν, ἐπὶ τούτου τοῦ παραδείγματος οὐ δοκεῖ τὸ ἀγαθὸν γένος εἶναι ἀλλὰ διαφορά· εἰ γὰρ τὸ ἀγαθὸν γένος ἐστὶ τῆς ἀρετῆς, ἔστι δὲ καὶ ἡ ἕξις, ὁμολογουμένως (δ’ οὐκ) ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ δύο γένη ἀνάγεσθαι μὴ ὑπάλληλα·3 νῦν δὲ οὔτε ἡ ἕξις περιέχει τὸ ἀγαθὸν οὔτε τὸ ἀγαθὸν τὴν ἕξιν· οὐδὲ γὰρ πᾶσα ἕξις ἀγαθόν, οὐδὲ πᾶν ἀγαθὸν ἕξις· ὥστε οὐκ ἂν εἴη γένη τῆς ἀρετῆς ἀμφότερα, ἥ τε ἕξις καὶ τὸ ἀγαθόν. ἀλλ’ εἰ καὶ μὴ περιέχει θάτερον τὸ ἕτερον, ἀλλ’ οὖν ὑπὸ ταὐτὸν καὶ ἓν γένος ἀνάγονται, τὴν ποιότητα. εἰσὶ γοῦν μᾶλλον τοῦ τοιούτου παραδείγματος τὰ ἄνωθεν ἡμῖν παρατεθέντα συνιστῶντα τὸν τόπον καὶ δεικνύντα ἀληθῶς ἔχειν.
“此外,如果他把属作为种差说出了。” 如有人宣称德性的[定义]是“善的或优良的品质”,因此,被作为品质的种差采纳的“善”,宁可说是属而非种差。接着他修正自己说,也许在此例中善并不显得是属,而是种差;因为如果善是德性的属,而品质也是其属,公认的是同一且单一的种(不)可能归入两个互不从属的属之下;但实际情况是,品质不包含善,善也不包含品质;因为并非所有的品质都是善,也并非所有的善都是品质;因而品质与善两者就不会都是德性的属。但是,即使一者不包含另一者,它们终究还是归入同一且单一的属,即性质。无论如何,比起这种例子,我们上面所引用的诸例子更能确立该论题并显明其为真。
"Ὁρᾶν δὲ καὶ εἰ ἡ ἀποδοθεῖσα." Δεῖν φησιν ὁρᾶν καὶ εἰ ἡ ἀποδοθεῖσα διαφορὰ μὴ ποιόν τι σημαίνει ἀλλὰ τόδε τι καὶ ἐν τῷ τί ἐστι κατηγορούμενον· οὐ γὰρ ἂν εἴη διαφορά. εἴη δ’ ἂν κοινότερος οὗτος ὁ τόπος τῶν δύο τῶν προειρημένων· τὸ γὰρ εἶδος καὶ τὸ γένος τόδε τι σημαίνει.
“还要看所给出的[种差]是否……” 他说,还要看所给出的种差是否并不表示“某种性质”,而是表示“某个此物”以及在“是什么”中被述说之物;因为若如此,它就绝不是种差。而这一论题比起前面说过的两个论题更为一般;因为种和属都表示“某个此物”。
"Σκοπεῖν δὲ καὶ εἰ κατὰ συμβεβηκός." Οὐδὲν τῶν ἐν τῇ οὐσίᾳ τινὸς ὄντων οἷόν τε συμβεβηκὸς αὐτῷ εἶναι· τὸ μὲν γὰρ συμβεβηκὸς οἷόν τε ὑπάρχειν καὶ μὴ ᾧ συμβέβηκε, τὸ δὲ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ἀχώριστόν ἐστιν αὐτοῦ. εἰ οὖν τις ὁριζόμενος διαφορὰν εἴληφε τῶν συμβεβηκότων τι τῷ ὁριστῷ, οὐχ ὥρισται αὐτό.
“还要考察是否是偶性。” 凡存在于某物的本质中的事物,没有一个是可能成为它的偶性的;因为偶性既可能属于也可能不属于其所偶然发生的主体,而存在于某物的本质中的事物则是与它不可分离的。因此,如果有人在下定义时把被定义者的某种偶性作为种差采纳了,他就没有定义它。
- 6.44καθ’ αὑτήν γε λεγομένη
与主语 ἡ ἀπόφασις 一致的阴性主格单数附带情况分词,起限定/条件作用:“只要就其自身而言被述说”。
- 6.45ᾗτινι δύναται συνεπινοεῖσθαι καὶ ἡ ἀντιδιῃρημένη ταύτῃ ἀπόφασις
与格关系代词 ᾗτινι 指代前文的 τοιαύτῃ καταφάσει,受被动不定词 συνεπινοεῖσθαι 支配(“与……连带思及”)。指示代词 ταύτῃ 重申先行词,构成“与此[肯定]对分的否定”。
- 6.47ὁμολογουμένως (δ’ οὐκ) ἐνδέχεται τὸ αὐτὸ καὶ ἓν εἶδος ὑπὸ δύο γένη ἀνάγεσθαι μὴ ὑπάλληλα
抄本传统中否定词 οὐκ 发生脱落,现代校订本予以补正(δ' οὐκ)。因为语境陈述的是逻辑学常规法则(同一物不能归入两个互不从属的属),故必须补充否定词,按非人称句式(οὐκ)ἐνδέχεται + 宾格不定词(τὸ ... εἶδος ... ἀνάγεσθαι)解读。
